IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.32

Περὶ ἁπλῆς δωρεᾶς εἰς γυναῖκα καὶ περὶ ἀχαριστίας καὶ αἰχμαλώτων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐάν τις ἁπλῆν δωρεὰν ἐν τῷ συνεστῶτι γάμῳ πρὸς τὴν ἰδίαν ἐκθέμενος γαμετὴν ἐφησυχάσῃ μέχρι τελευτῆς, βεβαιοῦται ἡ τοιαύτη δωρεὰ ἀπὸ τοῦ χρόνου τῆς γραφῆς τὴν σύστασιν ἔχουσα, καὶ δύναται ἡ γυνὴ ἀπαιτεῖν αὐτήν. εἰ δὲ καὶ ὑπέθετο ἢ ἐνεχειρίασεν ὁ ἀνὴρ περιὼν τὸ δωρηθὲν παρ᾽ αὐτοῦ τῇ γυναικὶ, οὐ δοκεῖ ἀνακαλεῖσθαι τὴν δωρεάν, ἀλλ᾽ ἐκδικεῖ ταύτην ἡ γυνὴ ὡς προεκπεποιημένην αὐτῇ. ὑπὲρ τὰ πεντακόσια νομίσματα [δωρεὰ κἂν μὴ πραχθῇ, μέχρι τῆς τῶν φ ' νομισμάτων] ποσότητος τὸ βέβαιον ἔχει.

2

pr.Περὶ ἀχαριστίας. – Αῤῥην παῖς εἰ μὴ ἐγγυᾶται εἰς ὅσον εὐπορεῖ τὸν ἴδιον πατέρα ἐγκεκλεισμένον, εὐλόγως παρ αὐτοῦ ἀχαριστεῖται.

3

pr.Περὶ αἰχμαλώτων. Θεσπίζομεν καὶ τοὺς ἐν αἰχμαλωσίᾳ διαλύεσθαι τοῦ γάμου, οὐχ ἁπλῶς καὶ ὡς ἔτυχε, ἀλλ᾽ ἕως μέν ἐστι φανερὸν περιεῖναι τὸν ἄνδρα ἢ τὴν γυναῖκα, μένειν ἄλυτα τὰ συνοικέσια συγχωροῦμεν· καὶ οὐκ ἐλεύσονται πρὸς δευτέρους γάμους, εἰ μὴ βούλοιντο δοκεῖν κατὰ προπέτειαν τοῦτο πράξαι, καὶ ὑποπεσεῖν ταῖς ποιναῖς, ἡ μὲν τῆς προγάμου δωρεᾶς, ὁ δὲ τῆς προικός. εἰ δὲ ἄδηλον καθεστήκοι τὸ εἰς πολεμίους ἀφικόμενον πρόσωπον, τηνικαῦτα πενταετίαν μενέτω. εἰ δὲ τῷ ἀνδρὶ ἢ τῇ γυναικὶ σαφῆ γένοιτο τὰ τῆς τελευτῆς εἴτε ἄδηλα μένει, γαμεῖν ἔξεστιν ἀκινδύνως. ὥστε ἐνταῦθα οὐδὲ διαισίων γίνεται καιρὸς, οὕτω τῶν προσώπων διεστώτων ἀλλήλων· καὶ οὐδεὶς ἐνταῦθα κερδαίνει, οὔτε ὁ ἀνὴρ τὴν προῖκα, οὔτε ἡ γυνὴ τὴν προγαμιαίαν δωρεὰν, ἀλλ᾽ ἕκαστος ἐπὶ τῶν οἰκείων μένει.

4

pr.Χρὴ τὸν ἐν αἰχμαλωσίᾳ κρατηθέντα μέχρι ἐτῶν ιβ ἐκδέχεσθαι· ἐὰν δὲ μετὰ δώδεκα χρόνους ἐπιστολὴν δέξηται, ἐκδεχέσθω αὐτὸν ἑτέρους πέντε χρόνους, καὶ ἀκωλύτως λαμβάνειν ἄνδρα, [καὶ] λαμβάνειν αὐτὴν καὶ εἴτι ἂν ἐγράψατο ὁ ἀνὴρ αὐτῆς ἐπὶ τῆς προικὸς αὐτῆς.

5

pr.Ὁμοίως δὲ καὶ ὁ ἐπὶ πραγματείας ἀπιὼν μέχρι τριετίας [παρὰ] ἀγνοοῦντος ἐκδεχέσθω· ἐὰν δὲ μετὰ τὴν τριετίαν δέξηται ἐπιστολὴν, ἐκδέξηται αὐτὸν ἑτέρους χρόνους, καὶ ἀκωλύτως ἄνδρα λαμβάνειν, μὴ δυναμένου τοῦ πρώτου αὐτῆς ἀνδρὸς ἀντικαθίστασθαι αὐτῇ· ἐὰν δὲ καὶ τέκνα ἔσχεν ἐξ αὐτοῦ, ὡς ἀθετήσας αὐτὴν λαμβάνειν αὐτά.

6

pr.Εἰ δὲ ἐν αἰχμαλωσίᾳ κρατηθεὶς, οἱ τούτου παῖδες μείζονες ἐτῶν δέκα καὶ ὀκτὼ ὑπάρχοντες μὴ σπουδάσωσι εἰς τὴν αὐτοῦ ἀνάῤῥυσιν, ἀχαριστῶνται· ὁμοίως καὶ οἱ τούτου ἀδελφοὶ καὶ συγγενεῖς. εἰ δὲ ὡς εἴρηται ἐξ ἀμελείας τῶν παίδων καὶ τῶν συγκληρονόμων μὴ ἐλευθερωθῇ, ἀλλ᾽ ἐν αἰχμαλωσίᾳ τελευτήσει, ἐκείνους εἰς τὴν αὐτοῦ διαδοχὴν ἐλθεῖν οὐκ ἀνεχόμεθα, οἵτινες οὐκ ἐσπούδασαν εἰς τὴν ἀνάῤῥυσιν αὐτοῦ· ἀλλὰ τῇ ἐκκλησίᾳ ἐξ ἧς ὁρμᾶται ἅπαντα τὰ πράγματα αὐτοῦ προσκυροῦσθαι, καταγραφῆς δηλαδὴ ἐπὶ δημοσίου ἐκμαρτυρίου γινομένης· ὥστε μηδὲν ἐξ αὐτῶν παραπολέσθαι, ἀλλ᾽ εἰς ἀνάῤῥυσιν αἰχμαλώτων προχωρεῖν.

7

pr.Ὁμοίως καὶ πᾶν ἱερὸν σκεῦος ἐπὶ μόνῃ ἀναῤῥύσει αἰχμαλώτων ἐκποιείσθω, τῶν παραβαινόντων δὲ ταῖς ποιναῖς ὑποβαλλομένων τῆς λέοντος διατάξεως.