JGR IV 2.28
Περὶ ἀπροίκων γυναικῶν καὶ παίδων νόθων καὶ περὶ γνησίων καὶ περὶ τοῦ μὴ ἔχειν τοὺς ἐμφανεῖς γυναῖκα ἀπόβλητον.
Abrir no leitor do IusCommune →1
pr.Ἡ ἄπροικος γαμετὴ παίδων ὑπόντων ἐὰν ἀπορῇ, διαδεχέσθω τὸ τέταρτον μέρος τοῦ ἰδίου ἀνδρός. εἰ δὲ λεγάτον αὐτῇ κατελείφθη ἐξ αὐτοῦ τοῦ ἀνδρὸς, ἀναπληρούσθω πάλιν τὸ τέταρτον μέρος, λογιζομένη τὸ ἀπὸ τῶν λεγάτων. τὸ λεχθὲν κρατεῖ καὶ ἐπὶ τοῦ ἀνδρὸς ἕδνα μὴ ὁμολογήσαντος· καὶ αὐτὸς ἀπορῶν λήψεται τὸ τέταρτον μέρος ἐκ τῆς περιουσίας τῆς αὐτοῦ γυναικός.
2
pr.Περὶ τῶν νεαρῶν διατάξεων. ᾿Αλλ᾽ ἴσθι, ὅτι λαμβάνει ἡ ἄπροικος γυνὴ πρὸς τὸ τέταρτον μέρος καὶ τὰ ἴδια ἐξώπροικα· πλὴν τὰ εἰρημένα νόει προβαίνειν, ὅτε τελευτῇ ὁ γάμος λύεται.
3
pr.Τοῦ κώδικος. Ἐὰν δύο μῆνας συνοικήσῃ τὶς γαμετῇ ἢ καὶ ἥττονα χρόνον, μὴ διὰ τοῦτο ἀδικείσθω γράφεσθαι κληρονόμος ἢ λεγάτοις τιμᾶσθαι καὶ δωρεαῖς.
4
pr.Ἐάν τις οὕτως εἴπῃ· ὁ δεῖνα ἢ ὁ δεῖνα ἔστω μοι κληρονόμος, ὁ δεῖνα ἢ δεῖνα λεγατάριος, ὁ δεῖνα ἐλεύθερος, καὶ ὁ δεῖνα ἐπίτροπος, ἑκάτερος ἐπὶ τὴν κληρονομίαν, ἐπὶ τὸ λε γάτον, ἐπὶ τὴν ἐλευθερίαν, ἐπὶ τὴν ἐπιτροπὴν καλείσθω· εἰ δὲ ἕν ἐστι [πρόσωπον], πρᾶγμα δὲ δέδοται τόδε ἢ τόδε, τὰ παλαιὰ δίχα καινοτομίας κρατείτω· καὶ ἐπὶ συναλλάγμασιν εἰρήσθω ταῦτα.
5
pr.Οἱ ἐκ διαφόρων γάμων τικτόμενοι παῖδες, κἂν ὁ εἷς γάμος ἄπροικος ἦν, ὁμοίως τὸν πατέρα διαδεχέσθωσαν. καὶ μετὰ ῥεπούδιον οἱ παῖδες κληρονομείτωσαν τοὺς γονεῖς, τρεφόμενοι καὶ μένοντες παρὰ τῷ πατρὶ τὴν αἰτίαν τῆς λύσεως μὴ δεδωκότι. εἰ δὲ ἐξ αὐτοῦ ἡ αἰτία τῆς λύσεως γέγονεν, μένουσι μὲν παρὰ τῇ μητρὶ μὴ δευτερογαμησάσῃ, τρεφόμενοι δὲ παρὰ τοῦ πατρός· ἀποροῦντος δὲ τοῦ πατρὸς, καὶ μένουσι παρὰ τῇ μητρὶ καὶ τρέφονται.
6
pr.Περὶ ῥεπουδίων. Εἰ δέ τις ἀλόγως πέμψει ῥεπούδιον ἐπὶ αἰτίᾳ μὴ διηγορευμένῃ τῷ νόμῳ, οὐ δύναται τὴν χρῆσιν ἐκδικεῖν τῶν εἰς τοὺς ὑπεξουσίους αὐτοῦ ἐκ τῆς εἰρημένης αἰτίας περιερχομένων πραγμάτων.
7
pr.Ὁ ἐξ ἀπελευθέρας ἔχων παῖδας [εἰ] ποιήσει προικῷον συμβόλαιον, γνησίους αὐτοὺς ποιεῖ, κἂν προετέχθησαν.
8
pr.Ὁ ἐκ δούλης ἐσχηκὼς παῖδα, καὶ ταύτην ὕστερον ἅμα τοῖς παισὶν ἐλευθερώσας καὶ προῖκα αὐτῇ ποιήσας, ταύτην μὲν νόμιμον ποιείτω γαμετὴν καὶ τοὺς παῖδας γνησίους.
9
pr.Τὰ ἐξ ἐλευθέρας γαστρὸς τικτόμενα ἐλεύθερά εἰσιν, εἰ καὶ δοῦλός ἐστιν ὁ τούτων πατήρ.
10
pr.Ὁ τελευτῶν ἐπὶ παλλακῇ καὶ νόθοις παισὶ, γνησίας μὲν ὑπούσης γονῆς, γαμετῆς δὲ χωρὶς, ἄχρι μιᾶς οὐγκίας μὲν καὶ μόνης καταλιμπανέτω τῇ παλλακῇ, μὴ ἐχούσῃ δὲ παῖδας ἡμιούγκιον δωρείσθω αὐτῇ καὶ μόνον· εἰ δὲ τις περισσὸν δῷ, οἱ γνήσιοι παῖδες τοῦτο ἐκδικείτωσαν· γνησίων δὲ [μὴ] ὑπόντων ἢ ἀνιόντων, ὅπου αὐτὸς βούλεται διδότω. εἰ δὲ περίεισιν ἀνιόντες, τὸ νόμιμον αὐτοῖς καταλιμπάνων τὸ ὑπόλοιπον διαιρεῖται ὡς βούλεται.
11
pr.᾿Αδιαθέτου δέ τινος τελευτῶντος ἐπὶ νόθοις παισὶ, ὑπόντων δὲ καὶ γνησίων ἢ γαμετῆς, μηδὲν οἱ νόθοι λαμβανέτωσαν· ἀποτρεφέσθωσαν δὲ ὑπὸ τῶν κληρονόμων· τούτων δὲ μὴ ὑπόντων, τὸ διούγκιον καὶ μόνον μετὰ τῆς μητρὸς λαμβανέτωσαν, ἢ καὶ αὐτῆς μὴ οὔσης, αὐτοὶ μόνοι οἱ νόθοι λαμβανέτωσαν, τοῦ λοιποῦ εἰς τοὺς ἐξ ἀδιαθέτου κληρονόμους, ἢ καὶ τούτων μὴ ὄντων τῷ δημοσίῳ παρεχομένου.
12
pr.Ὁ ἔχων γαμετὴν οὐ δύναται ἔχειν παλλακήν. οὔτε δὲ οἱ ἐκ διαφόρων παλλακῶν παῖδες οὐ δύνανται κληρονομεῖν τὸν πατέρα. οἱ γὰρ ἐξ ἀθεμιτογαμίας οὔτε νόθοι εἰσὶν, οὔτε κληρονομοῦσι τοῦ πατρός τι, οὔτε τρέφονται παρ᾽ αὐτοῦ.
13
pr.Τῶν διγέστων. – Οἱ ἐκ πορνείας καὶ συγκεχυμένης σπορᾶς τικτόμενοι παῖδες λέγονται σπούριοι. οὗτοι δὲ τῇ μητρὶ ἔστωσαν, οἱ δὲ νόμιμοι τοῦ πατρός.
14
pr.Οἱ συγκλητικοὶ μὴ ἀγαγέσθωσαν ἀπεῤῥιμένας γυναῖκας, οἷον δούλην ἢ θυγατέρα αὐτῆς, ἢ ἀπελευθέραν ἢ ταύτης παῖδα, ἢ σκηνικὴν ἢ ἐργαστηριάρχισσαν ἢ θυγατέρα τούτων, ἢ πορνοβοσκοῦ ἢ ἀρεναρίου θυγατέρα.
15
pr.Μηδεὶς τὴν τοῦ ἀδελφοῦ γαμετὴν ἀγέσθω, κἂν παρθένος ἐστίν· οὐδὲ γὰρ τῇ συναφείᾳ γάμος ἀλλὰ τῇ διαθέσει συνίσταται· οὐδὲ παῖδες οἱ ἐντεῦθεν τικτόμενοι· ὑφεξῃρημένων τῶν αἰγυπτίων τῶν ἤδη τοῦτο ποιησάντων.
16
pr.Μηδεὶς ἀπὸ φιλοτιμίας βασιλικῆς ἀθεμίτῳ συναλλασσέτω γάμῳ· οἷον πρὸς θυγατέρα ἀδελφῆς ἢ γυναῖκα ἀδελφοῦ, ἀλλὰ καὶ τὰ γεγονότα ἀνατραπήσεται.
17
pr.Ἰουστινιανοῦ βασιλέως. Ὁ αὐτὸς βασιλεὺς περὶ τῶν ἀθεμίτως συναπτομένων ἀπὸ τρίτου γάμου καὶ ἐπέκεινα, καὶ περὶ τῶν συναπτομένων ταῖς ἰδίαις δούλαις. – Εἴρηται τῷ θεόπτῃ μωσῇ περὶ τῶν ἐγγεγραμμένων ἐν τῇ θείᾳ γραφῇ· ἐπ᾿ αὐτοῖς οὐκ ἔστιν προσθεῖναι, ἀπ᾿ αὐτῶν καὶ οὐκ ἔστιν ἀφελεῖν. τὰ οὖν εἰρημένα ἐν τῷ δευτέρῳ τίτλῳ ὡς ἑπόμενα τῷ θείῳ ἀποστόλῳ παύλῳ περὶ τῶν γαμικῶς ἐν θεσμῷ συναπτομένων, ἕως γὰρ δευτέρου συνοικεσίου μνήμην πεποίηνται καὶ περαιτέρω οὐδαμῶς ὡς παρανόμου καὶ κτηνώδους, ἤδη τὴν κύρωσιν ἔλαβεν. διὸ ὁρίζομεν παντὶ τρίτον συνοικέσιον καὶ ἐπέκεινα μὴ γίνεθαι, ὡς ἀλλότρια τῆς θείας ἀποστολικῆς διατάξεως καὶ ξένα τῆς χριστιανικῆς ἀγχιστείας· μήτε μὴν τὰς οἰκετικὴν τύχην λαχούσας κόρας ἀποικίζεθαι εἰς γαμικὴν γνησιότητα, ἢ καὶ ὀνομάζεθαι αὐτὰς συζύγους, καὶ μάλιστα τοὺς ἐν ὑπεροχῇ καὶ ἀξίᾳ ὄντας· ἐὰν γὰρ πλημμελήσῃ τὶς ἀπὸ τοῦ παρόντος, παράνομον εἶναι τὸ συνοικέσιον, καὶ τοὺς τικτομένους ἐκ τῶν τοιούτων γάμων παῖδας νόθους τυγχάνειν.
18
pr.Ὁ προῖκα ποιήσας τῇ ἰδίᾳ δούλῃ ἐλευθέραν καὶ νόμιμον παρασκευάζει γαμετὴν, καὶ τοὺς παῖδας ἐλευθέρους καὶ γνησίους ποιεῖ.
19
pr.Τὰ γαμικὰ κέρδη καὶ μὴ κληρονομοῦντες τοὺς γονεῖς οἱ παῖδες ἐχέτωσαν.
20
pr.Ὅτι ὁ νόμος τῆς τῶν ἰδιωτῶν γνώμης ἰσχυρότερός ἐστιν· ὅθεν τὸ ἐκ νόμου διδόμενόν τινι κέρδος ἰδιώτης παντάπασιν ἀφαιρεῖσθαι οὐ δύναται.
21
pr.Ὁ στρατιώτης λεγατεύσας τῷ ἰδίῳ δούλῳ ἐλεύθερον αὐτὸν ποιεῖ.