JGR IV 2.30
Περὶ δικαιολογίας καὶ ἐνεχείρων καὶ ἐγγυῶν καὶ ἀντιφωνήσεων.
Abrir no leitor do IusCommune →1
pr.Μὴ ἀποφαινέσθω ὁ ἄρχων, περὶ ὧν ἔτυχεν ὁ πρὸ αὐτοῦ κατὰ νόμους τεμών. ἀλλὰ μηδὲ ἡ περὶ τῆς νομῆς ἀπόφασις προκριματιζέτω τὰ περὶ τῆς δεσποτείας, μηδὲ ἰντερλοκουτιόνες ἀναιρείτωσαν ὡς ἐπὶ πολὺ τὰς δίκας '.
2
pr.Περὶ ἐνεχείρων καὶ ἀγρῶν. -- Λελύσθω τῆς ὑποθήκης ὁ ἀγρὸς ἐκ τῶν καρπῶν αὐτοῦ πληρωθέντος τοῦ χρέους, καὶ διὰ τοῦτο μὴ ἐκποιείσθω παρὰ τοῦ δανειστοῦ ὁ ἀγρός.
3
pr.Ὁ ἐγγυώμενος ἢ ἀντιφωνῶν ὑπέρ τινος καὶ αὐτὸς μὲν γίνεται ἔνοχος, κακεῖνον δὲ οὐκ ἐλευθεροῖ.
4
pr.Τοῦ κώδικος. Ὁ λέγων ἐν ἀντιφωνήσει· τὸ ἱκανόν σοι γενήσεται, ἀνεύθυνος ἔσται.
5
pr.Τῶν διγέστων. – Πάντες οἱ συγγενεῖς καὶ προσγενεῖς δεκτοί εἰσιν· κἄντε ἄποροι τυγχάνουσιν, κάντε πένητάς τις λάβῃ ἐγγυητὰς, οὐκ ἀπαιτεῖ ἑτέρους, εἰ μὴ ὁ ἐγγυητὴς ἀπέθανεν ἢ τυχηρῶς τὴν οὐσίαν ἀπώλεσιν.
6
pr.Τῶν νεαρῶν. – Ὁ καθ᾽ οἱονδήποτε τρόπον χρεωστούμενος κινείτω πρῶτον κατὰ τοῦ πρωτοτύπου· ἐκείνου δὲ ἀποροῦντος ἢ ἀπόντος, κινείτω κατὰ τοῦ ἐγγυητοῦ. εἰ δὲ μὴ οὕτως πληρωθῇ τὸ χρέος, τότε κινείτω κατὰ τοῦ νεμομένου [τὰ πράγματα] τοῦ πρωτοτύπου, ὕστερον κατὰ τὸ πρᾶγμα τοῦ ἐγγυητοῦ νεμομένου ἢ τῶν χρεωστούντων αὐτῷ.
7
pr.Ὁ δανείσας εἰς ἀγορασίαν ἢ ἀνανέωσιν πλοίου ἢ οἴκου ἢ ἄλλου τινὸς τοιούτου, προτιμᾶται τῶν ἑτέρων δανειστῶν, εἰ καὶ προγενέστεροί εἰσιν· εἰ δὲ εἰς κτῆσιν στρατείας δανείσας παρασκευάσει δὲ ἐν τῷ γραμματείῳ ἐντεθῆναι κυριώτερον εἶναι τῶν ἄλλων δανειστῶν, προτιμᾶται οὗτος καὶ αὐτῆς τῆς προικός.
8
pr.Περὶ ἐλευθέρων. - Οἱ δεσποτικοὶ δοῦλοι ἤγουν οἱ κολωνοὶ καὶ οἱ ἐξ αὐτῶν, ἀποφυγόντες καὶ στρατευσάμενοι ἢ ἀξίας κατὰ συναρπαγὴν τυχόντες, ἀποδιδόσθωσαν τῷ πατριμονίῳ τῆς ζώνης ἀφαιρεθέντες.
9
pr.Περὶ τοποφυλάκων. Οἱ ἐν ταῖς πόλεσιν ὑπειλημμένοι κἂν ἀξιωματικοί εἰσιν, εἰς κύκλον [τὰς] ἐκδικίας τῆς ἰδίας πατρίδος ἐπὶ διετίαν μετιέτωσαν.
10
pr.Περὶ ἄρχοντος λῃστοδιωκτοῦντος. – Εἰ τολμήσει ὁ ἄρχων λῃστοδιώκτην ἢ τριβοῦνον προβάλλεσθαι, ἐκπιπτέτω τῆς ἀρχῆς καὶ δέκα λίτρας χρυσίου καταθήσει ποινὴν, τοῦ γενέσθαι θαῤῥήσαντος βασανιζομένου καὶ μετὰ δήμευσιν ἐξοριζομένου.
11
pr.Περὶ στρατιωτικῶν ἀρχόντων. Ὁ στρατιωτικὸς ἄρχων ἐν τοῖς ἐγκλήμασι κατὰ πάντων ἔχει δικαιοδοσίαν.
12
pr.Περὶ ἁμαρτανόντων καὶ ἀδικούντων. Οἱ ἁμαρτάνοντες κολαζέσθωσαν, μηδεμίαν ἐπήρειαν ὑφισταμένων τῶν πραγμάτων αὐτῶν, ἀλλὰ τοῖς νομίμοις φυλαττομένων διαδόχοις.
13
pr.Ἐγκλήματος ἁμαρτηθέντος μὴ ἄλλος ἀντ᾿ ἄλλου κρατείσθω ἢ ζημιούσθω, μηδὲ τὰ πράγματα τοῦ ἁμαρτήσαντος ἀφαι ρείσθω ὡς δυναμένου δόσει χρημάτων διαδιδράσκειν τὰς ποινάς· εἰ δὲ ὁ τὸ ἔγκλημα τολμήσας λάθῃ, τὰ εἰρημένα τῇ διατάξει πληρούτω.
14
pr.Δύο χεῖρας ἢ δύο πόδας μηδεὶς ἄρχων διὰ οἱονδήποτε ἔγκλημα ἀφαιρείσθω μηδὲ ἐξαρθρούτω τὸν κρινόμενον.
15
pr.Αἱ περιουσίαι τῶν δ᾽ ἐγκλήματα θανάτῳ ὑποκειμένων τοῖς μὲν κατιοῦσιν αὐτῶν ἀδιαστίκτως, τοῖς δὲ ἀνιοῦσιν μέχρι τρίτου βαθμοῦ διαφερέτωσαν.
16
pr.Ταβουλάριος μὴ πιστευέσθω ἐν ἐκμαρτυρίῳ λέγων τὸν ἔμπειρον γραμμάτων οἰκεῖον προσομολογῆσαι χρέος. τὰ ἐκμαρτύρια ἐχέτω μαρτύρων παρουσίαν [καὶ] κατάθεσιν καὶ ὑπογραφήν.
17
pr.Περὶ μαρτυρίας ἰουδαίων. Οὐ δύναται ίουδαῖος καὶ σαμαρείτης καὶ πᾶς αἱρετικὸς ὑπὲρ ὀρθοδόξων καλεῖσθαι εἰς μαρτυρίαν.