JGR IV 2.27
Περὶ ἁρπαγῆς γυναικῶν καὶ δούλων καὶ φυγῶν καὶ ἁρπαγῆς πραγμάτων. Ιουστινιανοῦ τοῦ βασιλέως.
Abrir no leitor do IusCommune →1
pr.Ὁ παρὼν νόμος [ἀνακεφαλαιούμενος] τὰς ἐν τῷ κώδικι κειμένας περὶ ἁρπαγῆς γυναικὸς διατάξεις παρακελεύεται τὴν ἑλομένην γυναῖκα συναφθῆναι τῷ ἁρπάσαντι αὐτὴν, οἱασδήποτε ἡλικίας ἐστὶν ἢ αἱρέσεως, μηδὲν ἐκ τῆς αὐτοῦ περιουσίας κερδαίνειν, ἀλλὰ καὶ ἀθέμιτον εἶναι τὸν τοιοῦτον γάμον. τὰ μέντοι πράγματα τοῦ ἁρπάσαντος καὶ τῶν συμπραξαμένων αὐτῷ εἰς τὴν ἁρπαγὴν τοὺς γονεῖς τῆς γυναικὸς ἀποκερδαίνειν, εἰ μὴ τῷ τοιούτῳ ἀθεμίτῳ συνήνεσαν γάμῳ. ἑκατέρους δὲ συναινέσαντας τῷ τοιούτῳ γάμῳ τελευτήσαντας τὸν φίσκον οἰκειοῦσθαι '.
2
pr.Οἱ ἁρπάσαντες γυναῖκα ἢ μεμνηστευμένην ἢ χήραν, εἴτε εὐγενῆ εἴτε ἀπελευθέραν εἴτε δούλην εἴτε μονάστριαν, κἂν τὴν ἰδίαν μνηστήν τις ἁρπάσῃ, εἰ μὲν μετὰ ξίφων ἢ ῥοπάλων τὴν ἁρπαγὴν ἐποιήσαντο, οἱ τοιοῦτοι ξίφει τιμωρείσθωσαν. οἱ δὲ συνυπουργοῦντες αὐτοῖς ἢ ἑκόντες ὑποδεξάμενοι, τυπτόμενοι καὶ κουρευόμενοι ῥινοκοπείσθωσαν. εἰ δὲ χωρὶς οἱωνδήποτε ὅπλων τὴν ἁρπαγὴν ἐποιήσαντο, ὁ μὲν τὴν ἁρπαγὴν ποιήσας χειροκοπείσθω, οἱ δὲ βοηθήσαντες τυπτόμενοι καὶ κουρευόμενοι ἐξοριζέσθωσαν.
3
pr.Ὁ ἁρπάζων μονάστριαν ἢ καὶ παρθένον βιωτικὴν ἐξ οἱουδήποτε τόπου, ἐὰν διαφθείρει αὐτὴν, ῥινοκοπείσθω· οἱ δὲ τῇ τοιαύτῃ ἁρπαγῇ συντρέχοντες ἐξοριζέσθωσαν.
4
pr.Δοῦλος εἰδὼς καὶ συμπράττων τῇ ἁρπαγῇ τῆς ἰδίας δεσποίνης, καιέσθω.
5
pr.Ὁ τὸν φυγάδα δοῦλον ὑποδεξάμενος δίδωσιν αὐτὸν μετὰ καὶ ἑτέρου ὁμοίου ἤτοι εἴκοσι νομισμάτων. ὁσάκις δὲ αὐτὸν ὑποδέξεται, τοσαυτάκις αὔξεται ἐπ᾿ αὐτὸν ἡ ποινή.
6
pr.[Κατὰ τοῦ] ἁρπάσαντος πράγματα ἀπὸ ἐμπρησμοῦ ἢ καταπτώσεως ἢ ναυαγίου ἢ ὑποδεχομένου κατὰ δόλον τὰ τοιαῦτα πράγματα, ἐντὸς ἐνιαυτοῦ εἰς τὸ διπλοῦν δίδοται, μετὰ δὲ τὸν ἐνιαυτὸν εἰς τὸ ἁπλοῦν.
7
pr.Περὶ τοῦ ἐὰν βίᾳ ἢ ἑτέρῳ τρόπῳ τοῦ ἀπολιμπανομένου διαρπαγῇ ἡ ὑπόστασις. Οἱουδήποτε συγγενοῦς ἢ φίλου ἢ μισθωτοῦ ἢ οἰκέτου νεμομένου ὑπὲρ τοῦ καθ οἱανδήποτε ἀπολιμπανομένου αἰτίαν, ἀσάλευτον ὁ ἄρχων τὴν νομὴν φυλαττέτω, τὸ πρόσωπον ἀναλαμβάνων τοῦ ἀπολιμπανομένου. μὴ ἐκβαλλέτω τὸ διωχθὲν πρόσωπον τῆς νομῆς βουλόμενον κινῆσαι, κἂν μὴ ἔχει μανδάτον, κἂν οἰκέτης ἐστὶν, κἂν ὁ περὶ ἀποκαταστάσεως τῆς νομῆς παρέλθῃ χρόνος. εἰ δὲ τὰ εἰρημένα ῥαθυμήσωσι πρόσωπα, μὴ ἀντικείσθω τῷ δεσπότῃ ἐπανιόντι ἡ τοῦ χρόνου παραδρομή, ἀλλὰ ἀποδιδόσθω ἡ νομή, φυλαττομένου περὶ τῆς δεσποτείας ἀγῶνος Τ.