JGR IV 2.26
Περὶ ἀγελαρίων καὶ βοῶν καὶ χοίρων καὶ προβάτων καὶ ἵππων καὶ ὄνων καὶ κυνῶν πραῖδαν ποιούντων καὶ πεσόντων εἰς διώρυγμα ἀμπελώνων '.
Abrir no leitor do IusCommune →1
pr.Ἐὰν ἀγελάριος βοῶν ἕωθεν παρὰ τοῦ γεωργοῦ βοῦν λάβῃ καὶ συγκαταμίξῃ αὐτὸν μετὰ τῆς ἀγέλης, καὶ συμβῇ τὸν βοῦν λυκωθῆναι, δειξάτω τὸ πτῶμα τῷ κυρίῳ αὐτοῦ καὶ αὐτὸς ἀνέγκλητος ἔστω.
2
pr.Ἐὰν ἀγελάριος βοῦν ἀπολέσῃ καὶ οὐ μηνύσῃ τῷ κυρίῳ αὐτοῦ τῇ αὐτῇ ἡμέρᾳ, ἐν ᾗ τὸν βοῦν ἀπώλεσεν, ὅτι τὸν βοῦν ἕως ὧδε καὶ ὧδε ἑώρακα, τί δὲ γέγονεν οὐκ οἶδα, ζημιοῦται. εἰ δὲ καταμηνύσει, ἔστω ἀζήμιος.
3
pr.Ἐὰν ἀγελάριος ἕωθεν παραλάβῃ βοῦν παρὰ γεωργοῦ, καὶ ἀφανὴς γένηται ὁ βοῦς, ὀμοσάτω [δ] ἀγελάριος [μὴ] αὐτὸν πεπονηρεῦσθαι καὶ ὅτι οὐκ ἐκοινώνησε τῇ ἀπωλείᾳ τοῦ βοὸς, καὶ ἀζήμιος ἔστω.
4
pr.Ἐὰν ὁ ἀγελάριος ἕωθεν παραλάβῃ βοῦν μὴ κεκλασμένον, ἀλλ᾽ ὑγιῆ, καὶ συμβῇ αὐτὸν κλασθῆναι ἢ ἀπολεσθῆναι, όμο σάτω ὁ ἀγελάριος μὴ αὐτὸν πεπονηρεῦσθαι, καὶ ἀζήμιος ἔστω. εἰ δὲ ὕστερον ἐλεγχθῇ ἀπὸ δύο ἢ τριῶν μαρτύρων ἀξιοπίστων, ὅτι ἐπιώρκησεν, γλωσσοκοπείσθω καὶ τὸ ἀζήμιον τῷ κυρίῳ τοῦ βοὸς ποιείτω.
5
pr.Ἐὰν ἀγελάριος μετὰ τοῦ ἐν ταῖς χερσὶ αὐτοῦ ξύλου ἀπολέσῃ βοῦν ἢ ἐκτυφλώσῃ, οὐκ ἐστιν ἀθῶος, [ἀλλὰ] ζημιωθήτω· εἰ δὲ μετὰ λίθου, ἀθῶος ἔστω.
6
pr.Ἐὰν ἐκ τῆς ἀγέλης χωρισθῇ βοῦς καὶ εἰσέλθῃ ἐν χώρᾳ ἢ ἀμπελῶνι καὶ πραῖδαν ποιήσῃ, τοῦ μὲν μισθοῦ αὐτοῦ μὴ στερείσθω ὁ ἀγελάριος, τὴν δὲ πραῖδαν διδότω πᾶσαν.
7
pr.Ἐάν τις εὕρῃ βοῦν ἢ ὄνον ἢ ἵππον ἐν ἀμπέλῳ ἢ ἐν ἀγρῷ ἢ ἐν ἑτέρῳ τόπῳ πραῖδαν ποιοῦντα, καὶ οὐ παραδώσῃ αὐτὸν τῷ κυρίῳ αὐτοῦ ὡς μέλλων αὐτὸν ἀπαιτεῖν ἅπασαν τὴν πραῖδαν, ἀλλὰ φονεύσῃ ἢ κλάσῃ ἢ τυφλώσῃ ἢ ὠτοκοπήσῃ ἢ οὐροκοπήσῃ, οὐκ ἄρει αὐτὸν ὁ κύριος αὐτοῦ, ἀλλὰ λαμβάνει ἄλλον ἀντ᾿ αὐτοῦ.
8
pr.Ἐάν τις εὕρῃ χοῖρον ἢ πρόβατον ἢ κύνα ἐν πραίδᾳ, παραδώσει αὐτὸν ἐν πρώτοις τῷ κυρίῳ αὐτοῦ, εἶτα δευτερώσας καὶ παραγγείλας τὸ τρίτον οὐροκοπήσει ἢ τοξεύσει αὐτὸν, ἀνέγκλητος ἔστω.
9
pr.Ἐὰν βοῦς ἢ ὄνος ἢ ἵππος ἢ ἄλλο τὶ θέλων εἰσελθεῖν ἐν ἀμπέλῳ ἢ ἐν κήπῳ ἐμπέσῃ εἰς τὸ διώρυγμα ἢ ἐμπαρῇ ἐν τοῖς τοῦ φραγμοῦ πάλοις, ἀζήμιος ἔστω ὁ τοῦ διωρύγματος κύριος.
10
pr.Ἐάν τις στήσῃ μάγγανον ἐν καιρῷ τῶν καρπῶν καὶ ἐμπέσῃ ἐν αὐτῷ κύων ἢ χοῖρος καὶ ἀποθάνῃ, ἀζήμιος ἔστω ὁ τοῦ μαγγάνου κύριος.
11
pr.Ἐάν τις ἐγκλείσῃ χοῖρον ἢ κύνα ἀλλότριον καὶ διαφθαρῇ, εἰς τὸ διπλάσιον καταδικάζεται.
12
pr.Ἐάν τις κύνα ποιμενικὸν φονεύσῃ καὶ οὐχ ὁμολογήσῃ, ἀλλὰ γένηται θηρίων ἔφοδος ἐν τῇ μάνδρᾳ· μετέπειτα διαγινωσκόμενος ὁ φονεὺς, πᾶσαν τὴν ἀπώλειαν τῆς ποίμνης δωσάτω μετὰ καὶ τῆς τιμῆς τοῦ κυνός.
13
pr.Ἐάν τις διαφθείρῃ κύνα ποίμνης ἐπιτηδείοτητι φαρμάκου, λαμβανέτω μάστιγας ρ΄, καὶ τὸ διπλάσιον τῆς τιμῆς παρεχέτω. εἰ δὲ καὶ ἀπώλεια τῆς ποίμνης γέγονεν, πᾶσαν τὴν ζημίαν δωσάτω.
14
pr.Ὁ συνακρίσας κύνα πρὸς κύνα, ἐὰν συμβῇ κηλωθῆναι ἢ ἀποθανεῖν, λαμβανέτω μάστιγας· εἰ δὲ μαχομένων δύο κυ νῶν ὁ τοῦ ἑνὸς κύριος δώσει τῷ ἄλλῳ μετὰ ξίφους ἢ ῥάβδου ἢ λίθου καὶ πάθῃ τὶ, τὸ ἀζήμιον ποιείτω.
15
pr.Ἐάν τις κύνα τῆς αὐλῆς καταῤῥάξῃ ἢ σφάξῃ, δώδεκα νομίσματα ἀπολογείτω τῷ κυρίῳ αὐτοῦ. ἐὰν δὲ καὶ λαγγαῖος ἐστὶν, δωσάτω τῷ κυρίῳ αὐτοῦ νομίσματα γ '. εἰ δὲ διώκτης ἐλάφων ἢ χοίρων, νομίσματα λ΄.
16
pr.Ὁ κύνα ἔχων λαθραίως πληγάτην καὶ μὴ ἀνελὼν αὐτὸν, ὡς τερρέσιος μαστιγούτω, τὸν δὲ κύνα ἀποκτεινέτω.
17
pr.Ὁ ἀποκτείνας κύνα τοῦ ἀμφόδου, τηρείτωσαν οἱ ἀκροαταὶ τὴν ῥάβδον αὐτοῦ, καὶ εἰ μὲν θελετὴν πηχαίαν ἔχει, ἀζήμιος ἔστω. εἰ δὲ πλεῖον ἔχει, ἀπολογείτω τὴν στάσιν αὐτοῦ νόμισμα ἕν.
18
pr.Ἐάν τις βοῦν ἤ ὄνον ἢ ἄλλο τὸ οἱονοῦν κτῆνος ἀγνωσίᾳ τοῦ κυρίου αὐτοῦ ἄρῃ καὶ ἐν πραγματείᾳ ἀπέλθῃ, δότω τὸν μισθὸν αὐτοῦ ἐν διπλῷ· εἰ δὲ καὶ ἀποθάνῃ ἐν τῇ ὁδῷ, δώσει δύο ἀντὶ τοῦ ἑνός.
19
pr.Ἐάν τις ἐξέλθῃ πρὸς συγκομιδὴν τοῦ ἰδίου κτήνους καὶ διώκων αὐτὸ συνδιώξῃ μετ᾿ αὐτοῦ καὶ ἕτερον, καὶ οὐκ ἐπισυνάξῃ αὐτὸ μετὰ τοῦ ἰδίου, ἀλλὰ ἀπολεσθῇ ἢ λυκωθῇ, δότω ἀντίψυχον τῷ κυρίῳ αὐτοῦ. εἰ δὲ μηνύων ἐμήνυσεν καὶ τὸν τόπον ὑπέδειξεν, ὡς ἀδυνατῶν ἐπικρατῆσαι ἢ στρέψαι αὐτὸ, ἀζήμιος ἔστω.
20
pr.Ἐάν τις παρέρχηται ἐν ὁδῷ καὶ εὕρῃ κεκλασμένον κτῆνος καὶ σπλαχνισθεὶς μηνύσῃ, ὑποψίαν [δὲ] ἔχῃ ὁ κύριος τοῦ κτήνους τὸν μηνυτὴν πεπονηρεῖσθαι, ἀπολογήσεται περὶ τῆς κλάσεως, περὶ δὲ τῆς ἀπωλείας μηδὲν ἀνακρινέσθω.
21
pr.Ὁ διαφθείρων ἀλλότριον κτηνος ἐξ οἱασδήποτε προφάσεως, διαγινωσκόμενος τὸ ἀζήμιον ποιείτω τῷ κυρίῳ αὐτοῦ.
22
pr.Ὁ παραδιδοὺς δούλῳ κτήνη πρὸς νομὴν ἄνευ εἰδήσεως τοῦ κυρίου αὐτοῦ, καὶ ἐξ αὐτῶν ἀπολέσῃ, ἀζήμιος ἔστω ὁ δοῦλος καὶ ὁ τούτου κύριος. εἰ δὲ εἰδήσει τοῦ κυρίου αὐτοῦ παραλάβῃ, καὶ καταφάγῃ καὶ ἀπολέσῃ, ὁ κύριος αὐτοῦ ἀποδώσει.
23
pr.Οἱ σίτου καὶ οἴνου ἄδικα μέτρα ἔχοντες δι αἰσχροκέρδειαν, τυπτέσθωσαν ἰσχυρῶς.