JGR IV 2.22
Περὶ ὑπεξουσιότητος καὶ χειροτονίας ἐπισκόπων καὶ πρεσβυτέρων.
Abrir no leitor do IusCommune →1
pr.Ἔγνωμεν, ὅτι τὴν ἐξουσίαν ἔχομεν κατὰ τῶν ἡμετέρων οἰκετῶν καὶ κατὰ τῶν ἡμετέρων παίδων, τὸ μὲν φυσικῶν, τὸ δὲ καὶ θετῶν. λύεται δὲ ἡ ὑπεξουσιότης οἰκετῶν ἐν τῇ ἐλευθερίᾳ, καὶ τῶν παίδων ἐν τῷ στεφάνῳ. τελευτήσαντος δὲ τοῦ πατρὸς ἀμάχως οἱ παῖδες αὐτεξούσιοι γίνονται '.
2
pr.Ἡ πατρικιότης καὶ ἡ ἔμπρακτος ἐπαρχότης καὶ η στρατηγία καὶ ἐπισκοπὴ λύει τὴν ὑπεξουσιότητα.
3
pr.Ὁ μέλλων αὐτεξούσιον τὸν παῖδα αὐτοῦ ποιῆσαι προσιέτω τῷ ἄρχοντι καὶ λεγέτω αὐτῷ, ὅτι τὸν παῖδά μου ποιῶ αὐτεξούσιον καὶ τῆς ἐμαυτοῦ χειρὸς ἀφίημι.
4
pr.Περὶ ἐπισκόπων. Οἱ κληρικοὶ καὶ οἱ πρῶτοι τῆς πόλεως προκειμένων τῶν ἁγίων εὐαγγελίων ἐπὶ τρισὶ προσώποις τὸ ψήφισμα ποιείτωσαν τῶν ἐπισκόπων, ὀμνύοντες ὡς οὐδὲ διὰ δόσιν οὐδὲ δ᾽ ἄλλην τινὰ προσπάθειαν ἐπελέξαντο αὐτοὺς, [ἀλλ᾽ ὡς εἰδότες αὐτοὺς] ὄντας τῆς καθολικῆς ἐκκλησίας καὶ σεμνοῦ βίου καὶ ὑπὲρ τὰ τριάκοντα ἔτη καὶ ὡς οὔτε γαμετὴν οὔτε παῖδας ἔσχον, ἀλλ᾽ ὅτι καὶ εἰ ἔσχον, μίαν καὶ μόνην ἐκ παρθενίας καὶ οὐ χήραν οὐδὲ διαζευχθεῖσαν ἀνδρὸς ἀλλὰ καὶ τοῖς νόμοις μὴ ἀπηγορευμένην.
5
pr.Ὁ χειροτονούμενος ἐπίσκοπος λίβελλον πρῶτον διδότω τῆς ἰδίας πίστεως, καὶ ἀπαγγελλέτω τὰς εὐχὰς, καὶ ὀμνυέτω μηδὲν δοῦναι μήτε μὴν ἐπαγγέλλεσθαι παρασχεῖν τινι ὑπὲρ τῆς χειροτονίας. ἐὰν δὲ τι παρὰ τὰ εἰρημένα γένηται, καὶ ὁ γενόμενος ἐπίσκοπος καὶ ὁ χειροτονῶν αὐτὸν ἐκβάλλονται τῆς ἐκκλησίας.
6
pr.Ἐὰν κατηγορηθῇ ὁ μέλλων χειροτονεῖσθαι ὡς ἀνεπιτήδειος, ἀναβαλλέσθω ἡ χειροτονία, καὶ προβαινέτω ἐξέτασις παρόντος τοῦ ἀντιδίκου ἢ ἀπόντος ἐντὸς τριῶν μηνῶν. καὶ εἰ εὑρεθῇ ὑπαίτιος κατὰ νόμους ἢ κανόνας, κωλυέσθω· εἰ δὲ ἀνεύθυνος εὑρεθῇ, χειροτονείσθω.
7
pr.Εἰ δὲ ὁ κατήγορος παρὼν μὴ δείξει ἃ διεβεβαιώσατο ἢ ἀπολειφθῇ, εἰ μὲν κληρικός ἐστιν, τῆς ἐκκλησίας ἐκβαλλέσθω, εἰ δὲ λαϊκὸς, σωφρονιζέσθω.
8
pr.Ἐπίσκοπος μὴ παραγενέσθω εἰς μαρτυρίαν, ἀλλ᾽ ἐν τῷ ἰδίῳ ἐπισκοπείῳ προτιθεμένων τῶν ἁγίων εὐαγγελίων δημοσίων παρόντων προσώπων μαρτυρείτω ἅπερ γινώσκει.
9
pr.Οἱ ἐπίσκοποι καὶ οἱ οἰκήτορες τὰς ἀδικίας τῶν ἀρχόντων μηνυέτωσαν τῷ βασιλεῖ.
10
pr.Τὰς κανονικὰς ἐπιζητήσεις ἅμα τῷ τῆς πόλεως ἐπισκόπῳ διακρίνεται ὁ ἄρχων.
11
pr.Πάντων τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁ ἐπίσκοπος ἐχέτω τὴν φροντίδα καὶ διοικείτω αὐτὰ ὡς θεοῦ ὑπακούοντος· μὴ ἐξὸν δὲ αὐτὸν σφετερίζεσθαί τι ἐξ αὐτῶν ἢ συγγενέσιν ἰδίοις τὰ τοῦ θεοῦ χαρίζεσθαι· εἰ δὲ πένητες ὦσιν, χορηγείτω αὐτοῖς ὡς πένησι, ἀλλὰ μὴ προφάσει τούτων τὰ τῆς ἐκκλησίας ἀπεμπολείτω.
12
pr.Ἔστω φανερὰ τὰ ἴδια τοῦ ἐπισκόπου πράγματα, καὶ φανερὰ τὰ κυριακὰ, ἵνα τελευτῶν ἐξουσίαν ἔχῃ τῶν ἰδίων ὡς βούλεται καταλεῖψαι, καὶ μὴ προφάσει τῶν ἐκκλησιαστικῶν πραγμάτων διαπίπτειν καὶ τὰ τοῦ ἐπισκόπου. δίκαιον δὲ τοῦτο παρὰ θεῷ καὶ ἀνθρώποις τὸ μηκέτι τὴν ἐκκλησίαν ζημίαν τινὰ ὑπομένειν.
13
pr.Εἰ γὰρ τὰς τιμίας τῶν ἀνθρώπων ψυχὰς ἐμπιστεύεται ὁ ἐπίσκοπος, πολλῷ μᾶλλον [δέοι] ὑπὲρ τῶν χρημάτων ἐντέλλεσθαι, ὥστε κατὰ τὴν αὐτοῦ ἐξουσίαν ἅπαντα διοικεῖσθαι τοῖς δεομένοις διὰ τῶν πρεσβυτέρων καὶ διακόνων μετὰ φόβου θεοῦ καὶ πάσης εὐλαβείας· μεταλαμβάνειν δὲ καὶ αὐτὸν τῶν δεόντων· ὁ γὰρ νόμος τοῦ θεοῦ ἐδιδάξατο τοὺς τῷ θυσιαστηρίῳ προσεδρεύοντας τῷ θυσιαστηρίῳ τρέφεσθαι.
14
pr.Διάκονος ἢ κληρικὸς ὑβρίσας πρεσβύτερον ἀφοριζέσθω.
15
pr.Κληρικὸς ὑβρίσας πρεσβύτερον καθαιρείσθω.
16
pr.Ὁ βουλόμενος ἀρχιερεῦσιν ἐπιχειρῆσαι ἢ τύψαι ἢ ἐκδιῶξαι τοῦ ἐπισκοπείου, διδότω τοῦ ποιμαίνος τοῦ βασιλέως χρυσίου λίτρας τριάκοντα.
17
pr.Ὁ ἐκ τοῦ κλήρου τοῦ ἀρχιερέως τινὰ τύπτων, ἢ ἐν ἐκκλησίᾳ ἢ ἐν λιτῇ, ζημιούσθω χρυσίου σίκλους ιβ΄.
18
pr.Τὰ γὰρ τοῦ βυζαντίου διοικήματα οἱ τὰ βραβεῖα φέροντες αὐτοὶ τὰς χρείας ἀνακρίνονται, οὕτως καὶ οἱ τῶν εὐαγῶν ἐκκλησιῶν κληρικοὶ ἀποδείκνυνται.
19
pr.Πρεσβύτερος ἢ διάκονος ἐπὶ χρηματικῇ ὑποθέσει ψευδομαρτυρῶν, ἐπὶ τριετίαν χωριζέσθω τῆς λειτουργίας καὶ εἰς μοναστήριον ἐμβαλλέσθω. εἰ δὲ ἐπὶ ἐγκληματικῇ αἰτίᾳ ψευδομαρτυρήσει, γυμνοῦται τῆς χειροτονίας καὶ νομίμως τιμωρεῖται. οἱ δὲ λοιποὶ κληρικοὶ ἐπὶ πάσῃ αἰτίᾳ ψευδομαρτυροῦντες ὑπόκεινται βασάνοις.
20
pr.Πρεσβύτερος ἢ διάκονος ἢ καὶ ὑποδιάκονος δευτερογαμήσας ἐξωθείσθω τῆς χειροτονίας. εἰ δὲ ἀναγνώστης, μὴ προκοπτέτω.
21
pr.Ὁ διγαμῶν μὴ χειροτονείσθω, μηδὲ ὁ χήραν γήμας ἢ ἀπολελυμένην ἢ ἐκ πορνείας.
22
pr.Οἱ ἐκ διγαμίας τικτόμενοι εἰς κλῆρον μὴ ἀγέσθωσαν.
23
pr.Ἱερεὺς ἐὰν ἐξεμέσῃ ἢ ἀφαιμάζῃ, οὐ δύναται λειτουργεῖν· ὁμοίως καὶ ὁ λαϊκὸς οὐ δύναται κοινωνεῖν. ἐὰν δὲ καὶ [ἐν] τῇ ἀναστάσει τοῦ κυρίου, οὐδὲ αὐτῇ μετέχεται. αἵματος δὲ ῥεύσαντος ἐκ τῆς ῥινὸς, οὐ μετέχει· εἰ δὲ ἐκ τῶν ὀδόντων, μετέχεται λαμβάνων κατηχούμενα.