IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.9

Περὶ κουρατόρων καὶ ἐπιτρόπων ὀρφανικῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν ὀρφανοὶ καταλειφθῶσιν καὶ νήπιοι, καὶ ὕπεστιν τούτοις ὑπόστασις, εἰ μὲν οἱ γονεῖς αὐτῶν τελευτῶντες ἐγγράφως διώρισαν, φυλαττέσθω τούτων ἡ βούλησις. εἰ δὲ καὶ μὴ, οἱ εὐαγεῖς οἶκοι τῆς τούτων κουρατωρείας ἐχέτωσαν, ἐν μὲν τῇ θεοφυλάκτῳ πόλει τὸ ὀρφανοτροφεῖον καὶ οἱ λοιποὶ εὐαγεῖς οἶκοι, ἐν δὲ ταῖς ἐπαρχίαις τὰ ἐπισκοπεῖα καὶ τὰ μοναστήρια, μέχρις ὅτου πρὸς γάμου κῆραν καταντῶντες οἱ κληρονόμοι ζευχθήσονται. εἰ δὲ πρὸς γάμον οἱ τοιοῦτοι ἐλθεῖν οὐ βούλονται, μέχρι εἰκοσαετοῦς χρόνου τοὺς αὐτοὺς εὐαγεῖς οἴκους καὶ τὰ μοναστήρια καὶ τὰ ἐπισκοπεῖα τὰς τοιαύτας ὑποστάσεις παραφυλάττειν, καὶ εἶθ᾽ οὕτως ἀνελλιπῶς τοῖς εἰρημένοις κληρονόμοις ταῦτα ἀποδιδόναι. οὐ γάρ ἐστιν ἀρεστὸν τῷ θεῷ τοῦ καθάπερ μέχρι τοῦ νῦν κουράτορας ἑτέρους προβλήσκεσθαι καὶ τὰ τῶν ὀρφανῶν κατεσθίειν, κἀκεῖνα προσαιτεῖν. οἱ γὰρ αὐτοὶ εὐαγεῖς οἶκοι καὶ ἐκκλησίαι τοῦ θεοῦ, οἱ καὶ τῶν ἀλλοτρίων προϊστάμενοι καὶ τοὺς ξένους ὡς ἰδίους κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ ξενοδοχοῦντες καὶ ὑποδεχόμενοι, πολλῷ πλέον τὰ τῶν ὀρφανῶν φυλάξουσι καὶ τούτων τὴν ἀποκατάστασιν καιρῷ ἰδίῳ ποιήσουσιν '.

2

pr.Περὶ ὀρφανῶν πραγμάτων. Τὰ ὀρφανικὰ πράγματα οὐ πωλοῦνται οὔτε ἀντικαταλλάσσονται οὔτε δωροῦνται οὔτε εἰς διάλυσιν δίδονται, δηλονότι χωρὶς δεκρέτου.

3

pr.Ἄκων οὐ κουρατωρεύει.

4

pr.Περὶ ἐπιτρόπων. Ὁ ἐπίτροπος καὶ μὴ θέλων ἐπιτροπεύει.

5

pr.Ὁ μὴ αἰτῶν ἐπίτροπον τοῖς παισὶν αὐτοῦ, ἀνάξιός ἐστιν τῆς ἐκείνων διαδοχῆς.

6

pr.Ὁ γενόμενος ἐπίτροπος οὐ δύναται γαμεῖν τὴν ὀρφανὴν ἢ ἀνήλικον, οὔτε παῖδας αὐτοῦ ζευγνύναι.

7

pr.Οὔτε ὁ πατὴρ τοῦ ἐπιτρόπου οὔτε ὁ ἀδελφὸς αὐτοῦ δύναται γαμεῖν τὴν ὀρφανήν Τ·

8

pr.Οὔτε ὁ θετὸς υἱὸς τὴν τοῦ πατρὸς μητέρα ἢ τὴν ἀδελφὴν αὐτῆς ἢ τὴν ἐγγόνην.

9

pr.Οὔτε πάλιν ἡ γυνὴ γαμεῖται ὑπὸ τοῦ ἰδίου πάτρωνος, κἂν ἀποδῷ τοὺς λόγους.

10

pr.Εἰ δὲ πληρώσει ἡ ὀρφανὴ τοὺς εἰκοσιπέντε ἐνιαυτοὺς καὶ δώσει τοὺς λόγους ο ἐπίτροπος, οὕτως δύναται αὐτὴν γαμεῖν.