IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.14

Περὶ ἐμφυτεύσεως.

Abrir no leitor do IusCommune →

1

pr.Διηνεκὴς ἐμφύτευσις ἀκινήτων δικαίων γίνεται ἐπὶ ἐνιαυσιαίῳ τελέσματι συμφωνουμένῳ καὶ ἐπιμελείᾳ τε καὶ διορθώσει τῶν ἐκδιδομένων. εἰ δέ τις ἐκ τῶν φροντιστῶν, χαρτουλαρίων καὶ λοιπῶν στρατιωτῶν πρὸς βλάβην ἢ περιγραφὴν τῆς πρωτοτύπου δεσποτείας φανῇ ἀπεργαζόμενος, οὗτος μὲν παρευθὺ ἐκ τοῦ στρατεύματος αὐτοῦ ἐκπιπτέτω, ἀκυρούσθω δὲ καὶ ἡ τοιαύτη ἔκδοσις '.

2

pr.Τὸν διηνεκῶς ἐμφυτευσάμενον τὸ ἐνιαυσιαῖον ἀδιαστρόφως καταβαλλόμενον τέλεσμα, καὶ εἰς τὴν τοῦ ἀκινήτου δικαίως [ἀγωνιῶντα] σύστασίν τε καὶ ἐπιμέλειαν [μὴ] ἀποκινεῖσθαι ἐκ τῆς τοιαύτης ἐκδικήσεως, ἀλλ᾽ ἐξεῖναι αὐτῷ τὸ δίκαιον τῆς τοιαύτης ἐμφυτεύσεως κληρονόμοις καταλιμπάνειν, δωρεῖσθαι, καὶ ἐν προικὶ ἐπιδιδόναι ἢ καθ᾽ ἕτερον τρόπον μεταχωρεῖν καὶ διαπιπράσκειν· προτίμησιν δηλονότι τῷ πρωτοτύπῳ δεσπότῃ πρὸ διαπράσεως παρέχοντι αὐτὸν τὸ τοιοῦτον ὠνήσασθαι δίκαιον· ἐκείνου δὲ μὴ βουλομένου, ἀπαρεμποδίστως μετὰ δύο μῆνας τῆς τούτου προτροπῆς πιπράσκειν αὐτὸ τοῖς μὴ κεκωλυμένοις προσώποις.

3

pr.Τὰ ἀκίνητα τῶν ἐκκλησιῶν [ἢ] ἑτέρων εὐαγῶν οἴκων ἢ μοναστηρίων ἢ συστημάτων πράγματα, οἷς συναριθμεῖ καὶ τὰ γεωργικὰ ἀνδράποδα καὶ τὰς πολιτικὰς ἐπικτήσεις, κατ᾿ οὐδένα τρόπον ἐκποιεῖσθαι, πλὴν μόνῳ βασιλεῖ δι ἀναγκαίας χρείας. γενέσθω, φησὶν, ἀκινήτων ἱερατικῶν πραγμάτων πρόσκαιρος ἐμφύτευσις μέχρι τῆς ζωῆς τοῦ ἐμφυτευσαμένου καὶ τῶν παίδων αὐτοῦ καὶ ἐγγόνων, ἀλλὰ μὴν καὶ γαμετῆς καὶ ἀνδρὸς, εἰ ῥητῶς τοῦτο συνεφώνησαν, τῆς ἕκτης μοίρας κομιζομένης τῆς ἀρχαίας προσόδου.

4

pr.Τὰ τῶν ἐκκλησιῶν καὶ σεπτῶν οἴκων προάστεια μὴ πρὸς τὴν σωζομένην ἐκδιδόσθωσαν πρόσοδον, ἀλλὰ διὰ τῆς τιμήσεως τούτων γινομένης, ὅσην συνάγειν δύναται πρόσοδον ἡ ἀποτίμησις τοῦ προαστείου εἰς εἰκοστὸν ἔτος διαιρουμένη, τοσαύτην ὁ μέλλων αὐτὸ ἐμφυτεύεσθαι ἐπερωτᾶσθαι πρόσοδον, τουτέστιν τὸ εἰκοστὸν μέρος τῆς γινομένης διατιμήσεως τοῦ προαστείου προσομολογείτω ὁ ἐμφυτευτὴς εἰς ἐτησίαν παρέχειν πρόσοδον. Ὁ τολμήσας ἀκίνητον ἱερατικὸν πρᾶγμα ἀγοράσαι τῶν τιμημάτων καὶ τοῦ πράγματος ἀποστερεῖται, ἀναδιδοὺς καὶ τοὺς καρποὺς τοῦ μέσου χρόνου, τῶν πεπρακότων οἰκονόμων τε καὶ διοικητῶν ταῖς ποιναῖς ὑποβαλλομένων τῆς διατάξεως λέοντος.

6

pr.Ὁ κατὰ δωρεάν λαβὼν, πρὸς τὸ μὴ ἀπολαῦσαι τοῦ δωρηθέντος καὶ ἕτερον παραπλήσιον ἀποδώσει.

7

pr.Ὁ κατὰ ἐναλλαγὴν κτησάμενος, καὶ ὃ ἔλαβεν ἀποδώσει καὶ τοῦ δοθέντος ἐκπεσεῖται.