JGR IV 2.13
Περὶ παρακαταθήκης.
Abrir no leitor do IusCommune →1
pr.Ἐάν τις διὰ οἱανδήποτε πρόφασιν ἢ φόβον παραθήκην παρατίθεταί τινι, καὶ συμβῇ τὸν ταύτην παραλαβόντα ἀπαρνήσασθαι, ζητουμένου τοῦ κεφαλαίου καὶ ἀποδεικνυμένου αὐτοῦ ψεύστου, κατὰ δίπλαν ἀποδιδότω αὐτὰ τῷ παραθεμένῳ. εἰ δὲ καὶ [δεήσει] συμφοράν τινα ἀπὸ πυρκαΐας ἢ ἀπὸ κλοπῆς ἐπελθεῖν αὐτῷ, καὶ σὺν τῶν ἰδίων αὐτοῦ ἀπολεσθῆναι κἀκεῖνα, τηρείτωσαν οἱ ἀκροαταὶ, καὶ ἀνέγκλητον τὸν τὴν τοιαύτην παρακαταθήκην ἐσχηκότα φυλαττέσθωσαν ὡς ἀκουσίως αὐτὰ ἀπολέσαντα '.
2
pr.Τῆς παρακαταθήκης καὶ οἱ καρποὶ καὶ οἱ τοκετοὶ καὶ πᾶν πρᾶγμα ἀπαιτεῖται.
3
pr.Δοῦλός σου παρέθετό μοι χρήματα ἐπὶ τὸ δοῦναί σοι ὑπὲρ τοῦ ἐλευθερῶσαι αὐτόν. εἰ μὲν δοὺς ἐποίησά σε τῶν παρακολουθησάντων ἐν εἰδήσει, οὐκ ἐνέχομαι. εἰ δὲ ὡς ἴδια δέδωκα, ὑπόκειμαι διδόναι ὡς παρακαταθήκην.
4
pr.Ἡ παρακαταθήκη τῶν διαφερόντων τῷ παρακαταθεμένῳ ἐστίν· ὅθεν καὶ καρποὺς καὶ τοκετοὺς καὶ πᾶσαν αἰτίαν ἀπαιτεῖ.
5
pr.Ἐάν τις δεξάμενος παρακαταθήκην ἀρνήσηται αὐτὴν, καὶ μαρτυρηθῇ ἐν αὐτῷ καὶ εὑρεθῇ ἐν καιρῷ ἐν αὐτῷ τῷ ὀμόσαντι ἢ ἐγγράφως ἀποταξαμένῳ, διπλοῦν ταύτην ἀποδώσει, τῆς [δὲ] ἐπιορκίας τὴν τιμωρίαν ὑπομενέτω.
6
pr.Πᾶσα παρακαταθήκη ἐξ ἀρνήσεως διπλασιάζεται.