IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.16

Περὶ μαρτύρων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπὶ τῶν μαρτύρων ζητεῖται ἡ ἀξία καὶ ἡ πίστις καὶ τὰ ἤθη καὶ ἡ στεῤῥότης '.

2

pr.᾿Αξιόπιστοι ἔστωσαν οἱ μάρτυρες, μή τινες ἐπιδίφριοι, μηδὲ χαμερπεῖς, μηδὲ παντοίως ἄσημοι.

3

pr.Οἱ μάρτυρες ἢ ἀξίαν ἢ στρατείαν ἢ ἐπιτηδεύματα ἢ ἐμπορίαν ἔχοντες, κατὰ πρόληψιν δεκταιοῖ τυγχάνουσιν. εἰ δέ εἰσιν ἄγνωστοι καὶ ἀμφισβητηταὶ, τὰ τῆς αὐτῶν μαρτυρίας και νονιζέτωσαν οἱ δικασταὶ, καὶ διὰ βασάνων ἐρχέσθωσαν πρὸς αὐτοὺς, ὅπως τὴν τῆς ἀληθείας κατάληψιν εὕρωσιν.

4

pr.Οἱ γονεῖς καὶ τὰ τέκνα κατ᾿ ἀλλήλων λέγοντες μὴ προσδεχέσθωσαν.

5

pr.Μήτε ὑπὲρ τοῦ δεσπότου μήτε κατὰ δεσπότου δοῦλος ἢ ἀπελεύθερος μαρτυρείτω.

6

pr.Πατὴρ καὶ υἱὸς ὑπεξούσιος καὶ δύο ἀδελφοὶ ὑπεξούσιοι μαρτυροῦσιν ἐν πράγματι.

7

pr.Οἱ μάρτυρες ἐπὶ τῶν δικαστῶν εἰς μαρτυρίαν ἀγόμενοι, πρῶτον ἄνευ ὅρκου ἐπὶ δυσὶν ἢ τρισὶν ἀνακρίσεσιν τὰ τῆς εἰδήσεως αὐτῶν λεγέτωσαν, καὶ ἐὰν περὶ τοῦ ζητουμένου εὑρεθῶσιν λέγοντες τίποτε, τότε ὀμνυέτωσαν.

8

pr.Οἱ μακρὰν διάγοντες μάρτυρες ἐν ταῖς χρηματικαῖς ὑποθέσεσι κατὰ τὸν τόπον μὴ ἀναγκαζέσθωσαν παραγίνεσθαι, ἀλλὰ δι ' ἐντολέων πρὸς αὐτοὺς στελλομένων τὰ τῆς εἰδήσεως αὐτῶν μαρτυρείτωσαν.

9

pr.Ἐν ἐκμαρτυρίῳ μὴ πιστευέσθω ταβουλάριος.

10

pr.Οἱ μάρτυρες ὁσοιδήποτε ἀριθμῷ ὦσιν, μέχρι τεσσάρων ταξειδίων καὶ μόνον ἀγέσθωσαν, ἑκάστης παραγωγῆς μίαν ἡμέραν [λαμβανούσης].

11

pr.Εἷς μάρτυς μαρτυρῶν οὐ πιστεύεται, [ἀλλ '] ἐκβαλλέσθω.

12

pr.Ἐὰν δὲ τοιοῦτόν ἐστιν τὸ πρᾶγμα, ὥστε δέξασθαι μαρτυροῦντα ἕνα ἢ κυνηγὸν ἢ τοὺς ὁμοίους, χωρὶς βασάνων οὐ πιστεύεται.

13

pr.Οἱ πένητες οἱ μὴ ἔχοντες πεντήκοντα νομισμάτων περιουσίαν οὐ μαρτυροῦσι.

14

pr.Ὁ καταδικασθεὶς περὶ μοιχείας οὐ δέχεται εἰς μαρτυ ίαν.

15

pr.Ὁ ἥττων τῶν εἴκοσι ἐτῶν οὐ μαρτυρεῖ.

16

pr.Ὁ δοῦλος καὶ ὁ κωφὸς καὶ ὁ μαινόμενος οὐ μαρτυρεῖ'.

17

pr.Ὁ τὴν οἰκείαν ἰδιόχειρον τοῦ χρέους συγγραφὴν ἀρνούμενος, ἢ τὰ οἰκεῖα γράμματα ἐπιθέμενος, ἀρνεῖται δὲ τὴν και ταβολὴν τῆς ποσότητος, μετὰ ἀπόδειξιν τῆς ἀληθείας διπλῇ ποσότητι ὁ ἀρνησάμενος τὸ χρέος καταδικαζέσθω.

18

pr.Εἰ δὲ τις ἀρνηθῇ τὸ ἀμάρτυρον ἰδιόχειρον, ὅρκος ἐπαγέσθω τῷ λεγομένῳ ταῦτα μὴ χειρογραφῆσαι.

19

pr.Ὁ θέλων ἐπισχεῖν τοὺς μάρτυρας δαπάνας αὐτοῖς διδότω.

20

pr.Οὐκ ἀπαιτεῖται ὁ ἐναγόμενος φέρειν καθ᾽ ἑαυτοῦ δικαιώματα πρὸς ἀπόδειξιν· ὁ γὰρ ἐνάγων ὀφείλει δεῖξαι· εἰ καὶ μὴ δείξει, νικᾷ ὁ ἐναγόμενος.

21

pr.Ὁ ἐπιφέρων τινὶ ὅρκον, πρὸ τοῦ δέξασθαι τὸν ὅρκον δύναται μετατραπῆναι εἰς ἀπόδειξιν· εἰ δὲ καὶ παραλείψας τὸν ὅρκον μὴ ἀποδείξει ὃ διαβεβαιοῦται, οὐ δύναται ἐπὶ τὸν ὅρκον ἐπανελθεῖν.

22

pr.Ὁ ὀμόσας ἴδιον εἶναι τὸ πρᾶγμα ἀπαιτεῖ καρποὺς καὶ τοκετὸν θρεμμάτων.

23

pr.Ὁ ὅρκος δύναμιν ἀποφάσεως ἔχει· ὁ γὰρ ἐπιφέρων ὅρκον τῷ ἀντιδίκῳ αὐτοῦ, δοκεῖ δικαστὴν αὐτὸν ποιεῖν.

24

pr.Οἱ ἄγνωστοι τῶν μαρτύρων καὶ βασανιζέσθωσαν εἰ δεήσοι.

25

pr.Ἐν ταῖς παραγραφαῖς ὁ ἐναγόμενος βαρεῖται τῇ ἀποδείξει.

26

pr.Ὅταν οἱ μάρτυρες ἑαυτοῖς ἐναντιοῦνται ἢ ἄλλοι μάρτυρες ἢ πλαστῶς μαρτυροῦσιν, τότε δεχέσθω ὁ δικαστὴς τοὺς ἐξ αὐτῶν ἀξιοπιστοτέρους καὶ κολαζέσθω τοὺς ὑπόπτους, εἴπερ ἐπίτηδες φανεῖεν κακουργοῦντες.

27

pr.Ὁ συνηγορήσας ἐν ὑποθέσει οὐ μαρτυρεῖ ἐν αὐτῇ.

28

pr.Κωλύεται μαρτυρεῖν ἄνηβος, οἰκέτης, κωφὸς, ἄλαλος ἢ μαινόμενος ἢ ἄσωτος, υἱὸς ὑπεξούσιος ὅτε ὁ πατὴρ αὐτοῦ παρὰ ἄλλου γραφῇ κληρονόμος.