IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.10

Περὶ ἐλευθεριῶν.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπιτίθεται οἰκέτῃ ἐλευθερία, ὁπόταν παρὰ τοῦ ἰδίου κυρίου δημοσιευθῇ ἐν ἐκκλησίᾳ εἴτε ἐπὶ ἑπτὰ ἢ πέντε ἢ καὶ τριῶν φίλων ἐπὶ τοῦτο προσκληθέντων καὶ ἀπογραφομένων ἐπὶ πράξεως ὑπομνημάτων τὴν οἰκείαν εἴδησιν, εἴτε δι ἐπιστολῆς τοῦ κυρίου αὐτοῦ πέντε μαρτύρων ἢ καὶ τριῶν ὡς εἴρηται ὑπογραφὰς ἐπὶ τοῦτο ἐχούσης· ἢ ἐν διαθήκῃ ἐγγραφομένη οἰκέτῃ δίδοται.

2

pr.᾿Αλλὰ καὶ ὅταν βουλήσει τοῦ τελευτήσαντος ἢ καὶ παραχωρήσει τοῦ κληρονόμου ὁ οἰκέτης ἐν τῇ κεφαλῇ πάννην φορέσας τῇ τοῦ τελευτήσαντος κηδείᾳ ἐπακολουθήσῃ.

3

pr.Ἐὰν ὁ κύριος τὸν ὑποκείμενον αὐτοῦ δοῦλον ἐλευθέρῳ ζεύξῃ προσώπῳ.

4

pr.Ἢ πάλιν ἐὰν ὁ κύριος αὐτοῦ ἢ ἡ τούτου κυρία ἢ τὰ αὐτῶν τέκνα, εἰδήσει καὶ ἐπιτροπῇ τῶν γονέων, ἐκ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος ἀναδέξωνται.

5

pr.Ἐὰν εἰδήσει καὶ βουλῇ τῶν κυρίων αὐτῶν κληρικοὶ ἢ μοναχοὶ γένωνται. αἱ δὲ εἰρημέναι ἐλευθερίαι ἀπεντεῦθεν ἤδη καὶ ὑπὸ ὅρον [παρὰ] τῶν κυρίων αὐτῶν δίδονται.

6

pr.Εἰ δέ τις ἐκ τούτων τῶν τρόπων ἐλευθερίᾳ τιμηθείς ἐν δουλείᾳ κατέχεται, προσερχέσθω τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ τοῖς προσφόροις ἄρχουσι, καὶ παρ᾽ αὐτοῖς τὰ τῆς ἐπιτεθείσης αὐτῷ ἐλευθερίας ἀποδεικνύτω καὶ ταύτης ἀπολαβέτω.

7

pr.Ὁ ὑπὸ τῶν πολεμίων αἰχμαλωτιζόμενος οἰκέτης, καὶ κλάσμα τὶ ὑπὲρ τῆς πολιτείας εἰς αὐτοὺς ἐνδεικνύμενος, καὶ οὕτως ἀνθυποστρέφων, παραχρῆμα ἐλευθεροῦται· ὁ δὲ αἰχμαλωτισθεὶς καὶ πάλιν ἀποφυγὼν, κλάσμα εἰς αὐτοὺς ὑπὲρ τῆς πολιτείας μὴ ποιησάμενος, ἀλλ᾽ οὕτως ἀνθυποστρέφων, πενταετίαν τῇ ἰδίᾳ δεσποτείᾳ δουλευσάτω καὶ εἶθ᾽ οὕτως ἐλευθερούσθω.

8

pr.Ὁ αὐτοπροαιρέτως ἐχθροῖς προστρέχων, κἂν πάλιν μεταμεληθεὶς φυγὼν ὑποστρέψῃ, δ᾽ ὧν ὅλως αὐτομολήσας τούτοις προσέδραμεν, ἕως τῆς ζωῆς αὐτοῦ ἔστω δοῦλος.

9

pr.Δοῦλος ὁ μηνύων τὸν φόνον τοῦ ἰδίου κυρίου τὴν ἐλευθερίαν ἐχέτω ἔπαθλον.

10

pr.Δοῦλος ὁ στρατευόμενος εἰδήσει τοῦ οἰκείου δεσπότου ἐλευθεροῦται.

11

pr.Δεσπότης τὸν ἴδιον δοῦλον ἢ τὴν θεραπαίνην ὡς ἐλευθέραν συνάπτων πρὸς γάμον ἐλευθέρῳ προσώπῳ, ἢ συναινῶν τοῖς γάμοις ἢ ἐπίτηδες σιωπῶν, οὐδὲ λύει τὸν γάμον, ἀλλὰ καὶ τῆς δεσποτείας ἐκπίπτει.

12

pr.Ὁ ἐκ τῶν ἐχθρῶν ἐλεύθερον ἀγοράζων αἰχμάλωτον καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἀποκαθιστῶν, εἰ μὲν εὐπορεῖ τὰς στιχηθείσας μεταξὺ αὐτῶν πληρῶσαι τιμὰς, ἀπολυέσθω ἐλεύθερος· εἰ δὲ ἀπορεῖ, ἐχέτω αὐτὸν ὁ ἀγοράσας μίσθιον μέχρις ἂν πληρωθῇ, ἅπερ ἐστίχησεν, ὁριζομένου δῆλον τοῦ ὀφείλοντος ἑκάστου ἔτους ὑπὲρ μισθῶν τῷ ἀγορασθέντι [λογίζεσθαι].

13

pr.Ὁ εἰς προῖκα γραφόμενος οἰκέτης, οὐκ ἔχουσιν ἄδειαν τὰ τέκνα οὔτε ὁ ἀνὴρ ἐλευθεροῦν αὐτόν.

14

pr.Εἰ δὲ καὶ πληρώσει ὁ ἀνὴρ τὴν προῖκα τῆς ἰδίας γαμετῆς, εἴτι δ᾽ ἂν προσφέρει πράγματα ἢ [παῖδας, τὴν] πᾶσαν δεσποτείαν ὡς κεφαλὴ κατὰ τὴν τοῦ θεοῦ ἐντολὴν αὐτὸς ἐχέτω. εἰ δὲ μὴ ἔχοντες πράγματα πρὸ τοῦ συναλλάγματος, καὶ μετὰ τὸ συναφθῆναι τὰ ἐκ θεοῦ προνοίας ἐπικτηθέντα ἀμφότεροι ἐχέτωσαν.

15

pr.Ἐὰν δύο ἐναπόγραφοι διαφόρου δεσποτείας συνέλθωσι πρὸς γάμον, εἰ μὲν δύο παῖδας ποιήσωσι, πρὸς λαχμὸν μερίζονται· εἰ δὲ τρεῖς, τὰ δύο τῆς μητρὸς ἔστωσαν καὶ τὸ ἓν τῇ τοῦ πατρὸς ἐπακολουθήσει δεσποτείᾳ· εἰ δὲ εἷς τεχθῇ, τῇ μητρὶ ἔσται.

16

pr.Τὰ ἐξ ἐλευθέρας γαστρὸς τικτόμενα ἐλεύθερά εἰσιν, εἰ καὶ δοῦλός ἐστιν ὁ πατὴρ αὐτῶν.

17

pr.Ὁ ἐκ δούλης τεχθεὶς δοῦλός ἐστιν, εἰ καὶ ὁ ἴδιος δεσπότης ἐρασθῇ τῆς οἰκείας θεραπαίνης.

18

pr.Ἐὰν κοινὸς δοῦλός ἐστιν καὶ βούλεταί τις ἐλευθερῶσαι αὐτὸν, τὸ ἀζήμιον ποιείτω τοῖς ἄλλοις, καὶ μὴ θελόντων αὐτῶν ἐλευθερούτω αὐτόν.

19

pr.Οἱ ἀπελεύθεροι, κἂν στρατευόμενοι ὦσιν, ἐξ ἀχαριστιῶν τοιούτων καταδουλοῦνται· ἐὰν τοὺς κυρίους τοὺς ἐλευθερωτὰς αὐτῶν ἢ τοὺς παῖδας τύψωσι ἢ ὑβρίσωσιν, ἢ ἔκ τινος ὑπερηφανείας κατ᾿ αὐτῶν τραχηλιάσωσι, ἢ μετὰ τὸ ταφῆναι τὸν ἑαυτοῦ κύριον ἐρχόμενος μὴ πεσὼν προσκυνήσῃ τὸν τάφον, ἢ ὅλως μικράν τινα πρόσκρουσιν αὐτοῖς παράσχῃ, ἢ ζημιώσῃ, ἢ ἐπιβουλεύσηται αὐτοῖς, καὶ ἓν ἐξ αὐτῶν παρὰ τῷ ἄρχοντι ἀποδειχθῇ, ἀναδουλοῦνται.

20

pr.᾿Αλλὰ καὶ πενόμενον τὸν πάτρωνα ἀναγκάζεται τρέφειν ὁ ἀπελεύθερος.

21

pr.Ἐκ τῶν νεαρῶν διατάξεων περὶ τοῦ ἐλευθεροῦντος ἀλλότριον οἰκέτην. – Καθὼς ὑπεσχόμεθα καιρός ἐστι διαλαβεῖν περὶ τοῦ πενταπλασιαζομένου θέματος. ἔστιν δὲ τοιοῦτον. ὁ μὴ ὢν δεσπότης καὶ τὸν ἀλλότριον δοῦλον ὡς ἴδιον ἐλευθερώσας, ἐπὶ τοῦ βασιλέως τῆς ἐλευθερίας ἀνατρεπομένης, διαναγκάζεται ὁ ἐλευθερώσας παρέχειν ε΄ οἰκέτας ἀντὶ τοῦ ἐλευθερωθέντος, δῆθεν καθ᾽ ἡλικίαν καὶ κατὰ φύσιν καὶ κατὰ τρόπον καὶ κατὰ τέχνην ὁμοίους, δύο μὲν τῷ δεσπότῃ τοῦ ἐλευθερωθέντος, τρεῖς δὲ τῷ δημοσίῳ. τότε δὲ τιμωρεῖται ὁ ἐλευθερώσας τῇ προειρημένῃ ποινῇ, ὅτε ἐλευθερώσῃ τὸν ἀλλότριον δοῦλον ἀγνοοῦντος τοῦ δεσπότου αὐτοῦ