IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.18

Περὶ ἐγκλημάτων.

Abrir no leitor do IusCommune →

1

pr.Μηδεὶς τὸν ἐν ἐκκλησίᾳ προσφεύγοντα βίᾳ ἀφαιρείσθω, ἀλλὰ τὴν αἰτίαν τοῦ προσφύγου δηλοποιείτω τῷ ἱερεῖ, καὶ παρ ' αὐτοῦ μετὰ τῶν ἀσφαλῶν παραλαμβανέτω τὸν προσφυγόντα τοῦ νομίμως ζητηθῆναι καὶ διοικηθῆναι τὸ κατ᾿ αὐτὸν κεφάλαιον. εἰ δέ τις δοκιμάσει χειρὶ ἀπὸ ἐκκλησίας πρόσφυγον ἐπάραι τὸν οἱονδήποτε, ὁ τοιοῦτος δώδεκα ἀλλακτὰ λαμβανέτω, καὶ τότε κατὰ τὸ πρέπον τὸ τοῦ προσφύγου ἐκζητείσθω κεφάλαιον '.

2

pr.Ὁ ἐκ δικαστικῆς ψήφου ἢ ἐπὶ μαρτυρίαν παραγενόμενος ἢ ἐξ ἐπαγωγῆς ἀντιδίκου ἐφαπτόμενος τῶν ἁγίων εὐαγγελίων καὶ ἐπομνύων, μετὰ δὲ ταῦτα ἐπίορκος ἐπιδεικνύμενος γλωσσοκοπείσθω.

3

pr.Ὁ κατὰ βασιλέως φρατριάζων ἢ βουλευόμενος, ἢ συνουσίας κατ᾿ αὐτοῦ ποιῶν, τοῦτον ἥρμοζε κατ ' αὐτὴν τὴν ὥραν θανατοῦσθαι, ὡς τὴν τοῦ παντὸς κατάλυσιν μελετήσαντα· ἀλλ ' ἵνα μή τινες ἐχθρωδῶς πολλάκις διακείμενοι πρός τινας ἀκρίτως φονεύσωσιν ἀπολογίαν ἐσχάτως ποιήσαντες ὡς κατὰ τῆς βασιλείας λαλήσαντας, δέον τὸν τοιοῦτον κατὰ τὸν τόπον ὑπὸ στερεὰν φυλακὴν γενέσθαι καὶ τὰ περὶ αὐτοῦ τῷ βασιλεῖ ἀναφέρεσθαι, καὶ καθὼς λοιπὸν αὐτὸς ἀνακρίνει καὶ βουλεύσεται ποιεῖν, ποιείτω.

4

pr.Τὰς κατὰ τῶν ἱερέων καὶ κληρικῶν γενομένας ὕβρεις ἐκδικείτω ὁ ἄρχων.

5

pr.Ὁ ἱερέα ὑβρίζων ἐξοριζέσθω· εἰ δὲ καὶ τύπτων, χειροκοπείσθω· εἰ δὲ ἐν ἐκκλησίᾳ ἢ ἐν λιτῇ ἐπιχειρῶν, τυπτόμενος ἐξοριζέσθω.

6

pr.Ὁ πρᾶγμα ἔχων μετά τινος καὶ μήτε ἀρχὴν προσφωνῶν, ἀλλὰ αὐτοβούλως κατ᾿ ἐξουσίαν ἢ δυναστείαν χειρὶ ἐπιβαίνων καὶ ἐπαίρων τὸ οἱονοῦν, εἰ μὲν κατὰ ἀλήθειαν ἴδιον ζητῶν τοῦτο πεποίηκεν, ἐκπιπτέτω τοῦ ἰδίου πράγματος καὶ ἀναδιδότω αὐτό· εἰ δὲ καὶ ἀλλότριόν τι ἀπῇρεν, ὑπὸ μὲν τοῦ κατὰ τόπον ἄρχοντος δερέσθω ὡς μὴ ἀρχόμενος καὶ ἑαυτοῦ γενόμενος ἔκδικος, καὶ οὕτως τὴν ἀποκατάστασιν ποιείσθω ὅπερ ἀφείλατο.

7

pr.Ἐὰν κριοὶ ἢ βόες ἢ ἵπποι ἢ χοῖροι συνέλθωσι κατ᾿ ἀλλήλων, εἰ μὲν ὁ πρῶτος ἐλθὼν φονευθῇ, οὐκ ἐνέχεται ὁ κύριος τοῦ φονεύσαντος· εἰ δὲ καθ᾽ οὗ ἐπῆλθεν ἀποθάνῃ, ἐνάγεται ὁ κύριος τοῦ φονεύσαντος, καὶ ἀποδίδωσι τὸ ζῶον τὸ φονεῦσαν ἢ τὸ τίμημα τῷ κυρίῳ τοῦ φονευθέντος.

8

pr.Ὁ ἀποκλείσας ἀλλότρια θρέμματα καὶ λιμῷ ταῦτα διαφθείρας ἢ ἄλλως πως ἀνελὼν, εἰς τὸ διπλάσιον καταδικάζεται.

9

pr.Ὁ κλέπτων ἐν φοσσάτῳ ἤτοι ἐξπεδίτῳ, εἰ μὲν ὅπλα, τυπτέσθω· εἰ δὲ ἄλογον, χειροκοπείσθω.

10

pr.Ὁ κλέπτων ἐν ἑτέρῳ τόπῳ τῆς πολιτείας, ἐν πρώτοις μὲν, ἐλεύθερος ὢν διπλῆν τὴν τιμὴν τοῦ κλαπέντος παρεχέτω, εἰ δὲ καὶ ἄπορός ἐστιν, τυπτόμενος ἐξοριζέσθω· δεύτερον χειροκοπείσθω.

11

pr.Οἱ ἐν χωρίῳ εὑρισκόμενοι κλέπτοντες σῖτον ἢ οἶνον ἢ ἔλαιον, τυπτέσθωσαν ἐν πρώτοις μάστιγας ἑκατὸν καὶ τὸ ἀζήμιον ποιείτωσαν τῷ κλαπέντι· εἰ δὲ ἐν δευτέροις φανῶσι, τυπτόμενοι ζημιούσθωσαν ἐν διπλῇ ποσότητι· εἰ δὲ καὶ τρίτον, τυφλούσθωσαν.

12

pr.᾿Ανευθύνως ἕκαστος φονευέτω τὸν νυκτερινὸν κλέπτην, κἂν στρατιώτης ἐστίν.

13

pr.Οἱ ἐν καιρῷ τοῦ θέρους εὑρισκόμενοι κλέπτοντες δεμάτια ἢ στάχυας ἢ ὄσπρια, μαστιζόμενοι τῶν χιτώνων στερείσθωσαν.

14

pr.Οἱ ἐν ἀμπέλοις ἢ συκοῖς ἀλλοτρίοις εἰσερχόμενοι βρώσεως ἕνεκα, ἀθῶοι ἔστωσαν· εἰ δὲ κλοπῆς, τυπτόμενοι τῶν χιτώνων στερείσθωσαν.

15

pr.Ὁ κλέπτων ἄροτρον ἢ ὑνὴν ἢ ζευγητήρια ζημιούσθω καθ᾽ ἑκάστην ἡμέραν, ἀφ᾿ ἧς τὸ κλέμμα ἐποίησεν, φόλλεις δώδεκα.

16

pr.Ὁ κλέψας ἅμαξαν εἰς τὸ διπλάσιον καταδικάζεται.

17

pr.Ὁ τοῦ κλέπτου δούλου κύριος, εἰ μὲν βούλεται ἔχειν τὸν τοιοῦτον δοῦλον, τὸ ἀζήμιον ποιείτω τῷ κλαπέντι· μὴ βουλόμενος δὲ ἔχειν αὐτὸν, τοῦτον ἀποδιδότω εἰς τελείαν δεσποτείαν τῷ κλαπέντι.

18

pr.Ἐὰν δοῦλος θελήσῃ ἐν νυκτὶ κλέψαι καὶ ἀπελάσῃ ἐκ τῆς μάνδρας τὰ θρέμματα καὶ ἀπόλωνται ἢ θηριάλωτα γένωνται, φουλκιζέσθω. εἰ δὲ ἐλεύθερός ἐστιν, τυφλούσθω.

19

pr.Ἐάν τις κλέψῃ βοῦν ἢ ὄνον καὶ ἐλεγχθῇ, δώσει αὐτὸν καὶ τὴν ἐργασίαν αὐτοῦ.

20

pr.Ἐάν τις σφάξῃ βοῦν καὶ ἄρῃ τὰ κρέα αὐτοῦ, χειροκοπείσθω.

21

pr.Ἐάν τις εὑρεθῇ κλέπτων ἀλλοτρίαν καλάμην, ἐν διπλῇ ποσότητι παρεχέτω αὐτήν.

22

pr.Ἐὰν εὑρεθῇ ὀπωροφύλαξ κλέπτων ἐν ᾧ φυλάττει τόπῳ, σφοδρῶς τυπτέσθω καὶ στερείσθω τοῦ μισθοῦ αὐτοῦ.

23

pr.Οἱ ἀλλοτρίας ἀγέλης ἀπελασίας ποιούμενοι, εἰ μὲν πρῶτον τοῦτο ἐποίησαν, τυπτέσθωσαν· δεύτερον ἐξοριζέσπωσαν· τρίτον χειροκοπείσθωσαν· καὶ τὸ παρ᾽ αὐτῶν ἀπελαυνόμενον τῇ ἰδίᾳ ἀποκαθιστάσθω δεσποτείᾳ.

24

pr.Οἱ τοὺς νεκροὺς ἐν τοῖς τάφοις ἐκδύοντες χειροκοπείσθωσαν.

25

pr.Οἱ εἰσερχόμενοι ἐν θυσιαστηρίῳ ἐν ἡμέρᾳ ἢ ἐν νυκτὶ καί τι τῶν ἱερῶν ἀφελόμενοι τυφλούσθωσαν· εἰ δὲ ἔξω τοῦ θυσιαστηρίου, δερέσθωσαν ὡς ἀσεβεῖς καὶ κουρευόμενοι ἐξοριζέσθωσαν.

26

pr.Ὁ ὑπονοθεύων καὶ κλέπτων καὶ ἀφανῆ ποιῶν ἀλλότριον οἰκέτην, τὸ διπλάσιον δώσει τῷ κυρίῳ αὐτοῦ.

27

pr.Ὁ σῶμα ἐλεύθερον κλέπτων καὶ πιπράσκων χειροκοπείσθω.

28

pr.Οἱ παραχαράκται καὶ οἱ πλαστὴν μονίταν ποιοῦντες, μετὰ τῶν ὑπουργησάντων αὐτῶν χειροκοπείσθωσαν.

29

pr.Ὁ στασιάζων τινὰ τῶν ἐνοσάντων, εἴτε μετὰ τοῦ γόμου αὐτοῦ εἴτε ἐκτὸς τῆς βαστάγας αὐτοῦ, ὅσα ἂν ἐπιβάλλει ἐπ᾿ αὐτὸν, μεθ᾽ ὅρκου διδότω αὐτό. πᾶς δὲ στασιάζων τῇ ἐσχάτῃ ὑπόκειται τιμωρίᾳ.

30

pr.Εἰ προθερίσας ἢ προτρυγήσας εἰσαγάγῃ τὰ ἴδια κτήνη καὶ βλάβην τῷ πλησίον ποιήσῃ, τυπτέσθω μάστιγας τριάκοντα καὶ τὸ ἀζήμιον ποιείτω.

31

pr.Ὁ κλάσας κεφαλὴν τοῦ πλησίον αὐτοῦ, δωσάτω σόλδιον ἕν.

32

pr.Ὁ τυφλώσας ὀφθαλμὸν τοῦ πλησίον δώσει αὐτῷ σίκλους τριάκοντα.

33

pr.Ὁ τῆς ῥινὸς τομὴν ποιήσας τὴν ταυτοπάθειαν ὑπομενέτω.

34

pr.Ὁ τοὺς ὀδόντας ἐκριζῶν δώσει νομίσματα ιβ΄.

35

pr.Ὁ βραχίονα κλάσας τὰς ἰατρείας παρεχέτω καὶ δωσάτω νομίσματα τρία.

36

pr.Ὁ τὰ ἄρθρα ἢ τὸ σκέλος παραλύσας ὡς αὐτὸν ἀπολέσας δώσει νομίσματα ιβ΄.

37

pr.Ὁ ψωρὸν ποιήσας δωσάτω νομίσματα ιβ΄. ὡσαύτως καὶ τὸς ἰατρείας καὶ τὰ ἀναλώματα ὅλου τοῦ ἐνιαυτοῦ.

38

pr.Ὁ τὸν πώγωνα διαφθείρας, ὡς αὐτὸν ἀποσφαλτιώσας δωσάτω αὐτῷ νομίσματα γ ' '.

39

pr.Ἐν τοῖς κινδύνοις ὀφείλει πᾶς ἄνθρωπος ἑαυτῷ βοηθεῖν καὶ μὴ τὴν τῶν νόμων ἀναμένειν βοήθειαν.