IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.11

Περὶ πράσεως καὶ ἀγορασίας.

Abrir no leitor do IusCommune →

1

pr.Ἐγγράφως καὶ ἀγράφως πρᾶσις καὶ ἀγορασία ἐπὶ οἱῳδήποτε εἴδει καὶ πράγματι τῆς τιμῆς στιχουμένης συνίσταται. ἡνίκα ἡ τιμὴ τοῦ πράγματος [τῷ] πράτῃ, [τὸ δὲ εἶδος] τῷ ἠγορακότι δοθῇ, τὴν τοιαύτην πρᾶσιν ἐκ μεταμελουμένων αὐτῶν μὴ ἀνατρέπεσθαι. δεῖ γὰρ τὸν ἀγοραστὴν πρὸ τοῦ συναλλάγματος δι᾽ ἐρευνῆς γίνεσθαι καὶ ἀκριβοῦν, καὶ οὕτως συναλλάσσειν. εἰ δὲ ὡς εἰκὸς μετὰ τοῦτο εὑρεθῇ τὸ πραθὲν σῶμα ἐλεύθερον ἢ καὶ δαιμονιῶν, τοῦτο ἀναδίδοσθαι.

2

pr.Ἐὰν ἀῤῥαβὼν δοθῇ ἐν οἱῳδήποτε συναλλάγματι, ὡς ἀτελοῦς ὄντος τοῦ συναλλάγματος, ἐξ ἀγνωμοσύνης μὲν τοῦ δεδωκότος ἐν κέρδει γενέσθω ὁ ἀῤῥαβὼν τοῦ λαβόντος. εἰ δὲ ἐξ ἀμελείας τοῦ λαβόντος οὐ πραχθῇ τὸ ἔργον εἰς τέλος, ἀναδιδόσθω μετὰ καὶ ἄλλου τοσούτου τῷ δεδωκότι αὐτόν.

3

pr.Ὁ πεπραμένος οἰκέτης καὶ τελευτήσει ἢ μέρος τὶ βλαβῇ τοῦ σώματος, ποῦς ἢ χεὶρ ἢ ὀφθαλμὸς, ἢ οἰκία ἐστὶν ἡ πεπραμένη, καὶ μέρος ἢ πᾶσα πυρὶ δαπανηθῇ, ἢ ἀγρὸς βίᾳ ποταμοῦ ὅλος ἢ μέρος ἀπόληται, ἢ δένδρων ἐξ ἀνέμου καταπεσόντων, ἐπὶ τούτων πάντων ἡ ζημία τὸν ἀγοραστὴν ὁρᾷ.

4

pr.Ἐὰν κελευσθεὶς ὁ δοῦλός μου τοὺς ὅρους ὑποδεῖξαι τοῦ πραθέντος ἀγροῦ πλέον ὑποδείξῃ κατὰ δόλον ἢ ἄγνοιαν, οὐ καταδικάζει με. τὸ αὐτὸ καὶ ἐπὶ παραδόσεως νομῆς ἀργούσης.

5

pr.Εἰ πρὸ παραδόσεως φύγῃ ὁ πραθεὶς δοῦλος ἢ καὶ κλαπῇ ὑπό τινος, ὡς μὴ δόλον ἢ ῥαθυμίαν ἐλέγχεσθαι περὶ ταῦτα τοῦ πράτου, [σκοπήσωμεν εἰ ὁ πράτης ἐκ τούτων ὀφείλει] ζημιοῦσθαι. καὶ δεῖ οὕτως διαστίξαι· εἰ μὲν εἰς ἑαυτὸν ὁ πράτης ἀνεδέξατο τὴν τοῦ πεπραμένου οἰκέτου φυλακὴν, καὶ αὐτὸς ἐπιγνώσεται τὴν ἐντεῦθεν ζημίαν. εἰ δὲ μὴ ἀνεδέξατο εἰς αὑτὸν, ἕξει τὸ ἀμέριμνον. τὸ αὐτὸ καὶ ἐπὶ τῶν λοιπῶν ζώων, οἷον ἵππου ἢ καμήλου καὶ ὅσα τοιαῦτα ἐστίν. πάντως δὲ χρεωστεῖ ὁ πράτης τῷ ἀγοραστῇ τὴν διαυθέντησιν καὶ ἐκδίκησιν.

6

pr.Ἐάν τινες ἐπίκοινον πρᾶγμα ἔχοντες συμφωνήσωσι μηδετέρῳ αὐτῶν ἐξεῖναι ἑτέρῳ πωλεῖν τὸ πρᾶγμα, ἐὰν ὁ εἷς θε λήσας [πωλεῖν] τὸ μέρος αὐτοῦ διαμαρτύρηται τὸν ἕτερον περὶ τούτου ἢ πωλῆσαι ἢ ἀγοράσαι, ἀκωλύτως πωλεῖ τῷ τυχόντι.

7

pr.Καθόλου γὰρ ἴσθι, ὅτι δίχα δόλου ἢ ῥαθυμίας τοῦ πράτου εἰ συμβῇ τῷ πράγματι τοιοῦτον, ἕξει τὸ ἀμέριμνον ὁ πράτης.

8

pr.Ὥσπερ γὰρ ἡ ἐκ τύχης ἐλάττωσις ἤτοι ἡ ἀπώλεια τοῦ πεπραμένου πράγματος εἰς τὸν ἀγοραστὴν ἀνατρέχει, οὕτως καὶ εἴ τι γέγονε κέρδος, τὸν ἀγοραστὴν ὠφελήσει. ὅθεν εἰ καὶ διὰ προσκλύσεως ἢ προσχώσεως ποταμοῦ μείζων γέγονεν ὁ ἀγρὸς μετὰ τὴν πρᾶσιν, τὸ κέρδος ὁ ἀγοραστὴς ἀπολαύσει.

9

pr.Ἐὰν ἐν τῷ πραθέντι οἴκῳ τὸ ἀποτιθέμενον ὑπό τινος χρυσίον καταμεῖναν ἐν αὐτῷ εὑρεθῇ, μένει τοῦ πάλαι δεσπόζοντος.

10

pr.Ὁ βλέπων πιπρασκόμενον ὑπὸ ἑτέρου ἴδιον αὐτοῦ πρᾶγμα καὶ μὴ ἀντιλέγων, αὐτὸς δοκεῖ πιπράσκειν αὐτό.

11

pr.Ὁ πιπράσκων δοῦλον καὶ γινώσκων αὐτὸν κλέπτην ἢ μαινόμενον, προσφωνείτω περὶ τούτου τὸν ἀγοραστήν· εἰ γὰρ τοῦτο μὴ ποιήσει, αὐτὸς μὲν λήψεται τὸν δοῦλον, τὸ δὲ τίμημα διπλοῦν ἀποστρέψει τῷ ἠγορακότι, ἀπαιτούμενος καὶ εἴ τινα ζημίαν εἰργάσατο ἐν τῷ οἴκῳ τοῦ ἠγορακότος.

12

pr.Ὁ ἐξ οὗ ἐγχειρίζεταί τις ὀφφικίου δημοσίου ἀγοράσας τὶ πρᾶγμα ἢ δ᾽ ἑαυτοῦ ἢ διὰ παρενθέτου προσώπου, οὐ μόνον τὸ τίμημα ἀπόλλει, ἀλλὰ καὶ τετραπλοῦν τῷ δημοσίῳ δίδωσιν.

13

pr.Ὁ ἀγοράζων ῥητοὺς κεράμους οἴνου ἐπὶ μέτρῳ δήλῳ, εἰ μὴ ποιήσει ὑπέρθεσιν λαβεῖν τὴν μέτρησιν, οὐ ζημιοῦται, κἂν ἀπολεσθῇ ὁ οἶνος. εἰ δὲ ὑφ᾽ ἓν οἶνόν τις ἀγοράσει μὴ συμφωνῶν μετρῆσαι, αὐτὸς κινδυνεύει. ταῦτα δὲ κρατεῖ καὶ ἐπὶ ἐλαίου καὶ σίτου καὶ τῶν τοιούτων. ὅτι τὸ κέρδος τοῦ πραθέντος οἴνου τὸν ἀγοραστὴν ὁρᾷ.

14

pr.Ὁ πωλῶν τινί τι ἐν εἰδήσει ἐπίψογον, οὐ μόνον εἰς τὸ τίμημα, ἀλλὰ καὶ εἰς πᾶσαν τὴν ἐκ τούτου ζημίαν κατέχεται.

15

pr.Τὰ κατὰ ἄγνοιαν πιπρασκόμενα παρὰ τῶν συγκληρονόμων ἀνατρέπονται.

16

pr.Ὁ πράτης παραδοὺς τὸ πρᾶγμα, οὐ δύναται τὴν πρᾶσιν ἀνατρέψαι, κἂν μεταμεληθῇ.

17

pr.Τὸν πεπραμένον ἀγρὸν παρὰ τοῦ πατρὸς οὐ δύναται ἐκδικεῖν οὔτε υἱὸς οὔτε κληρονόμος.

18

pr.Ὁ παραγγελθεὶς παρὰ τοῦ δεσπότου τοῦ πράγματος μὴ ἀγοράσαι αὐτὸ εἰ καὶ ἀγοράσει, ἀναδίδωσιν αὐτὸ μετὰ καὶ τῶν καρπῶν.

19

pr.Ὁ πωλῶν τὸν δεσπότην αὐτοῦ κεφαλικῶς τιμωρεῖται.

20

pr.Ὁ πωλῶν καὶ χαρίζων τῶν ἰδίων ἀφίσταται.

21

pr.Ὁ ἐπίτροπος οὐ δύναται ὀρφανικὸν πρᾶγμα ἀγοράσαι. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ὁμοίων, κουράτωρος καὶ προκούρατωρος.

22

pr.Ὁ κατὰ νόμους πεκούλιον ἢ ἰδικὸν κτῆμα ἔχειν παραχωρούμενος ὑπεξούσιος καλῶς ἀγοράζει παρὰ τοῦ ἰδίου πατρός.