IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.23

Περὶ μοναστηρίου πεπραμένου καὶ περὶ μοναζόντων καὶ κτιζόντων εὐκτήρια.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν μοναστήριον καθιδρυθῇ καὶ ἱερὰ λειτουργία γέγονεν καὶ μοναχικὴ ἄσκησις, καὶ πραθῇ ἢ δωρηθῇ, καὶ ὁ ἀγοραστὴς τοῦ πράγματος καὶ ὁ πράτης τοῦ τιμήματος ἐκπιπτέτω, καὶ τὸ τίμημα δίδοται ταῖς κατὰ τὸν τόπον ἐκκλησίαις καὶ μοναστηρίοις '.

2

pr.Μοναστήριον οὐκ ἐκποιεῖται ἀπὸ τὸ ἱερατικὸν σχῆμα εἰς ἰδιωτικὴν μετασχηματισθῆναι διαγωγὴν, ἐπεὶ ὁ ἐπίσκοπος ἐκδικεῖ αὐτὸ καὶ εἰς τὸ ἀρχαῖον σχῆμα ἐπανάγει.

3

pr.Ὁ μέλλων εἰσιέναι ἐν μοναστηρίῳ διατιθέσθω [τά] καθ ' ἑαυτὸν πρὸ τῆς εἰσόδου αὐτοῦ· ἐπεὶ προσκυροῦνται τῷ μοναστηρίῳ πάντα τὰ αὐτοῦ, κἂν μὴ ῥητῶς φησιν εἰσαγαγεῖν αὐτὰ, κατ᾿ οὐδένα τρόπον κυριεύσει αὐτῶν.

4

pr.Ὁ ἐπὶ παισὶ μονάσας δύναται καὶ μετὰ τὸ μονάσαι διελεῖν τὴν οὐσίαν αὐτοῦ τοῖς ἰδίοις παισὶ, φυλάττων ἓν μέρος, ὃ καὶ τῷ μοναστηρίῳ ἁρμόζει. εἰ δὲ καὶ ἀδιάθετος τελευτήσει, τότε οἱ παῖδες αὐτοῦ λήψονται τὸ ἐξ ἀδιαθέτου τουτἐστιν τὸ φαλκίδιον, καὶ τὸ λοιπὸν δίδοται τῷ μοναστηρίῳ.

5

pr.Ἐὰν ἀγνοεῖ τὴν τύχην τοῦ μέλλοντος μονάζειν ὁ ἡγούμενος, πρὸ τριετίας μὴ παρεχέτω αὐτῷ τὸ σχῆμα, μετὰ δὲ τὴν τριετίαν, κἂν δοῦλός ἐστιν κἂν γεωργὸς κἂν ἐναπόγραφος, παρεχέτω. ἔστω γὰρ ἐλεύθερος, ἀποδιδοὺς τῷ δεσπότῃ, ἃ εἰσήγαγεν ἐν τῷ μοναστηρίῳ πράγματα. εἰ δὲ μετὰ ταῦτα πλανήτης γένηται, ἢ κοσμικὸν βίον μεταλλάξῃ, τῇ προτέρᾳ δίδοται τύχῃ.

6

pr.Ὁ ἀπὸ μοναστηρίου εἰς ἕτερον μετελθὼν, τῷ προτέρῳ τὰ οἰκεῖα κατασκευάζει.

7

pr.Ὁ ἀπὸ μοναχῶν γενόμενος κοσμικὸς, μεθ᾽ ὧν ἐπεκτήσατο εἰς ἕτερον ἐμβαλλέσθω μοναστήριον· εἰ δὲ πάλιν γίνεται κοσμικὸς, τῇ τάξει παραδιδόσθω τ.

8

pr.Ὁ μονάσας ἀζημίως λύει τὴν μνηστείαν. εἰ δὲ γήμας μονάσει, τῷ ἀπὸ τελευτῆς ὑπόκειται κάσῳ· ἀμφοτέρων δὲ μονασάντων, ἀζημίως ὁ γάμος λύεται.

9

pr.Ἐν ἀνδρικοῖς μοναστηρίοις μὴ ὁρᾶσθαι γυναῖκα μηδὲ θάπτεσθαι, μηδὲ [ἐν] γυναικείοις ἄνδρα.

10

pr.Μονάστρια ἢ ἀσκήτρια ὑπὲρ μηδεμιᾶς αἰτίας ἀφελκέσθω τῶν ἰδίων.

11

pr.Μὴ ἀρχέσθω τὶς οἰκοδομεῖν εὐκτήριον ἢ μοναστήριον, ἕως ἂν τῷ τόπῳ ἐπίσκοπος εὐχὴν ποιήσει καὶ τὸν τίμιον σταυρὸν πήξει.

12

pr.Ὁ ἀρξάμενος νέον εὐκτήριον οἰκοδομεῖν ἢ παλαιὸν [ἀνοικοδομεῖν] ἀναγκάζεται [αὐτὸς] καὶ ὁ κληρονόμος αὐτοῦ παρὰ τοῦ ἐπισκόπου τῆς πόλεως καὶ τῶν οἰκονόμων καὶ τοῦ ἄρχοντος τὸ ἀρχθὲν πληρῶσαι.

13

pr.Εἰ δέ τις ὁρμάσηται κόρην καὶ μετὰ ταῦτα μονάσῃ, εἰ μὲν συγγενόμενος αὐτῇ τοῦτο πεποίηκεν, ἀπολογήσεται τῇ κόρῃ κατὰ τὸ πιττάκιον τὸ παρ᾽ αὐτοῦ ὁμολογηθέν. εἰ δὲ οὐκ ἔγνω αὐτὴν, ἀζημίωτον αὐτὸν μένειν τῆς πρὸς τὴν κόρην συναλλαγῆς, ὡς πρὸς τὸν θεὸν τὴν καταφυγὴν ποιησάμενον.