IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.31

Περὶ γυναικὸς μιγείσης τῷ ἰδίᾳ δούλῳ καὶ περὶ θυγατρὸς ἀσχήμονος καὶ ἐγκλημάτων γυναικῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν γυνὴ μιγῇ ' κατ᾿ ἐπιθυμίαν τῷ ἰδίῳ δούλῳ, αὐτὴ μὲν ἀποτεμνέσθω, ὁ δὲ δοῦλος καιέσθω. νοείτω δὲ τὸ τοιοῦτο καὶ ἡ τάξις [καὶ] δοῦλος ἐλευθερίᾳ τιμώμενος· οἱ μέντοι ἐξ αὐτοῦ παῖδες μήτε ἀξιώματος μήτε ἄλλης τιμῆς μεταλαμβανέτωσαν· ἀρκεῖ γὰρ αὐτοὺς ἐλευθέρους εἶναι. μηδὲν δὲ ἐχέτωσαν ἀπὸ τῆς μητρὸς ἢ ἐξ ἀδιαθέτου ἢ ἐκ διαθήκης, ἀλλ᾽ εἰ μὲν παῖδες ὕπεισιν αὐτῇ γνήσιοι ἢ συγγενεῖς, κληρονομείτωσαν αὐτὴν, λαμβάνοντες καὶ τὰ καταλελειμμένα ἢ τῷ ἐραστῇ ἢ τοῖς ἐξ αὐτῶν παισί.

2

pr.Εἰς τὸ φιλάνθρωπον. Εἰ μὲν ἐστὶν ὑπανδρος, τυπτομένη καὶ κουρευομένη ῥινοκοπείσθω καὶ ἀπελαυνέτω τῆς πολιτείας, ἐν ᾗ κατοικεῖ, καὶ ἐκ πάσης ἐκπιπτέτω τῆς οἰκείας περιουσίας· ὁ δὲ δοῦλος ξίφει τιμωρείσθω. εἰ δὲ χήρα τοῦτο διαπράξηται μὴ ἔχουσα παῖδας, τυπτέσθω καὶ κουρευέσθω· ὁμοίως καὶ ὁ δοῦλος τυπτόμενος πιπρασκέσθω. εἰ δὲ ἐπὶ παισὶ τοῦτο διαπραχθῇ, καὶ ἡ τιμὴ τοῦ δούλου καὶ ἡ ὑπόστασις αὐτῆς ἅπασα κατὰ δεσποτείας τρόπον παραυτίκα τοῖς παισὶν ἀνεκποιήτως παραφυλαττέσθω, τῆς χρήσεως μόνης παρ᾿ αὐτῆς μενούσης.

3

pr.Ἐὰν ἡ θυγάτηρ μὴ ἕληται σωφρόνως συναφθῆναι ἀνδρὶ ἀλλ᾽ αἰσχρῶς καὶ ἀσχημόνως ζῇ, τῶν γονέων ἑτοίμως ἐχόντων συνάψαι αὐτὴν ἀνδρὶ, καὶ προικίσαι κατὰ τὸ μέτρον τῆς οὐσίας αὐτῶν, ἄδειαν ἔχειν τοὺς γονεῖς αὐτῆς ἄκληρον ταύτην ποιεῖν. εἰ δὲ ἐτῶν εἴκοσι ὲ ὑπάρχουσαν οἱ ταύτης γονεῖς οὐ πείθονται συνάψαι αὐτὴν πρὸς γάμον νόμιμον, δύναται παραγνώμην αὐτῶν γαμεῖσθαι. εἰ δὲ καὶ ἀσελγήσει μετὰ τὸν ὡρισμένον χρόνον, ἢ πορνεύσει ἢ παραγνώμην αὐτῶν ἐλευθέρῳ ἀνδρὶ συναφθῇ, οὐ δύνανται οἱ γονεῖς αὐτῆς τοῦτο εἰς τρόπον ἀχαριστίας λογίζεσθαι καὶ ἄκληρον αὐτὴν ἐᾶν.

4

pr.Γυνὴ ἐγκληματικῶς ἐναγομένη μὴ ἐμβαλλέσθω εἰς δεσμωτήριον, μηδὲ ἀποκλειέσθω ὑπὲρ χρηματικῆς αἰτίας, ἀλλὰ νομίμως δι οὗ βούλεται τοῖς ἐνάγουσιν ἀποκρινέσθω ἢ ἐγγύας προσωπικὰς ἀπαιτείσθω, ἢ ἐξομνυέτω περὶ τῆς προσεδρείας· βαρυτάτου δὲ τοῦ ἐγκλήματος ὄντος, ἐν ἀσκητηρίῳ ἢ σεμναῖς γυναιξὶν πρὸς παραφυλακὴν παραδιδόσθω μέχρι τελείας ἀποκαλύψεως τοῦ ἐγκλήματος.