JGR IV 2.21
Περὶ φονέων καὶ γοήτων.
Abrir no leitor do IusCommune →1
pr.Ὁ φονεύων ἑκουσίως οἱασδήποτε ἡλικίας ἐστὶν, ξίφει τιμωρείσθω '
2
pr.Ὁ μετὰ ξίφους πλήττων τινὰ, ἐὰν φονεύσῃ, ξίφει τιμωρείσθω. εἰ δὲ οὐκ ἀποθάνῃ ὁ πληγεὶς, χειροκοπείσθω ὁ δεδωκὼς, δι ὃ ὅλως μετὰ ξίφους δοῦναι ἐτόλμησεν.
3
pr.Ἐὰν μάχης μεταξύ τινων γενομένης συμβῇ θάνατον παρελθεῖν, συντηρείτωσαν οἱ ἀκροαταὶ, δ᾽ ὧν ὀργάνων κατηργάσθη ὁ θάνατος· καὶ εἰ μὲν εὕρωσιν διὰ ξύλων τελείων ἢ λίθων μεγάλων καὶ λακτέων τὸν φόνον γενέσθαι, ὁ τοιοῦτος χει ροκοπείσθω· εἰ δι ἐλαφροτέρων τινῶν συμβῇ γενέσθαι τὸν θάνατον, τύπτεσθαι τὸν τοιοῦτον καὶ ἐξορίζεσθαι.
4
pr.Ὁ ἐν μάχῃ μετὰ χειρὸς τύπτων καὶ φονεύων, τυπτέσθω καὶ ἐξοριζέσθω ὡς ἀκουσίως φονεύσας.
5
pr.Εἴ τις τὸν ἴδιον οἰκέτην λώροις ἢ ῥάβδοις τύψῃ καὶ ἀποθάνῃ, οὐ κατακρίνεται ὡς ἀνδροφόνος. εἰ δὲ ἀμέτρως αὐτὸν ἐβασάνισεν ἢ καὶ προσέκαυσεν ἢ φαρμάκῳ ἀνεῖλεν, ὡς φόνον πεποιηκὼς τιμωρείσθω τυπτόμενος καὶ ἐξοριζέσθω.
6
pr.Ὁ ἀκουσίως φόνον ποιήσας ἐξυριζέσθω.
7
pr.Ὁ τὸ νήπιον φονεύσας τιμωρίᾳ φόνου ὑπόκειται. καὶ ὁ ἔλαττον τῶν εἴκοσι ἐ ἐτῶν φονεύσας ἐνάγεται ὡς φονεύς.
8
pr.Ἐὰν ὁ πατὴρ κατηγορήσῃ τινὸς περὶ φόνου τοῦ παιδὸς αὐτοῦ, καὶ ἀποφανθῇ κατὰ συκοφαντίαν κινήσας, οὐκ ἀτιμοῦται.
9
pr.Ὁ ἁρπάζων καὶ μετατιθεὶς ὅρια διπλὴν τὴν ἁρπαγὴν ἀποδίδωσιν.
10
pr.Ἐὰν δοῦλος ἢ δούλη ἀγνοοῦντος τοῦ δεσπότου ἀλλότριον ὅρον δόλῳ ἀποκλάσῃ, κεφαλικῶς τιμωρείσθω.
11
pr.Οἱ μάγοι θηρίοις παραδιδόσθωσαν.
12
pr.Ὁ μάγος καὶ μηδὲν ποιῶν κολάζεται.
13
pr.Οὔτε ἴνφανς τουτέστιν ἑπταετής, οὔτε ὁ μαινόμενος φονεύων ὑπόκεινται θανάτῳ.
14
pr.Ἐάν τις κόπτων ἐν δρυμῷ ξύλον οὐ προσέχῃ, ἀλλὰ πεσὸν ἀποκτείνῃ βοῦν ἢ ὄνον ἢ ἄλλο τὸ οἱονοῦν, ἀποδώσει ψυχὴν ἀντὶ ψυχῆς.
15
pr.Ἐάν τις κόπτων δένδρον ἄνωθεν ἀγνωσίᾳ δίψῃ τὸν πέλεκα καὶ φονεύσῃ ἀλλότριον κτῆνος, ἀποδώσει αὐτό.
16
pr.Οἱ γόητες καὶ οἱ φάρμακοι οἱ ἐπὶ βλάβην ἀνθρώπων προσλαλοῦντες δαίμοσι, ξίφει τιμωρείσθωσαν.
17
pr.Ὁ οἱᾳδήποτε προφάσει διδοὺς ποτὸν, εἴτε ἐλεύθερος εἴτε δούλος, εἴτε γυνὴ ἀνδρὶ εἴτε ἀνὴρ γυναικὶ, εἴτε δοῦλοι αὐθένταις, καὶ ἀσθενείᾳ πεσὼν ὁ λαβὼν τὸν ποτὸν καὶ συμβῇ καταῤῥεῦσαι καὶ ἀποθάνῃ, ξίφει τιμωρείσθωσαν.
18
pr.Ἐὰν ἐξεπίτηδες καθ ' οἱονδήποτε τρόπον τῇ οἰκείᾳ γαστρὶ ἐπιβουλεύσῃ γυνὴ πρὸς τὸ ἐκτρῶσαι, τυπτομένη ἐξοριζέσθω.
19
pr.Οἱ φυλακτήρια ποιοῦντες τὸ δοκεῖν ἐπ᾿ ὠφελείᾳ ἀνθρώπων διὰ ἰδίαν αἰσχροκέρδειαν, δημευόμενοι ἐξοριζέσθωσαν.
20
pr.Οἱ μανιχαῖοι καὶ οἱ μοντανοὶ ξίφει τιμωρείσθωσαν.
21
pr.Οἱ συκοφάνται ἐν οἱᾳδήποτε αἰτίᾳ συκοφαντήσουσί τινα, τῇ ταυτοπαθείᾳ ὑποκείσθωσαν.