JGR IV 2.19
Περὶ πόρνων καὶ μοιχῶν καὶ φθορέων καὶ ἀσελγῶν.
Abrir no leitor do IusCommune →1
pr.Ὁ γυναῖκα νόμιμον ἔχων καὶ εἰς πορνείαν εὑρισκόμενος, ὡς τὸ ῥῆμα τοῦ κυρίου καταφρονῶν τὸ δίδασκον· μὴ πορνεύσῃς, τυπτέσθω ἀλλακτὰ δώδεκα πρὸς σωφρονισμόν '.
2
pr.Ὁ μὴ ἔχων γυναῖκα καὶ πορνεύων, δι ἓξ ἀλλακτῶν σωφρονιζέσθω.
3
pr.Ὁ γυναῖκα ἔχων καὶ τῇ ἰδίᾳ συγγινόμενος δούλῃ, διαγινωσκομένου τοῦ πράγματος, ταύτην ὑπὸ τοῦ κατὰ τόπον ἄρ χοντος ἐπαίρεσθαι καὶ παρ᾿ αὐτοῦ ὑπὲρ ἐπαρχίαν πιπράσκεσθαι, τῶν τιμῶν αὐτῆς εἰσκομιζομένων τῷ δημοσίῳ.
4
pr.Ὁ πορνεύων εἰς δούλην ἀλλοτρίαν παρεχέτω τῷ κυρίῳ τῆς δούλης νομίσματα τριάκοντα.
5
pr.Ὁ πορνεύων εἰς μονάστριαν ὡς τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐνυβρίσας ῥινοκοπείσθω.
6
pr.Οἱ τῇ ἰδίᾳ συντέκνῳ ὑπάνδρῳ ἢ χήρᾳ σαρκικῶς συμπλεκόμενοι, τυπτόμενοι σφοδρῶς ῥινοκοπείσθωσαν.
7
pr.Ὁ εἰς γυναῖκα ὕπανδρον μοιχεύων, ῥινοκοπείσθω καὶ αὐτὸς καὶ ἡ μοιχαλίς, ὡς ἐντεῦθεν χωρισμοῦ γενομένου καὶ ἀπωλείας τέκνων προσερχομένης καὶ τοῦ κυριακοῦ λόγου μὴ φυλαττομένου τοῦ διδάσκοντος ὅτι ὁ θεὸς εἰς σάρκα μίαν ἐποίησεν αὐτούς. μετὰ δὲ τὸ ῥινοκοπηθῆναι τὴν μοιχαλίδα λαμβάνειν αὐτὴν τὰ ἴδια πράγματα, ἅπερ εἰσήγαγεν τῷ ἀνδρὶ αὐτῆς, καὶ μηδὲν ἕτερον· τὸν δὲ μοιχὸν ἐκ τῆς ἰδίας γυναικὸς μὴ χωρίζεσθαι, εἰ καὶ ἐρινοκοπήθη. μετὰ οὖν πολλῆς ἀκριβείας τὸ περὶ μοιχείας ζητείσθω κεφάλαιον, καὶ ἐπιτηρείτωσαν οἱ ἀκροαταὶ τοὺς κατηγόρους τῆς τοιαύτης ὑποθέσεως. καὶ εἰ μέν ἐστιν ὁ ἴδιος ἀνὴρ ἢ ὁ πατὴρ αὐτῆς ἢ ἡ μήτηρ ἢ ἀδελφὸς ἢ θεῖος ὁ κατηγορῶν, εὐπιστοτέρα ἡ πρόθεσις τῆς ζητήσεως αὐτῶν γίνεται· εἰ δὲ ξένοι εἰσὶν οἱ κατηγοροῦντες, δέον κανονίζεσθαι τὰ πρόσωπα, ποίας πολιτείας εἰσὶν, καὶ τούτους κατασφαλίζεσθαι καὶ ἀπαιτεῖν αὐτοὺς τὴν περὶ τούτου ἀπόδειξιν. καὶ εἰ μὲν ἀποδείξωσι τὴν μοιχείαν, ῥινοκοπείσθωσαν ὅ τε μοιχὸς καὶ ἡ μοιχαλίς. εἰ δὲ οὐκ ἀποδείξωσι, ἀλλὰ δ᾽ ἔχθραν τὴν κατηγορίαν ἐποίησαν, τὴν ταυτοπάθειαν ὡς συκοφάνται ὑπομενέτωσαν, τοῦ τοιούτου συνοικεσίου ἀδιαλύτου μένοντος.
8
pr.Ὁ τὸν μοιχὸν μετὰ τῆς ἰδίας γυναικὸς ἐν συμπλοκῇ καταλαβὼν, εἰ συμβῇ αὐτοὺς ἀνελεῖν, οὐκ εὐθύνεται ὡς ἀνδροφόνος. εἰ δὲ ἑνὸς ἐξ αὐτῶν φείσεται, εὐθύνεται. εἰ δὲ ὡς εἰκὸς ὑποπτεύσει τίς τινα βούλεσθαι τῆς ἰδίας γυναικὸς συμπλέξαι τὴν σωφροσύνην, καὶ παραγγελίας αὐτῷ ἐγγράφους τρεῖς ἐκπέμψει ἐχούσας μαρτυρίας ἀξιοπίστων ἀνδρῶν, καὶ μετὰ ταῦτα εἵροι αὐτὸν συντυγχάνοντα τῇ ἰδίᾳ γαμετῇ εἰς τὸν ἴδιον οἶκον ἢ εἰς τὸν τοῦ μοιχοῦ, ἢ ἐν προαστείῳ, ἢ ἐν προπιναῖς, ἄδειαν ἔχειν τὸν ἄνδρα οἰκείαις χερσὶν τοῦτον ἀνελεῖν καὶ μη δένα κίνδυνον εὐλαβούμενον. ἄδειαν δὲ εἶναι τῷ ἀνδρὶ ὡς ἂν βούλεται τῆς ἰδίας γαμετῆς κατηγορεῖν καὶ κατὰ τοὺς νόμους τῷ ἐγκλήματι ἐπεξιέναι.
9
pr.Ὁ τῇ ἰδίᾳ γαμετῇ μοιχείαν συγγινώσκων καὶ παραχωρῶν τυπτόμενος ἐξοριζέσθω.
10
pr.Ὁ μοιχεύων τὴν ὑπὸ πολλῶν ἀφανιζομένην, ἢ τὴν ἐν ἐργαστηρίῳ, οὐ κατέχεται τῷ περὶ μοιχείας ἐγκλήματι.
11
pr.Ὁ μοιχὸς καὶ οἱ μέσοι καὶ οἱ ὑπουργοὶ τῷ τοιούτῳ ἀσεβήματι γεγονότες, κεφαλικῇ ὑποβάλλονται τιμωρίᾳ.
12
pr.Ὁ συγγενόμενος κόρῃ παρθένῳ, προαιρέσει μὲν τῆς κόρης, ἀγνώμη δὲ τῶν αὐτῆς γονέων, τοῦτο δὲ διαγινωσκομένου εἰ μὲν ἕλωνται ἑκουσίως οἱ γονεῖς αὐτῆς γαμβρὸν αὐτὸν λαμβάνειν, θέλοντος κἀκείνου, γενέσθω τὸ συνάλλαγμα. εἰ δὲ ἓν τῶν μερῶν τοῦτο οὐ βούλεται ποιῆσαι, εἰ μέν ἐστιν εὔπορος ὁ φθορεὺς, δωσάτω τῇ κόρῃ χρυσίου λίτραν μίαν. εἰ δέ ἐστιν ἐνδεέστερος, διδότω αὐτῇ τὸ ἥμισυ τῆς ὑποστάσεως αὐ τοῦ. εἰ δὲ πένης ἢ ἄπορος, δερέσθω καὶ κουρευέσθω καὶ ἐξοριζέσθω.
13
pr.Ὁ βιαζόμενος κόρην καὶ φθείρων αὐτὴν ῥινοκοπείσθω.
14
pr.Ὁ φθείρων κόρην πρὸ τῆς ἥβης ἤγουν τοῦ τρισκαιδεκάτου χρόνου, ῥινοκοπείσθω καὶ τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ παρεχέτω τῇ φθαρείσῃ.
15
pr.Ὁ τὴν ἀλλοτρίαν μνηστὴν φθείρων, εἰ μὲν προαιρέσει τῆς κόρης, ῥινοκοπείσθω.
16
pr.Ὁ βιασάμενος χήραν σώφρονα τὸν βίον καὶ τὴν πολιτείαν, τυπτέσθω μάστιγας ο΄, ἢ καὶ φιλανθρωπίας ἀξιούμενος ζημιούσθω σίκλους ιβ΄. ὁ δὲ ἀπολελυμένην βιασάμενος, λαμβανέτω μάστιγας ἕξ.
17
pr.Ἐὰν γυνὴ πορνεύσῃ καὶ ἐπιβουλεύσηται τῇ ἰδίᾳ γαστρὶ πρὸς τὸ ἐκτρῶσαι, τυπτομένη καὶ δημεύσει ὑπόκειται.
18
pr.Εἴ τις ὁρμάσηται κόρην καὶ μετὰ ταῦτα μονάσῃ, εἰ` μὲν συγγενόμενος αὐτῇ τοῦτο πεποίηκεν, ἀπολογήσεται τῇ κόρη κατὰ τὸ πιττάκιον τὸ παρ᾽ αὐτοῦ ὁμολογηθέν· εἰ δὲ οὐκ ἔγνω ταύτην, ἀζημίωτον αὐτὸν μένειν τῆς πρὸς τὴν κόρην συναλλαγῆς, ὡς πρὸς τὸν θεὸν τὴν καταφυγὴν ποιησάμενον.
19
pr.Ὁ δύο γυναῖκας ἔχειν πειραθεὶς οὐ νόμῳ, ἀλλὰ φάκτῳ καὶ προαιρέσει, καλῶς ὑποστήσεται τὸ τῆς μοιχείας ἔγκλημα. ἡ δεύτερον αὐτῷ γαμηθεῖσα, εἰ ἠγνόει αὐτὸν ἔχειν νόμιμον γαμετὴν, συγγνωσθήσεται.
20
pr.Οἱ αἱμομῖκται, γονεῖς πρὸς τέκνα, ἀδελφοὶ πρὸς ἀδελφὰς, ξίφει τιμωρείσθωσαν. οἱ δὲ πρὸς ἑτέραν συγγένειαν συμφθειρόμενοι οἷον πατὴρ εἰς γυναῖκα υἱοῦ ἢ υἱὸς εἰς μητρυιὰν ἢ πατρωὸς εἰς προγονὴν ἢ ἀδελφὸς εἰς γυναῖκα ἀδελφοῦ ἢ θεῖος εἰς ἀνεψιὰν ἢ ἀνεψιὸς εἰς θείαν, ῥινοκοπείσθωσαν. ὁμοίως καὶ εἰς δύο ἀδελφάς.
21
pr.Ὡσαύτως καὶ εἰς μητέρα καὶ εἰς τὴν αὐτῆς θυγατέρα.
22
pr.Ὁ δύο γαμετὰς ἔχων τυπτέσθω, ἐκδιωκομένου τοῦ ἐπεισάκτου γυναικίου μετὰ τῶν ἐξ αὐτῆς τεχθέντων τέκνων.
23
pr.Οἱ ἀπὸ τοῦ παρόντος πρὸς γάμον συναπτόμενοι ἐξάδελφοι καὶ τὰ τούτων τέκνα καὶ μόνον, ἢ καὶ πατὴρ καὶ υἱὸς πρὸς μητέρα καὶ θυγατέρα, πρὸς τῷ χωρισμῷ καὶ τυπτέσθω- τω σαν καὶ τῷ δημοσίῳ ἐπιμενέτωσαν.
24
pr.Οἱ ἀσελγεῖς, ὅ τε ποιῶν καὶ ὁ ὑπομένων, ξίφει τιμωρείσθωσαν. εἰ δὲ ὁ ὑπομένων ἥττων τῶν δώδεκα ἐτῶν ἐστιν, συγχωρείσθω, ὡς τῆς ἡλικίας αὐτοῦ δηλούσης μὴ εἰδέναι αὐτὸν τὸ τί ὑπέμεινεν.
25
pr.Οἱ ἀλογευόμενοι ἤγουν κτηνοβάται καυλοκοπείσθωσαν.
26
pr.Γυνὴ ἀλογευομένη ξίφει τιμωρείσθω, φιλανθρωπίας δὲ ἀξιουμένη καταδουλούσθω.