JGR IV 2.24
Περὶ καινοτομιῶν καὶ πηγῶν καὶ ὁδῶν καὶ ποταμῶν καὶ ὁροθεσιῶν καὶ δένδρων.
Abrir no leitor do IusCommune →1
pr.Τὸν ἐπίκοινον τοῖχον οὐδ᾽ ἕτερος τῶν κοινωνῶν δύναται καταλύειν ἢ ἀνανεοῦν παραγνώμην τοῦ κοινωνοῦ, ἐπειδὴ οὐκ ἐστιν μόνος δεσπότης '.
2
pr.Τῷ δούλῳ κτίζοντι καλῶς παραγγέλλει τὶς περὶ καινοτομίας, δοῦλος δὲ ἑτέρῳ κτίζοντι παραγγέλλειν οὐ δύναται.
3
pr.Προστάττομεν, ὁ τὸν παλαιὸν οἶκον ἀνανεῶν τὸ ἀρχαῖον σχῆμα μὴ παρεξίτω μήτε ἀφαιρείσθω τὰ φῶτα ἢ τὴν ἄποψιν τῶν γειτόνων, εἰ μὴ ἄρα δουλείαν ἔχει τοιαύτην κατὰ σύμφωνον ἢ ἐπερώτησιν παραχωρηθεῖσαν αὐτῷ ἐπιτρέπουσαν ὡς βούλεται τὸ παλαιὸν ἐναμείβειν σχῆμα. ὁ γὰρ τὴν τοιαύτην ἔχων δουλείαν ἀκωλύτως ἃ βούλεται οἰκοδομείτω, εἰ καὶ βλάπτει τοὺς γείτονας, ἐπειδὴ καὶ τοῦτο κατὰ σύμφωνον ἢ ἐπερώτησιν αὐτῷ ἐπιτέτραπται. ἡνίκα δύο οἰκίαι ἄντικρυς ἵστανται, χρὴ μεταξὺ αὐτῶν δώδεκα πόδας εἶναι, ἀρχομένους ὑπὸ τοῖς θεμε λίοις· τούτου γὰρ τοῦ διαστήματος φυλαττομένου ἔξεστιν εἰς ἄπειρον ὕψος τὸν ἴδιον ἐγεῖραι οἶκον καὶ θυρίδας καὶ παρακυπτικὰ καὶ φωταγωγὰ ποιεῖν.
4
pr.Ἐν ταύτῃ τῇ εὐδαίμονι πόλει ἄποψιν τοῦ γείτονος δώδεκα μόνους ἀπαιτῶν πόδας μὴ ἀφαιρείσθω, ἐὰν ἐξ εὐθείας ὁρᾷ τὴν θάλασσαν [ἑστὼς] ἐν τοῖς ἰδίοις οἴκοις ἢ καθήμενος ἐν αὐτοῖς καὶ [μὴ] ἀναγκαζόμενος παραπέμπειν ἑαυτὸν εἰς πλά γιον ἐφ᾽ ᾧ ἰδεῖν θάλασσαν. ἐὰν δὲ ἑκατὸν ποδῶν ἐν μέσῳ τῶν δύο εἴη διάστημα, ἔξεστιν ἀκωλύτως κτίζειν τῷ βουλομένῳ καὶ τὴν ἐπὶ θάλασσαν ἄποψιν ἀφαιρεῖν τοῦ γείτονος.
5
pr.᾿Απὸ γυμνοῦ τόπου οὐκ ἐστιν κώλυσις τοῦ ὑψοῦν.
6
pr.Ἐὰν ὁ τοῖχός σου κατὰ τοῦ οἴκου μου κλίνει ἥμισυ ποδὸς, ἀναγκάζω σε ἀνορθοῦν αὐτόν.
7
pr.Εἰ δέ τις σωλάρια ἢ ἐξώστας ἢ κλίμακας βούλεται ποιῆσαι μεταξὺ δύο γειτόνων, δέκα ποδῶν τὸ ἐν μέσῳ φυλαττέσθω διάστημα. εἰ δὲ μὴ ἔχει δέκα πόδας, καὶ γίνεται σωλάρια ἢ κλίμαξ, καὶ αὐτὸ τὸ γινόμενον ἐκκόπτεται, καὶ ὁ κύριος τοῦ οἴκου λίτραν μίαν ζημιούσθω.
8
pr.Ὁ μετὰ παραγγελίαν κτίζων ἄνευ συγχωρήσεως [ἢ] ἱκανῶν, καταλυέσθω τὸ ἔργον, κἂν ὑψηλὸν ἢ τὸ κτίσμα.
9
pr.Ἐὰν δένδρον τοῦ γείτονος ἐν μεσαυλίῳ, μεγάλας ἐκτείνῃ τὰς ῥίζας καὶ τοὺς θεμελίους τῆς οἰκίας βλάπτῃ, τῇ προνοίᾳ τοῦ ἄρχοντος ἀναγκάζεται ὁ γείτων ἐκτεμεῖν.
10
pr.Οὔτε φοῦρνον οὔτε ἑστίαν ἐν τῷ ἐπικοίνῳ τοίχῳ δύναταί τις ποιεῖν, ἐν ᾧ τὸν ἐπίκοινον τοῖχον τὸ πῦρ καταβλάπτει.
11
pr.Εἰ δέ τις ποιήσει τυρεψεῖον, ἐξ οὗ ὁ καπνὸς ἐκπεμπόμενος καταβλάπτει τοὺς ὑψηλοτέρως κατοικοῦντας, κατὰ νόμους κωλύεται.
12
pr.Οἱ ἐν ταῖς ὑψηλοτέραις στέγαις ὕδωρ ῥίπτοντες ἢ κόπρον, καὶ βλάπτουσι τοὺς χθαμαλωτέρως οἰκοῦντας, κεκώλυνται.
13
pr.Κλίμαξ τοῦ κοινοῦ τοίχου πλησίον οὐδὲν βλάπτει.
14
pr.Ἐὰν πηγὴ, ἀφ᾿ ἧς ἕλκει τὶς ὕδωρ, ξηρανθεῖσα ἐπί τινας χρόνους, αὖθις πρὸς τὰς φλέβας ἐπανέλθῃ, καὶ πάλιν τὸ ὕδωρ ἄρξηται φέρεσθαι, ἀνανεοῦται αὐτῷ ἡ δουλεία καὶ ἀποκαθίσταται καθὼς ἦν τὸ πρῶτον.
15
pr.Ὁ ἔχων δουλείαν τοῦ ποτίζειν καὶ βόσκειν ἐν τῷ ἀγρῷ σου θρέμματα, δύναται καὶ καλύβην ποιεῖν.
16
pr.Ὁ δι ἀλλοτρίου ἀγροῦ ἕλκων ὕδωρ εἰδότος τοῦ δεσπότου τοῦ ἀγροῦ, κτᾶται κατ᾿ αὐτοῦ τοῦ ἀγροῦ δουλείαν τῷ νε νομισμένῳ χρόνῳ τουτέστιν τῷ τριετεῖ. ἐὰν δὲ πρὸ τοῦ παρελθεῖν τὸν χρόνον κωλύσῃ αὐτὸν ὁ δεσπότης τοῦ ἀγροῦ ἐπαγαγεῖν τὸ ὕδωρ, οὐ δύναται ἀπαιτεῖν αὐτὸν τὰ περὶ τὸν ὅλκον γενόμενα αὐτῷ δαπανήματα, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὅλκου δεσπότης γίνεται ὁ κύριος τοῦ ἐδάφους.
17
pr.Ἐὰν ὁ προκτήτωρ οὐκ ἠδύνατο κωλύσαι τὴν τοῦ ὕδατος πάροδον, οὐδὲ ὁ νῦν ἀγοραστὴς δύναται κωλύειν.
18
pr.Ἡ δουλεία τοῦ ὕδατος ἐὰν οὕτως συστῇ, ὥστε ἐν μόνῳ τῷ θέρει κεχρῆσθαι αὐτῇ ἢ ἐν ἑνὶ μηνὶ ἢ ὑπὲρ ἐνιαυτὸν, διπλασιάζεται ὁ χρόνος τῆς ἀχρησίας.
19
pr.Ἡνίκα δημοσία ὁδὸς σεισμοῦ συμβεβηκότος ἢ ἀποκλείσαντος αὐτὴν ποταμοῦ ἀπόληται, ὁ πλησιάζων δεσπότης ἀναγκάζεται παρέχειν τὴν δημοσίαν ὁδὸν διὰ τοῦ ἰδίου τόπου
20
pr.Ἐὰν ποταμὸς ῥέει μέσον δύο ἀγρῶν, τουτέστιν τοῦ σοῦ καὶ τοῦ ἐμοῦ, εἶτα κατὰ βραχὺ καὶ ἀνεπαισθήτως προσθήσει γῆν τῷ ἑνὶ μέρει ὡς μὴ δύνασθαι νοῆσαί τινα, πόσον καὶ ἐν ποίῳ χρόνῳ τὸ προστιθέμενον τοῦτο, μένει τῷ προστεθέντι.
21
pr.Οἱ ἀρχαίους μετακινήσαντες ὅρους ἢ καὶ ἀγρούς τινας βίᾳ σκοπελίζοντες, κεφαλικῶς τιμωρείσθωσαν.
22
pr.Οἱ τὰ ὁροθέσια τῶν ἀγρῶν ἀνατρέποντες, ἐὰν ἐπίσημοί εἰσιν καὶ διὰ κέρδος ἴδιον τοῦτο ἐποίησαν, τυπτόμενοι διηνεκῶς ἐξοριζέσθωσαν.
23
pr.Οἱ ἁρπάζοντες γῆν ἢ μετατιθέντες ὅρια διπλῆν τὴν ἁρπαγὴν ἀποδιδοῦσιν.
24
pr.Οἱ τὰ ὁροθέσια τῶν ἀγρῶν ἀφανίζοντες, δεινῶς τιμωροῦνται.
25
pr.Ἐάν τις ἐρίει τὸ ἄσφαλτον τοῦ κληρονόμου αὐτοῦ, εἰ μὲν νιοχίας αὐτῷ ἔδωκεν, καθ᾽ ἕκαστον ὄχυρον δωσάτω φόλλεις ἕξ· εἰ δὲ καὶ παντελῶς τὸ λίμητον ἐξέωσεν, δώσει τῷ κυρίῳ αὐτοῦ νομίσματα γ΄.
26
pr.Ἐὰν δοῦλος ἢ δούλη ἀγνοίᾳ τοῦ δεσπότου ἀλλοτρίους ὅρους ἀποκινήσωσιν, κεφαλικῶς τιμωροῦνται.
27
pr.Ἐὰν δύο χωρία μάχωνται περὶ ὅρων ἢ ἀγρῶν, τηρείτωσαν οἱ ἀκροαταὶ, καὶ τῷ διακρατήσαντι [ἔτη] πλείονα ἀποδώσουσι τὸ δικαίωμα. εἰ δὲ καὶ ὅρος ἀρχαῖός ἐστιν, ἡ ἀρχαία κράτησις ἔστω ἀσάλευτος.
28
pr.Ἐὰν δένδρον ἀνατραφῇ ὑπό τινος ἐν τόπῳ ἀμερίστῳ, καὶ μερισμοῦ γεγονότος ἔλαχεν εἰς ἄλλου μέρος, μὴ ἐχέτω τὴν ἐξουσίαν τοῦ δένδρου, ἀλλ᾽ ὁ ἀναθρεψάμενος. εἰ δὲ καταβοᾷ ὁ τοῦ τόπου κύριος, ὅτι ἀδικοῦμαι ὑπὸ τοῦ δένδρου, δένδρον δωσάτω τῷ ἀναθρεψαμένῳ καὶ ἐχέτω αὐτό.
29
pr.Ἐὰν δένδρον ἵσταται ἐν μερίδι χωραφίου, εἰ μὲν κῆπός ἐστιν ἡ ἐγγὺς μερὶς καὶ σκιάζεται ὑπὸ τοῦ δένδρου, κλωνοκοπήσει αὐτὸ ὁ κύριος αὐτοῦ. εἰ δὲ οὐκ ἐστιν κῆπος, μὴ κλωνοκοπηθήτω.
30
pr.Ἐὰν βλαβῇ σῶμα ἐλεύθερον, ἡ καταδίκη γίνεται εἰς τὴν δαπάνην τῆς ἰατρείας καὶ τὴν ἀπώλειαν [τῆς] ἐργασίας οὐ μὴν τῆς ἀμορφίας· σῶμα γὰρ ἐλεύθερον οὐ διατιμᾶται.
31
pr.Ἐάν τις δημοσίαν ὁδὸν ἤτοι γῆν παρὰ ἀλλοτρίου χωρίου ὀρύττῃ, τὸν ὅρον μὴ παραβαίνειν. ἐὰν τειχίον, πόδα ἕνα ἀπολείπῃ· ἐὰν δὲ [οἴκημα], πόδας ἕξ· ἐὰν δὲ βόθρον ἢ τάφον ὀρύττῃ, ὅσον τὸ βάθος εἴη, τοσοῦτον ἀπολείπῃ· εἰ δὲ φρέαρ, οὐργίαν· εἰ μήπω φρέαρ προϋπάρχει τοῦ γείτονος καὶ διὰ τοῦ καινοῦ ἔργου βλάπτεται. ἐλαίαν δὲ καὶ συκῆν πόδας ἐννέα ἀπὸ τοῦ ἀλλοτρίου φυτεύειν· ὡσαύτως καὶ καρίαν· τὰ δ᾽ ἄλλα δένδρα πόδας πέντε.
32
pr.Ὁ βουλόμενος πλησίον ἀλλοτρίου ἅλωνος οἰκοδομεῖν, ἐν ᾧ καταβλάπτει τὸν τοῦ τόπου δεσπότην, κωλύεται ἐξ αὐτοῦ.
33
pr.Εἰ μέντοι πόδες ί ἦσαν ἐν μέσῳ καὶ μὴ ἐλάττονες, τότε παρακυπτικὰς μὲν τῷ κτίζοντι μὴ ἐξέστω ποιεῖν· εἰ δὲ πρότερον εἶχεν αὐτὰς φωταγωγοὺς, θυρίδα παρασκευάζειν παρακυπτικήν.
34
pr.Τὸν ἐπίκοινον τοῖχον οὐδέτερος τῶν κοινωνῶν δύναται καταλύειν ἢ ἀνανεοῦν παραγνώμην τοῦ κοινωνοῦ, ἐπειδὴ οὔκ ἐστιν μόνος δεσπότης.
35
pr.᾿Απὸ γυμνοῦ τόπου οὐκ ἐστιν κώλυσις τοῦ ὑψοῦν.
36
pr.Ἐὰν τὸν πεσόντα οἶκον ἀνανεῶν βούληται καὶ ὑψῶσαι καὶ ἐμποδίσαι τὸ τοῦ γείτονος φῶς ἤ ἕτερόν τι ποιῆσαι ἐπὶ βλάβῃ τοῦ γείτονος, ἀναγκάζεται καὶ τὸν τύπον καὶ τὴν κατάστασιν τῶν πρώην οἰκημάτων καὶ τὸ παλαιὸν σχῆμα φυλάττειν.
37
pr.Κλίμακα κοινοῦ τοίχου πλησίον δύναμαι στῆσαι· οὐδεμία γὰρ ἐντεῦθεν προσγίνεται βλάβη διὰ τὸ τὴν ἀφαίρεσιν αὐτοῦ εὔκολον εἶναι.
38
pr.Ὁ ξύλον πωλήσας ἔχον τὸ ξύλον τινὰ αἰτίαν, εἰ μὲν ἀγνοεῖ, κατέχεται τῇ περὶ ἐκδικήσεως ἀγωγῇ ἐπὶ τὸ πλεῖον τῆς ἀξίας τιμῆς· εἰ δὲ ἠπίστατο καὶ ἐσιώπησεν, κἀντεῦθεν ἠπάτησεν τὸν ἀγοραστὴν, ὅσα ἐκ ταύτης τῆς ἀγορασίας ὑπέστη ζημιώματα, ἀναγκάζεται παρασχεῖν· κἂν γὰρ ἐκ τῆς αἰτίας τοῦ ξύλου ὁ οἶκος κατέπεσεν, εἰς τὴν ἀποτίμησιν τοῦ οἴκου και τέχεται.