JGR IV 2.29
Περὶ τῆς τῶν βαθμῶν συγγενείας γ ' βιβλίου τῶν ἰνστιτούτων.
Abrir no leitor do IusCommune →1
pr.Ἡ συγγένεια γενικόν ἐστιν ὄνομα· διαιρεῖται δὲ εἰς τρεῖς τάξεις· εἰς ἀνιόντας, τουτέστιν εἰς τοὺς ἡμᾶς πεποιηκότας, εἰς κατιόντας, τουτέστιν εἰς τοὺς ἐξ ἡμῶν γεννηθέντας, εἰς τοὺς ἀπὸ λοξότητος ἤγουν ἐκ πλαγίου, καὶ εἰς τοὺς ἀπὸ πατρὸς καὶ μητρὸς [ἀδελφοὺς ἡμῶν,] θείους καὶ θείας καὶ ἀκολούθως εἰς τὴν τούτων γονήν.
2
pr.Πρώτου μὲν βαθμοῦ ἐστὶν, ἐπὶ τῶν ἀνιόντων πατὴρ καὶ μήτηρ, ἐπὶ δὲ τῶν κατιόντων υἱὸς καὶ θυγάτηρ.
3
pr.Δευτέρου ἐστὶν βαθμοῦ, ἐπὶ μὲν τῶν ἀνιόντων πάππος καὶ μάμμη· ἐπὶ δὲ τῶν κατιόντων ἔγγονος ἐγγόνη· ἐπὶ δὲ τῶν ἐκ πλαγίου, ἀδελφὸς καὶ ἀδελφὴ ἀπό τε πατρὸς καὶ μητρός.
4
pr.Τρίτου ἐστὶ βαθμοῦ, ἐπὶ μὲν τῶν ἀνιόντων πρόπαππος καὶ προμάμμη· ἐπὶ δὲ τῶν κατιόντων προέγγονος προεγγόνη· ἐπὶ δὲ τῶν ἐκ πλαγίου, τοῦ ἀδελφοῦ καὶ τῆς ἀδελφῆς υἱὸς καὶ θυγάτηρ καὶ ἀκολούθως πρὸς πατρὸς καὶ μητρὸς [θεῖος καὶ θεία].
5
pr.Τετάρτου ἐστὶν βαθμοῦ, ἐπὶ μὲν τῶν ἀνιόντων ἀπόπαππος ἀπομάμμη· ἐπὶ δὲ τῶν κατιόντων, ἀπέγγονος ἀπεγγόνη· ἐπὶ δὲ τῶν ἐκ πλαγίου τοῦ ἀδελφοῦ καὶ τῆς ἀδελφῆς ἑκατέρας φύσεως ἔγγονος ἐγγόνη· καὶ ἀκολούθως μέγας θεῖος καὶ μεγάλη θεία πρὸς πατρὸς καὶ μητρὸς, τουτέστιν τοῦ πάππου καὶ τῆς μάμμης ἀδελφὸς καὶ ἀδελφὴ, ὁ ἀξάδελφος καὶ ἡ ἐξαδέλφη, ὅστις καὶ ἥτις ἐκ δύο ἀδελφῶν τῶν ἑκατέρας φύσεως τίκτονται.
6
pr.Πέμπτου ἐστὶν βαθμοῦ, ἐπὶ μὲν τῶν ἀνιόντων δίσπαππος δισμάμμη· ἐπὶ δὲ τῶν κατιόντων δισέγγονος δισεγγόνη· ἐπὶ δὲ τῶν ἐκ πλαγίου τοῦ ἀδελφοῦ καὶ τῆς ἀδελφῆς προέγγονος προεγγόνη, καὶ ἀκολούθως μείζων θεῖος καὶ θεία πρὸς πατρὸς καὶ μητρὸς, τουτέστιν τοῦ προπάππου καὶ τῆς προμάμμης ἀδελφὸς καὶ ἀδελφή.
7
pr.Ἕκτου ἐστὶ βαθμοῦ, ἐπὶ μὲν τῶν ἀνιόντων τρίσπαππος τρισμάμμη· ἐπὶ δὲ τῶν κατιόντων τρισέγγονος τρισεγγόνη· ἐπὶ δὲ τῶν ἐκ πλαγίου ἀδελφοῦ καὶ ἀδελφῆς πρὸς πατρὸς καὶ μητρὸς ἀπέγγονος ἀπεγγόνη, καὶ ἀκολούθως θεῖος μέγιστος καὶ θεία πρὸς πατρὸς καὶ μητρὸς, τουτέστιν τοῦ ἀποπάππου καὶ τῆς ἀπομάμμης ἀδελφὸς καὶ ἀδελφή.
8
pr.᾿Αλλ᾽ ἐπειδὴ ἡ θέα μᾶλλον ἀκοῆς ἀκριβεστέρα ὑπάρχει, μετὰ τὴν ἀφήγησιν τῶν βαθμῶν καὶ αὐτοὺς ἰδικῶς τοὺς βαθμοὺς ἐγγράψαμεν τῷ παρόντι βιβλίῳ, ἵνα οἱ ἐντυγχάνοντες καὶ τῇ ἀκοῇ καὶ τῇ θέᾳ τελειωτάτης τύχωσι τῶν βαθμῶν τῆς διδασκαλίας. ἐστὶν δὲ αὕτη τῶν βαθμῶν ἡ καταγραφή. τρεῖς τάξεις τῆς συγγενείας εἰσὶ διαιρούμεναί εἰς ἀνιόντας, εἰς κατιόντας, εἰς τοὺς ἀπὸ λοξότητος ἤγουν ἐκ πλαγίου· ἀνωτέρα δὲ συγγένεια ἐστὶν τῶν γονέων, κατωτέρα δὲ τῶν παίδων, ἐκ πλαγίου τῶν ἀδελφῶν ἑκατέρας φύσεως.