IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.33

Περὶ διαμερισμοῦ σκύλων καὶ γαμβρευσαμένων στρατιωτῶν.

Abrir no leitor do IusCommune →

1

pr.Τοὺς ἐξερχομένους εἰς ἐχθροὺς ἐπὶ πολέμῳ φυλάξαι δεῖ ἑαυτοὺς ἀπὸ παντὸς πονηροῦ πράγματος καὶ πρὸς μόνον τὸν θεὸν τὸν νοῦν αὐτῶν ἔχειν καὶ τὴν δέησιν καὶ μετὰ συμβουλίας ποιῆσαι τὸν πόλεμον. βοήθεια δὲ ἐκ θεοῦ δίδοται μετὰ καρδίας βουλευτικῆς· οὐκ ἐν πλήθει γὰρ δυνάμεως νίκη πολέμου, ἀλλ᾽ ἐκ θεοῦ ἡ ἰσχύς. τοῦ δὲ θεοῦ παρέχοντος τὴν νίκην, τὸ ἕκτον μέρος ἀφαιρείσθω τῷ δημοσίῳ· τὸ δὲ λοιπὸν πᾶν μέρος παντὶ τῷ λαῷ ἐπ᾽ ἴσης καὶ ἐξ ἴσης μοίρας μερίζεσθαι, τὸν μέγαν καὶ τὸν μικρόν. ἀρκεῖ γὰρ τοῖς ἄρχουσιν ἡ προσθήκη τῶν ῥογῶν αὐτῶν. εἰ δὲ εὑρεθῶσίν τινες ἐκ τῶν ἀρχόντων ἀνδρείως φερόμενοι, ὁ εὑρισκόμενος στρατηγὸς ἐκ τοῦ μέρους τοῦ δημοσίου παρεχέτω καὶ κατὰ τὸ πρέπον συγκροτήσῃ αὐτούς. κατὰ δὲ τὴν μερίδα τοῦ εὑρισκομένου εἰς τὸν πόλεμον οὕτως ἔστω κατὰ τὸ γεγραμμένον καὶ ἡ μερὶς τῶν ἐν τοῖς τούλδοις εὑρισκομένων '.

2

pr.Ἔκριναν οἱ εὐσεβεῖς καὶ φιλοδίκαιοι ἡμῶν βασιλεῖς κατὰ τοὺς εὐσεβεῖς νόμους, ἵνα ὁ στρατιώτης γαμβρὸς ἅπαντα, ἅπερ εἰσήγαγεν εἴδη καὶ πράγματα ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ, ἀπὸ βασιλικῶν δωρημάτων, ἀπὸ ῥογῶν αὐτοῦ καὶ ἐκ τοῦ σπαθίου αὐτοῦ, ἐπαίρειν αὐτὰ ἀνελλιπῶς· προδήλως τοῦ πενθεροῦ αὐτοῦ καταγραφομένου ὥσπερ ἐποιήσατο εἰς αὐτὸν ἐξόδους, τουτέστιν εἰς στρατιωτικὴν αὐτοῦ ἐξόπλισιν, εἰς δαπάνην αὐτοῦ καὶ εἰς φορεσίαν, καὶ ἁπλῶς εἴτι δυνηθῇ παραστῆσαι [δεδωκέναι] εἰς ἀγορασίας καὶ ἐξόδους αὐτοῦ.