JGR IV 2.15
Περὶ μισθώσεων.
Abrir no leitor do IusCommune →1
pr.Αἱ μισθώσεις ἔγγραφοί τε καὶ ἄγραφοι ἐπὶ ὀνομαστῷ ἐνιαυσιαίῳ συμφωνουμένῳ τελέσματι καὶ αὐταὶ γενέσθωσαν, περαιτέρω τῶν εἰκοσιεννέα [χρόνων] μὴ ἐκτεινόμεναι, εἴτε ἐκληπτορικῶς εἴτε τοῦ μέρους τοῦ δημοσίου ἢ βασιλικοῦ οἴκου ἢ εὐαγοῦς τόπου κτημάτων, χωρίων, ἀγρῶν, ἢ καὶ λοιπῶν αἱ τοιαῦται ἐκδόσεις γένηνται· καὶ πρὶν τὸ συμφωνηθὲν ἐκ τοῦ λαμβανομένου καὶ ὁμολογηθὲν ἐνιαυσιαῖον μισθωτικὸν τέλεσμα παρὰ τοῦ ἐκδεδωκότος [μέρους εἰσπράττεσθαι. μὴ δυναμένων εἴτε τοῦ ἐκδεδωκότος] εἴτε τοῦ ἐκλαμβανομένου μετάμελον μετὰ τὴν μίσθωσιν ἐντὸς ἐνιαυτοῦ προτίθεσθαι, ἐὰν ἐκ συμφώνου περὶ τούτου ὀνομαστὶ ἀπετάξαντο '.
2
pr.Ἐὰν συμφωνηθῇ τοὺς μισθωσαμένους οἴκους ἀβλαβὲς ἔχειν πῦρ, καὶ τυχηρὰ γένηται καῦσις, οὐκ ἐνέχεται ὁ μισθωσάμενος. εἰ δὲ κατὰ ῥαθυμίαν αὐτοῦ συνέβη, ἐνέχεται.
3
pr.Ὁ μισθωσάμενος ἀγέλην, ἐὰν δειχθῇ ὅτι χωρὶς ἀπάτης αὐτοῦ λῃσταὶ αὐτὴν ἀφείλαντο, οὐκ ἐνέχεται, ἀλλὰ λαμβάνει τοὺς μισθοὺς τοῦ λειπομένου χρόνου.
4
pr.Ἐὰν εὑρεθῇ ποιμὴν μισθωτὸς ἀμέλγων τὰ βοσκήματα λάθρα τῶν κυρίων αὐτῶν, τυπτόμενος τὸν μισθὸν αὐτοῦ στερείσθω.
5
pr.Ὁ ποιμὴν καὶ ὁ ῥάπτης καὶ ὁ κναφεὺς ἀπὸ ῥαθυμίας ἐνέχεται.
6
pr.Ἐὰν μυόβρωτα γίνωνται ἢ κολλήσει ἢ ἕτερον τοῦ ἑτέρου παρασχεθῇ, ὡσαύτως καὶ ὁ κναφεύς.
7
pr.Ἐὰν συμφωνηθῇ μὴ ἔχειν πῦρ καὶ σχῇ, ἐνέχεται.
8
pr.Ἐάν τις λάβῃ ἐπὶ τὸ ἐγκλεῖσαι ἢ γλύψαι λιθαίαν καὶ κλασθῇ, εἰ μὲν ἐξ ἀπειρίας τοῦ τεχνίτου, ἐνέχεται· εἰ δὲ ἀπὸ αἰτίας τῆς ὕλης, οὐκ ἐνέχεται, εἰ μὴ τὸν κίνδυνον ἀνεδέξατο.
9
pr.Ἐάν τις μισθώσηται κίονα ἢ πίθον ἢ ξύλον ἢ ἄλλο πρᾶγμα εἰς τὸ μετακομίσαι, καὶ κλασθῇ ἐν τῷ κουφίζεσθαι ἢ ἐν τῷ ἀποτίθεσθαι, οὐκ ἐνέχεται, εἰ μὴ ἀπὸ ῥαθυμίας οἰκείας ἢ τῶν ὑπουργούντων αὐτῷ.
10
pr.Ἐὰν παριόντων στρατιωτῶν παραχωρήσῃ ὁ μισθωσάμενος καὶ οἱ στρατιῶται ἀφέλωνται τὰς μυριάδας ἢ ἑτερόν τι, εἴγε δυνάμενος οὐκ ἀντέστη, ἐνέχεται.
11
pr.Ὁ μισθωσάμενος ἄλογον εἰς τὸ βαστάσαι τὶ δῆλον καὶ βαρύτερον ἐπιθεὶς, βλαπτομένου αὐτοῦ ἐνέχεται.
12
pr.Ὁμοίως καὶ εἰς ὡρισμένον τόπον καὶ ὑπερβαίνων.
13
pr.Ὁ λαβὼν βοῦν πρὸς ἐργασίαν καὶ ἀποθάνῃ ἐν ᾧ ἔργῳ ἐζήτησεν αὐτὸν, ἀζήμιος ἔστω· εἰ δὲ ἐπὶ ἄλλῳ ἔργῳ ἀπέθανεν, δώσει αὐτὸν ὁλοκλήρως.
14
pr.Ὁ μισθωσάμενος ἀγρὸν καὶ χωρὶς αἰτίας πρὸ τοῦ συμπληρώματος τοῦ χρόνου καταλείπει, δίδωσιν ὅλου τοῦ χρόνου τὸν μισθόν.
15
pr.Ὁ λαβὼν μισθὸν ἐπὶ φυλακῇ παντὸς πράγματος, ἐγκινδυνεύει περὶ τὴν αὐτοῦ φυλακήν.
16
pr.Ὁ μετὰ τὴν συμπλήρωσιν μὴ ἀποκαθιστῶν τὸ πρᾶγμα, καὶ τὸ πρᾶγμα ἀποδιδότω καὶ τὴν διατίμησιν αὐτοῦ.
17
pr.Πᾶς ἐργολάβος ἢ τεχνίτης ἁψάμενος ἔργου καὶ μὴ πληρῶν αὐτὸ διδότω τὴν σύμπασαν αὐτοῦ ζημίαν· δηλονότι οὐδὲ λαμβάνει τὸν μισθὸν αὐτοῦ. εἰ δὲ πένης ἐστὶν, καὶ μὴ ἀρκοῦντος πρὸς καταβολὴν τῆς ζημίας, τυπτέσθω καὶ ἐξοριζέσθω.
18
pr.Ἐὰν δίαιταν εἰς ἐνιαυτὸν μισθωσάμενος ὅλον παράσχω τὸν μισθὸν, ἡ δὲ καὶ πέσῃ καὶ ἀφῇ τῷ ἕκτῳ μηνὶ, ἀναλαμβάνω τὸ λοιπόν.
19
pr.Ἐὰν τὸ γινόμενον ἔργον ἀπὸ σεισμοῦ παρασαλευθῇ, τοῦ μισθώσαντός· ἐστιν ὁ κίνδυνος.
20
pr.Ὁ λαβὼν μισθὸν ἐπὶ φυλακῇ πράγματος ἐκκινδυνεύει περὶ τὴν αὐτοῦ φυλακήν.
21
pr.Ὁ κλέπτων τὸν μισθωθέντα αὐτῷ δοῦλον, ἐνέχεται ὡς κλέπτης.
22
pr.Ἐὰν πρὸ δοκιμασίας πέσῃ τὸ ἔργον, εἰ μὲν ἀπὸ αἰτίας τοῦ ἐδάφους, ὁ μισθώσας ζημιοῦται· εἰ δὲ ἐξ ἐλαττώματος τοῦ ἔργου, ὁ μισθωσάμενος.
23
pr.Ἐὰν αἰτήσῃ τὶς παρὰ τοῦ πλησίον κτῆνος, καὶ συντριβῇ ἢ αἰχμάλωτον γένηται ἢ ἀποθάνῃ, ὁ δὲ κύριος μὴ ᾖ μετ᾿ αὐτοῦ, ἀποτίσει· ἐὰν δὲ ὁ κύριος αὐτοῦ μετ᾿ αὐτοῦ ᾖ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔστω αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ.