JGR IV 2.20
Περὶ ἐμπρησμῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὁ πῦρ ἐμβαλὼν ἐν ἀλλοτρίᾳ ὕλῃ ἢ κόπτων ἐξ αὐτῆς δένδρον, εἰς τὸ διπλάσιον καταδικάζεται '.
2
pr.Οἱ διά τινας ἔχθρας ἢ ἁρπαγὰς πραγμάτων ἐμπρησμὸν ἐν πόλει ποιοῦντες, πυρὶ καταδιδόσθωσαν. εἰ δὲ ἔξω πόλεως χωρία ἢ ἀγροὺς ἢ οἰκίας ἀγρῶν ἐξεπίτηδες ἐμπρήσωσι, ξίφει τιμωρείσθωσαν. εἰ δέ τις τὴν καλάμην τοῦ ἰδίου χωρα φίου ἢ τὰς ἀκάνθας βουλόμενος καῦσαι ἐμβάλλει πῦρ, τὸ δὲ πῦρ παρέλθῃ καὶ καύσῃ ἀλλότρια χωράφια ἢ ἀλλότριον ἀμπελῶνα, δεῖ περιεργάζεσθαι τὸν ἀκροατὴν, καὶ εἰ μὲν κατὰ ἀπειρίαν ἢ ῥαθυμίαν τοῦ ἐμβάλλοντος τὸ πῦρ τοῦτο γένονεν, τὸ ἀζήμιον τῷ βλαβέντι ποιείτω. εἰ δὲ ἐν ἡμέρᾳ ἐχούσῃ πολὺν ἄνεμον τὸ πῦρ ἔβαλεν καὶ εἰ μὴ παρεφυλάξατο παρελθεῖν τὸ πῦρ περαιτέρω, ὡς ἀμελήσας καὶ ῥᾴθυμος καταδικάζεται. εἰ δὲ πάντα μὲν παρεφυλάξατο, ἀθρῶον δὲ πνεῦμα βιαῖον ἐπέπεσεν καὶ ποῤῥωτέρω παρῆλθεν τὸ πῦρ, οὐ καταδικάζεται. εἰ δὲ ἐκ τοῦ συμβεβηκότος ἐμπρησθῇ ὁ οἶκος αὐτοῦ, καὶ πάθωσί τινα τῶν ἰδίων αὐτοῦ πραγμάτων, καὶ ἐκδράμῃ τὸ πῦρ καὶ ἐμπρήσει τινὰ τῶν συμπαρακειμένων αὐτῷ πραγμάτων καὶ οἰκημάτων, ἀνενόχλητος ἔστω, ὡς ἀκουσίου τοῦ τοιούτου ἐμπρησμοῦ γεγονότος.
3
pr.Ὁ ἐμπρήσας ἑκουσίως ἀμπέλου φραγμὸν ἢ κόπτων ἀμπέλους ἢ ἀνάπτων, χειροκοπείσθω, ζημιούμενος καὶ τὴν βλάβην.
4
pr.Οἱ ἐν ἅλωνι ἢ ἐν θημωνίᾳ πῦρ βάλλοντες πυρίκαυστοι ἔστωσαν.
5
pr.Οἱ ἐν οἴκῳ ἀχύρου ἢ χόρτου πῦρ βάλλοντες χειροκοπείσθωσαν.