JGR IV 2.12
Περὶ δανείου καὶ ἐνεχείρων καὶ κοινωνίας.
Abrir no leitor do IusCommune →1
pr.Ἐάν τις ἐγγράφως ἢ ἀγράφως λογάρην ἢ ἀργύριον ἢ ἕτερόν τι εἶδος [ἐν γῇ] ἢ ἐν θαλάσσῃ δανείσηται, κατὰ τὸ στίχημα καὶ τὴν μεταξὺ ἀλλήλων προθεσμίαν ἀπολαμβανέτω ὁ δανειστὴς τὰ ἴδια, μὴ ἔχοντος ἄδειαν τοῦ δανεισαμένου ἐχθρικὴν ἐπιδρομὴν, ναυάγιον θαλάσσης ἢ ἑτέραν τινὰ ἀφορμὴν ἢ ἀναγωγὴν προτίθεσθαι τοῦ δανείσαντος. ἐὰν ὁ δανεισάμενος ἐνέχειρα τέθεικεν, καὶ αὐτὸς μετὰ τὴν τοῦ χρέους ἀποπλήρωσιν ἀνελλιπῶς ἀπολαμβανέτω τὰ ἴδια, μη δυναμένου τοῦ ταῦτα κατεσχηκότος λέγειν, ἢ ὅτι ἀπώλεσεν αὐτὰ ἢ ἑτέραν τινὰ προσφέρειν πρόφασιν, εἰ μήπως ἀποδειχθῇ αὐτῷ τοιαύτην ὡς εἰκὸς ἐπελθεῖν συμφορὰν καὶ σὺν τῶν ἰδίων ἀπολεσθῆναι καὶ τὰ ἀλλότρια, καθὼς λοιπὸν περὶ τούτου τηρείτωσαν οἱ ἀκροαταί '.
2
pr.Ἐάν τις δανείσῃ τινὶ καὶ κατὰ τὴν οἰκείαν ὁμολόγησιν ὁ χρεώστης μὴ ἐκπληρώσῃ, προτρεπέσθω τοῦτον ἐκ διαβασίμου ὁ χρεωστούμενος, καὶ ἐὰν μετὰ δύο καὶ τρεῖς προτροπὰς καὶ μαρτυρίας μὴ θελήσῃ ὁ χρεωστῶν παρουσιασθῆναι ἢ τὸ ἀπόχρεων ποιῆσαι, αὐθεντίαν ἐχέτω ὁ τὰ ἐνέχειρα κατέχων, ὑπὸ ἀκριβῆ δημοσίαν ἐκτίμησιν ἐγγράφως διὰ ταβουλαρίων ἀποσημειουμένων ταῦτα διαπιπράσκειν, καὶ ἐκ τῶν τιμημάτων τὰ χρεωστούμενα αὐτῷ παρακρατεῖν καὶ τὸ περιττεῦον ἀποκαθιστᾶν τῷ χρεωστοῦντι. εἰ δὲ ἡ τῶν ἐνεχείρων δικαία πρᾶσις οὐ σώζει τὴν ἐντελῆ τοῦ χρέους ἀπόδοσιν, ἀπαιτεῖ τὸν χρεώστην τὸ λειπαζόμενον.
3
pr.Ὁ δανειστὴς ἐὰν ἐνέχειρα λάβῃ, εἰ καὶ ἐπάρῃ τὰ τέκνα τῶν ἰδίων χρεωστῶν καὶ εἰς δουλικὴν ὑπηρεσίαν ταῦτα μισθώσηται, ἐκπιπτέτω τοῦ χρέους καὶ ἄλλην τοσαύτην ποσότητα τῷ κρατηθέντι ἢ καὶ τοῖς τούτου γονεῦσι καταβαλλέτω.
4
pr.Τὰ ὑποτεθέντα πράγματα εἰς ἐνέχειρα ζητοῦσι προσωπικῶς οἱ χρεῶσται.
5
pr.Οἱ καρποὶ τοῦ ἀγροῦ ψηφίζονται εἰς τὸ χρέος, οὐ μόνον οὓς ἔλαβεν ὁ δανειστὴς, ἀλλὰ καὶ οὓς ἠδύνατο λαβεῖν. εἰ δὲ καὶ ἔβλαψε τὸν ἀγρὸν, ἐνάγεται καὶ περὶ τούτου.
6
pr.Οὐδὲ γὰρ ἔξεστιν τῷ δανειστῇ χωρὶς συμφώνου καὶ ἀρχικῆς κελεύσεως πιπράσκειν τὰ [εἰς αἰτίαν] ἐνεχείρου κατεχόμενα πράγματα.
7
pr.Οἱ τόκου χάριν λαβόντες ἀγρὸν μέχρι ἑπτὰ χρόνων καρπιζέσθωσαν αὐτόν· ἀπὸ δὲ τῆς ἑπταετίας καὶ τὴν ἄνω, τὴν κατὰ τὴν ἡμίσειαν εἰσφορὰν στιχησάτω εἰς τὸ κεφάλαιον.
8
pr.Εάν τις δανείσηται καὶ μὴ εὐπορῇ τὴν τοῦ χρέους ποιήσασθαι ἀπόδοσιν, ἀνέγκλητος ἔσται ἡ γυνὴ αὐτοῦ τοῦ ταῦτα ἐκ τῆς προικὸς αὐτῆς παρασχεῖν τῷ δανείσαντι, εἰ μήπω εὑρεθῇ ἐν τῷ τοιούτῳ χρέει συνομολογήσασα τῷ ἀνδρὶ αὐτῆς.
9
pr.Οἱ ἐκ τοῦ ἐνεχείρου ληφθέντες καρποὶ ψηφίζονται εἰς τὸ χρέος, καὶ ἐὰν ἱκανοὶ γένωνται πρὸς τὸ ὅλον χρέος, λύεται ἡ ἀγωγὴ καὶ ἀποδίδοται τὸ ἐνέχειρον· εἰ δὲ πλείονες ὦσιν τοῦ χρέους οἱ καρποὶ, ἀποδίδονται οἱ περιττεύοντες.
10
pr.Τῆς δούλης οἱ κάματοι καὶ τὰ ἐνοίκια τῶν ὑποτεθέντων οἰκημάτων εἰς τὸ χρέος λογίζονται· καὶ ἐὰν πολύ ἐστι τὸ συναγόμενον, λύεται ἡ ἀγωγή.
11
pr.Ἐὰν ὁ δανειστὴς μὴ παρ᾿ ἰδίαν αἰτίαν ἀπολέσῃ τὸ ἐνέχειρον, οὐκ ἐγκαλεῖται. χρὴ δὲ αὐτὸν ἀποδεῖξαι, ὅτι ἀπώλεσεν. τὰ γὰρ τυχηρὰ οὐ κινδυνεύεται τῷ δανειστῇ, ἀλλὰ δύναται κατὰ τύχην ἀπολέσας τὸ πρᾶγμα ἀπαιτεῖν καὶ αὐτὸ τὸ κεχρεωστημένον. ἐὰν δὲ μεταξὺ τῶν συναλλασσόντων ἤρεσεν, ἵνα ἡ ἀπώλεια τῶν ἐνεχείρων ἐλευθερώσῃ, τοῦτο ἰσχὺν ἔχει.
12
pr.Ὁ τὴν ἰδίαν συγγραφὴν ἢ τὴν ἐπ᾿ αὐτῷ γενομένην καταβολὴν ἀρνούμενος, τὸ διπλάσιον μετ᾿ ἐλέγχους καταθήσει· ὁ δὲ παραυτὰ τοῦ ἀρνήσασθαι ἐξ ἐπιφορᾶς ὅρκου τὴν ἀλήθειαν φανερῶν, ἐκφεύξεται τὴν καταδίκην τοῦ διπλασίου· βραδέως [δὲ] ὁμολογῶν, καταθήσει τὰς δαπάνας τῆς δίκης ὅρκῳ τοῦ ἀντιδίκου.
13
pr.Οὔτε ὁ δανειστὴς, οὔτε ὁ τοῦ δανειστοῦ κληρονόμος τῷ χρεώστῃ μετὰ τὴν τοῦ χρέους καταβολὴν ἕνεκεν τοῦ ἐνεχείρου δύναται χρόνου παραγραφὴν προσενεγκεῖν.
14
pr.Ὁ χρεώστης ἀρνούμενος τὸ χρέος οὐ δύναται μετὰ ταῦτα ἐπὶ τῇ ἀποκαταβολῇ προσφέρειν ἀποδείξεις.
15
pr.Ὁ δανειστὴς τὰς οἰκείας ἀρνησάμενος ἀποδείξεις διπλάσιον τὸ περιεχόμενον αὐταῖς ποσὸν μετ᾿ ἐλέγχους καταλογίζεσθαι τῷ χρεώστῃ.
16
pr.Περὶ κοινωνίας. – Συνίσταται κοινωνία ἐγγράφως καὶ ἀγράφως μεταξὺ δύο ἢ καὶ πλειόνων, ὑπόταν ἕκαστος αὐτῶν ἐξ ἰσότητος καὶ ἔλαττον τὴν οἰκείαν μοῖραν εἰς ἐνθήκην εἰσαγάγῃ· ἢ τινων μὲν ἐνθήκην, ἑτέρων δὲ τοὺς οἰκείους μόχθους καὶ ὀπέρας καταβαλλομένων· τὸ δὲ περιποιούμενον αὐτοῖς κέρδος, μεθ᾽ ὑφαίρεσιν δῆλον τῶν κεφαλαίων, κατὰ τὸ ἐν μέσῳ αὐτῶν στιχηθὲν ἐπιμεριζέσθωσαν. εἰ δὲ συμβῇ ἐπὶ τῇ τοιαύτῃ κοινωνίᾳ προσγίνεσθαι τῇ ἐνθήκῃ ζημίαν, ἕκαστος τῶν κοινωνῶν κατὰ τὴν τοῦ κέρδους μοῖραν καὶ αὐτὴν ἐπιγινώσκει.
17
pr.Συνίσταται κοινωνία ἢ ἕως οὗ ζῶσιν οἱ κοίνωνοῦντες, ἢ πρὸς καιρὸν, ἢ ἀπὸ καιροῦ, ἢ ὑπὸ αἵρεσιν.
18
pr.Τὰ τυχηρὰ ὁ κοινωνὸς οὐκ ἐπιγινώσκει. ὅθεν τὰ δια τετιμημένα θρέμματα, εἰ μὲν ὑπὸ λῃστῶν ἀφαιρεθῶσι, κοινὴ γίνεται ἡ ζημία· εἰ δὲ κλαπῶσι, μόνος ὁ ἐσχηκὼς αὐτὰ ζημιοῦται· χρεωστεῖ γὰρ ἀκριβεστάτην ἀσφάλειαν ὁ δεξάμενος διατετιμημένα. καὶ ἁρμόζει ἐπὶ κοινωνίας ἀγωγὴ, ἐὰν ἐπὶ κοινωνίᾳ ἐδόθησαν βόσκεσθαι, εἰ καὶ τὰ μάλισα διατετιμημένα.