JGR IV 2.25
Περὶ γεωργῶν Ἰουστινιανοῦ τοῦ βασιλέως.
Abrir no leitor do IusCommune →1
pr.Χρὴ τὸν γεωργὸν ἐργαζόμενον τὸν ἴδιον ἀγρὸν εἶναι δίκαιον καὶ μὴ παρορίζειν αὔλακας τοῦ πλησίον. εἰ δὲ καὶ παρορίσει καὶ κολοβώσει τὴν μερίδα τὴν ἔγγιστα αὐτοῦ, καὶ σπείρει αὐτὴν, ἀπόλλει τὸν σπόρον καὶ τὴν γεωργίαν αὐτοῦ καὶ τὴν ἐπικαρπίαν.
2
pr.Ἐάν τις γεωργὸς ἄνευ εἰδήσεως τοῦ κυρίου τῆς χώρας εἰσελθὼν νεάσῃ ἢ σπείρῃ, μὴ λαμβανέτω μήτε ὑπὲρ τῆς ἐργασίας μήτε ὑπὲρ τῆς νεάσεως, μήτε ἐπικαρπίαν ὑπὲρ τοῦ σπόρου, ἀλλὰ μηδὲ τὸν καταβληθέντα κόκκον.
3
pr.Ἐὰν συμφωνήσωσιν δύο γεωργοὶ μεταξὺ ἀλλήλων καταλλάξαι χώρας, παρόντων καὶ δύο καὶ τριῶν μαρτύρων, καὶ εἰς τὸ διηνεκὲς συνεφώνησαν, μενέτω ἡ τούτων καταλλαγὴ βεβαία καὶ ἀσάλευτος.
4
pr.Ἐὰν δύο γεωργοὶ συμφωνήσωσι πρὸς καιρὸν τοῦ σπεῖραι καὶ διαστρέψῃ τὸ ἓν μέρος, εἰ μὲν ὁ κόκκος κατεβλήθη, μὴ διαστρέψωσι· εἰ δὲ ὁ διαστρέφων οὐκ ἐνέασεν, [ὁ δὲ ἕτερος ἐνέασεν,] νεάσει καὶ ὁ διαστρέφων καὶ διαστρεφέτω.
5
pr.Ἐὰν γεωργὸς ἔχῃ δίκην ἐν ἀγρῷ καὶ εἰσέλθῃ παραγνώμην τοῦ σπείραντος καὶ ἀνάρχως θερίσῃ, ἐὰν μὲν ἔχῃ δίκαιον, μηδὲν ἐχέτω ἐξ αὐτοῦ· εἰ δὲ καὶ [εἰκῆ] ἐδικαιολόγησεν, διπλῇ ποσότητι παρεχέτω τὸ θερισθέν.
6
pr.Ἐὰν γεωργὸς μορτὴν μερίσας ἄνευ γνώμης τοῦ χωροδότου καὶ κουβαλήσῃ τὰ δράγματα αὐτοῦ, ὡς κλέπτης ἀλλοτριωθήσεται πάσης τῆς ἐπικαρπίας αὐτοῦ.
7
pr.Μορτίτου μέρος δεμάτια ἐννέα, χωροδότου μέρος δεμάτιον ἕν. ὁ δὲ ἐκτὸς τούτου μεριούμενος θεοκατάρατος.
8
pr.Ἐὰν γεωργὸς λαβὼν χώραν ἐφ᾽ ἡμισείας καὶ τοῦ καιροῦ καλοῦντος μὴ νεάσῃ, ἀλλ᾽ εἰς ὄψιν ῥίψῃ τὸν κόκκον, μηδὲν ἐκ τῆς ἐπικαρπίας λαμβανέτω, ὅτι διαψευσάμενος διεχλεύασεν τὸν τῆς χώρας κύριον.
9
pr.Ἐάν τις λάβῃ ἀμπελῶνα πρὸς ἐργασίαν μεταμεληθεὶς μηνύσῃ τῷ κυρίῳ τοῦ ἀγροῦ ὡς μὴ δυνάμενος, ὁ δὲ κύριος τοῦ ἀγροῦ ἀμελήσῃ, ἀζήμιος ἔστω ὁ ἡμισυαστής.
10
pr.Ἐὰν δὲ ὁ κύριος τοῦ ἀγροῦ ἀποδημήσῃ, καὶ μεταμεληθεὶς ὁ τὴν ἡμίσειαν λαβὼν οὐκ ἐργάσῃ τὸν ἀγρὸν, ἐν διπλῇ ποσότητι τὰς ἐπικαρπίας διδότω.
11
pr.Ἐάν τις λαβὼν ἀμπελῶνα ἢ χώραν εἰς γεωργίαν καὶ ἀῤῥαβῶνα λαβὼν ἐκ τοῦ κυρίου αὐτοῦ ἀπάρξηται καὶ διαστραφεὶς ἀφήσῃ αὐτὸ, τὴν ἀξίαν τιμὴν τοῦ ἀγροῦ δωσάτω, καὶ τὸν ἀγρὸν ἐχέτω ὁ κύριος αὐτοῦ.
12
pr.Ἐάν τις ἐργάσηται ἔνυλον χώραν ἀλλοτρίαν, τρία ἔτη ἐπικαρπεύσει αὐτὴν καὶ πάλιν ἀποδώσει τῷ κυρίῳ αὐτῆς.
13
pr.Ἐὰν ἀπορήσας γεωργὸς τοῦ ἐργάσασθαι τὸν ἴδιον ἀγρὸν καὶ διαφύγῃ καὶ ξενιτεύσῃ, οἱ τῷ δημοσίῳ λόγῳ ἀπαιτούμενοι τρυγείτωσαν αὐτὸν, μὴ ἔχοντος ἄδειαν τοῦ ἐπαν-- ερχομένου γεωργοῦ ζημιοῦν αὐτοὺς τὸ οἱονοῦν.
14
pr.Ἐὰν γεωργὸς ἀποδράσῃ ἐκ τοῦ ἰδίου ἀγροῦ, τελείτωσαν κατ᾿ ἔτος τὰ ἐξτρὰ ὄρδινεμ [τοῦ] δημοσίου λόγου οἱ τρυγῶντες καὶ νεμόμενοι τὸν ἀγρόν· [εἰ δὲ μὴ,] ζημιούσθωσαν ἐν διπλῇ ποσότητι.
15
pr.Ἐὰν γεωργὸς κλέψῃ ἐν σκάφῃ λίσγον ἢ δίκελλαν ἢ κλαδευτήριον ἐν καιρῷ αὐτῶν, ἢ ἐν θερισμῷ δρέπανον ἢ ἐν ὑλοκοπίῳ πέλεκυν, καὶ μετὰ χρόνον γνωρισθῇ, παρεχέτω ὑπὲρ αὐτοῦ ἡμερούσιον φόλλεις ιβ΄.
16
pr.Ὁ κλέπτων ἀλλοτρίαν ὕλην καὶ ἐργαζόμενος καὶ σπείρων, μηδὲν ἐχέτω ἐκ τῆς ἐπικαρπίας.
17
pr.Ἐάν τις ἐν ἀλλοτρίῳ ἐδάφει οἰκείαις ὕλαις οἶκον κατασκευάσῃ, ὁ τοῦ ἐδάφους κύριος καὶ τοῦ οἰκήματος ἔστω δε σπότης, διὰ τὸν κανόνα τὸν λέγοντα· εἴκει τὰ ἐπικείμενα τοῖς ὑποκειμένοις. ὥστε οὖν σὺν ταῖς ὅλαις ἀπολαύσει καὶ δεσποτείας διηνεκῶς ὁ τοῦ ἐδάφους κύριος, μὴ δυναμένου κινεῖν περὶ τῆς τῶν ὑλῶν διατιμήσεως τοῦ τὴν οἰκίαν πήξαντος.
18
pr.Ὁ ἐν ἀλλοτρίῳ ἐδάφει κτίζων ἢ σπείρων ἢ φυτεύων ἢ ἄλλο τὶ ἐργαζόμενος, ἐκπιπτέτω τῆς δεσποτείας μηδὲ τὰ δαπανήματα λαμβάνων.
19
pr.Εἰ δέ τις ἐν ἀπόρῳ ἀλλοτρίῳ τόπῳ οἰκοδομήσει οἶκον ἢ φυτεύσει ἀμπελῶνα, καὶ μετὰ χρόνον ἔλθωσιν οἱ τοῦ τόπου κύριοι, οὐκ ἔχουσιν ἄδειαν τὸν οἶκον κατασπᾶν ἢ τὸν ἀμπελῶνα ἐκριζοῦν, ἀλλὰ λαμβάνειν ἀντιτοπίαν ὅπου ἂν βούλοιντο. εἰ δὲ ἀνανεύων ἀνανεύει ὁ εἰς τὰ ἀλλότρια κτίσας μὴ δοῦναι ἀντιτοπίαν, ἄδειαν ἔχειν τὸν τοῦ· τόπου κύριον καὶ τὸν οἶκον κατασπᾶν καὶ τὸν ἀμπελῶνα ἐκριζοῦν.
20
pr.Ἐάν τις οἰκῶν ἐν χωρίῳ ἀγνώμη τοῦ κυρίου αὐτοῦ ποιήσῃ μύλον, ἐὰν ξένος ἐστὶν, ἐχέτω αὐτὸν δεκαεννέα χρόνους καὶ ἐξωθείσθω. εἰ δέ τις ἐν τόπῳ κοινῷ διαγνώσῃ ἐργαστήριον μύλου καὶ τοῦτον προκατάσχῃ, μετὰ δὲ τὴν τοῦ ἐργαστηρίου τελείωσιν οἱ τοῦ χωρίου κοινωνοὶ καταβοῶσιν ὡς ἴδιον καὶ κοινὸν τόπον, πᾶσαν τὴν ὀφειλομένην αὐτῷ δωσάτωσαν καταβολὴν εἰς τὴν ἔξοδον τοῦ ἐργαστηρίου, καὶ ἔστωσαν κοινωνοὶ τῷ προεργασαμένῳ.
21
pr.Εἰ δὲ διωγμὸς χώρας ὑπὸ ἐθνῶν γένηται, καὶ μετὰ χρόνον εἷς τῶν ἀδελφῶν ἀναλύσας οἰκοδομήσῃ μύλον, μετὰ διελεύσεως τῶν λοιπῶν ἀδελφῶν πᾶσαν τὴν ὀφειλομένην ἔξοδον δωσάτωσαν καὶ ἀκωλύτως εἰσερχέσθωσαν.
22
pr.Ἐὰν μερισθείσης τοῦ χωρίου γῆς εὕρῃ τὶς τῇ ἰδίᾳ μερίδι τόπον ἐπιτήδειον καὶ ποιήσῃ μύλον, οὐκ ἔχουσίν τι λέγειν οἱ γεωργοὶ περὶ τοῦ μύλου.
23
pr.Ἐὰν τὸ ὕδωρ τὸ ἐρχόμενον ἐν τῷ μύλῳ ἐρημεῖ χωράφια ἢ ἀμπελῶνας, τὸ ἀβλαβὲς ποιείτω ἢ ἀργείτω.
24
pr.Εἰ δὲ οὐ θέλουσιν οἱ αὐθένται τῶν χωραφίων πωλῆσαι τὴν παρέξοδον τοῦ ὕδατος, καταλυέσθω ὁ μύλος.
25
pr.Ὁ καλῇ πίστει ἀγοράσας ἔδαφος, μετὰ δὲ τὸ γνῶναι τοῦτο ἀλλότριον κτίσας ἐν αὐτῷ, τὰ μὲν δαπανήματα οὐκ ἀπαιτεῖ, συγχωρεῖται δὲ τοῦ ἐδάφους περιελεῖν τὸ οἰκοδόμημα δίχα ζημίας.
26
pr.Ὁ κατὰ βίαν ἀγροῦ τινος ἐπεμβαίνων καὶ ἐκ τοῦ οἰκείου αὐτοῦ μέρους ἀναιρεθῇ τις, ἢ καὶ ἐκ τοῦ ἐναντίου, αὐτὸς ὡς ἀνδροφόνος τὴν κεφαλὴν ἀποτεμνέσθω.
27
pr.Ὁ νομίζων τὸν ἀγρὸν ἢ ἕτερον πρᾶγμα παρ ' ἑτέρου νεμόμενον ἑαυτῷ διαφέρειν, προσίτω τῷ ἄρχοντι. εἰ δὲ βίαν κατηγορῶν μὴ ἀποδείξῃ αὐτοῦ, τὴν τιμωρίαν ὑπομενέτω, εἰ δὲ περιφρονήσας τοῦ δικαστηρίου βίαν αὐτὸς ἐπαγάγῃ, τέως μὲν τῆς νομῆς ἐκπιπτέτω, καταδικαζέσθω δὲ περὶ τῆς βίας, καὶ ἐξοριζέσθω ἐκπίπτων καὶ τῶν οἰκείων πραγμάτων.
28
pr.᾿Αλλοτρίοις οἴκοις ἢ ἀγροῖς ἢ ἐργαστηρίοις ἢ πράγμασι μηδεὶς ἐξ οἰκείας προσηγορίας σανίδας ἐπιτιθέτω, δήμευσιν ἐκ παραβάσεως εὐλαβούμενος.
29
pr.Πάντες οἱ ἄρχοντες πολιτικοί τε καὶ στρατιωτικοὶ δι ἑαυτῶν ἀναζητείτωσαν τοὺς βίας ἢ ἁρπαγὰς ἢ ἄλλα ἀτοπήματα ἐν ταῖς ἐπαρχίαις πλημμελοῦντας.