JGR IV 2.8
Περὶ τῶν ἐξ ἀδιαθέτου κληρονομιῶν, καὶ περὶ λεγάτων, καὶ περὶ κληρονόμων ἀμφιθαλῶν [καὶ περὶ] τοῦ ια μηνός.
Abrir no leitor do IusCommune →1
pr.Ἐάν τις ἀδιάθετος τελευτήσει, καὶ ὑπεισιν αὐτῷ τέκνα ἢ ἔγγονα, ταῦτα κληρονομείτωσαν. εἰ δὲ ὑπάρχει τῷ τελευτήσαντι πατὴρ καὶ μήτηρ, πάππος καὶ μάμμη, ἢ καὶ ἐπέκεινα, οὗτοι κληρονομεῖν τέκνων καὶ ἐγγόνων ὑπόντων οὐ δύνανται '.
2
pr.Εἰ δὲ καὶ τέκνα οὐκ εἰσὶ οὔτε ἔγγονα, εἰσὶ δὲ πατὴρ καὶ μήτηρ, πάππος καὶ μάμμη, οἱ ἐγγύτεροι κληρονομείτωσαν.
3
pr.Ἐὰν υἱὸς ἢ θυγάτηρ τῶν γονέων ζώντων τελευτήσωσιν ἄτεκνοι καὶ ἀδιάθετοι, ἀδελφοὺς καὶ ἀδελφὰς ὁμοπατρίους καὶ ὁμομητρίους ἔχοντες, τὴν τούτων κληρονομίαν εἰς τοὺς γονεῖς ἐπανάγεσθαι καὶ μὴ ἔχειν τὰ ἀδέλφια περὶ τούτου τὶ λέγειν. εἰ δὲ γονεῖς οὐχ ὑπεισιν, ἔστιν δὲ πάππος καὶ μάμμη, ἅμα τοῖς ὁμοπατρίοις [καὶ ὁμομητρίοις] ἀδελφοῖς κληρονομείτωσαν.
4
pr.Εἰ δὲ οὔτε πάππος οὔτε μάμμη οὔτε [ὁμοπάτριοι καὶ ὁμομήτριοι] ἀδελφοὶ ὕπεισι τῷ τελευτήσαντι, τότε οἱ ἐξ ἑνὸς γονέως ἀδελφοὶ τῇ κληρονομίᾳ εἰσερχέσθωσαν.
5
pr.Εἰ δὲ καθὰ εἴρηται οὐκ εἰσὶν ἀδελφοὶ, εἰσὶ δὲ συγγενεῖς, οἱ ἐγγύτεροι κληρονομείτωσαν.
6
pr.Εἰ δὲ οὔτε συγγενεῖς εἰσὶν, ἔστιν δὲ γυνὴ τοῦ τελευτήσαντος, τὸ μὲν ἥμισυ μέρος ἁπάσης αὐτοῦ τῆς περιουσίας ἐκείνη κληρονομείτω, τὸ δὲ ἕτερον ἥμισυ μέρος τῷ δημοσίῳ κομιζέσθω. ὁμοίως καὶ ὁ ἀνὴρ ἀπὸ τῆς περιουσίας τῆς γυναικὸς κατὰ τὸ ἥμισυ κληρονομείτω. εἰ δὲ οὔτε γυνὴ οὔτε ἀνὴρ τῷ τελευτήσαντι προσώπῳ ὕπεστιν, τότε τὴν ἅπασαν περιουσίαν ὡς ἀκληρονόμητον τὸ δημόσιον εἰσκομίζεται.
7
pr.Διατιθεμένων γὰρ τῶν τοιούτων προσώπων τῶν μὴ ὑπόντων τινὰ πρὸς διαδοχὴν, τὸ μὲν ἥμισυ μέρος τῆς αὐτῶν περιουσίας διατίθενται ὅπου δ᾽ ἂν βούλονται, τὸ δὲ ἕτερον ἥμισυ μέρος τῷ εὐσεβεῖ βασιλικῷ σακελλίῳ καταλιμπάνεται τ.
8
pr.Περὶ κληρονόμων ἀμφιθαλῶν. Οἱ κατιόντες, κἂν ἄῤῥενες κἂν θήλειαι ὦσιν, προτιμῶνται τῶν ἀνιόντων καὶ τῶν ἐκ πλαγίου.
9
pr.Ἐὰν πάππος τελευτήσῃ ἐπὶ υἱῷ καὶ ἐγγόνοις ἀπὸ ἄλλου παιδὸς, οἱ ἔγγονοι ἅμα τῷ υἱῷ τουτέστιν τῷ ἰδίῳ θείῳ κληρονομοῦσιν αὐτὸν, λαμβάνοντες εἴ τι ἤμελλε λαμβάνειν ὁ πατὴρ αὐτῶν.
10
pr.Κατιόντων δὲ μὴ ὑπόντων, προσκαλοῦνται οἱ ἀνιόντες τῶν ἐκ πλαγίου πάντων.
11
pr.Οἱ ἀμφιθαλεῖς ἀδελφοὶ καὶ ἀδελφαὶ καὶ ἀνιόντες ὁμοῦ καλοῦνται ἐξίσης, καὶ οὐδὲ προσπορίζουσι τοῖς γονεῦσιν αὐτῶν οἱ ἀδελφοὶ τὴν χρῆσιν τοῦ ἁρμόσαντος αὐτοῖς μέρους ἐκ κληρονομίας τοῦ ἰδίου ἀδελφοῦ, κἂν αὐτεξούσιος κἂν ὑπεξούσιος ἦν.
12
pr.᾿Ανιόντων ὑπόντων τοῦ τελευτήσαντος καὶ ἀδελφῶν γνησίων καὶ παίδων ἀδελφοῦ ἀμφιθαλοῦς προτελευτήσαντος, πάντες καλοῦνται εἰς τὴν αὐτοῦ διαδοχήν. οἱ γὰρ ἀδελφόπαιδες ὑπεισέρχονται εἰς τὸ πρόσωπον τοῦ ἰδίου πατρὸς καὶ λαμβάνουσιν εἴ τι ἤμελλεν λαμβάνειν ὁ πατὴρ αὐτῶν.
13
pr.Οἱ ἐκ τῶν αὐτῶν γονέων φύντες ἀδελφοὶ πρώτην ἔχουσι τάξιν εἰς τὸ κληρονομῆσαι τὸν ἴδιον ἀδελφὸν, ἄλλων ἀδελφῶν προκειμένων μὴ ὄντων ἀμφιθαλῶν. πλὴν εἰ ὕπεισι παῖδες ἑτέρου ἀδελφοῦ αὐτῶν ὁμοπατρίου καὶ ὁμομητρίου, κακεῖνοι ὁμοῦ καλοῦνται, τουτέστιν οἱ ἀδελφοὶ καὶ οἱ παῖδες τοῦ ἀμφιθαλοῦς ἀδελφοῦ [εἰς τὰ τοῦ τελευτῶντος] αὐτῶν μὲν ἀδελφοῦ, ἐκείνων δὲ θείου. εἰ δὲ μὴ ὑπεισιν ἀδελφοὶ ἢ παῖδες ἀδελφῶν τοιούτων, τότε οἱ ἐκ διαφόρων γονέων φύντες ἀδελφοὶ κληρονομοῦσι τὸν ἀποθανόντα ἑτεροθαλῆ ἀδελφόν.
14
pr.Γενικῶς οὖν χρὴ εἰδέναι, ὅτι γονέων καὶ [ἀδελφῶν καὶ] ἀδελφοπαίδων ὑπόντων τῷ τελευτήσαντι, ἀποκλείονται οἱ ἀδελφόπαιδες· μὴ ὄντων δὲ γονέων, μετὰ τῶν θείων κληρονομοῦσι προτιμώμενοι καὶ αὐτῶν τῶν θείων, εἰ ἐκεῖνοι μὲν ἐξ ἑνὸς πλεύρου συνάπτονται τῷ τελευτήσαντι, οὗτοι δὲ ἑκάτερα πρὸς αὐτὸν προϊσχονται δίκαια· καὶ ὅτε θεῖος ἢ θεία ὕπεστιν τῷ τελευτήσαντι, καὶ τούτων προτιμᾶται ὁ τούτων τεκνάδελφος οἱ προσεχέστεροι καλείσθωσαν συγγενεῖς· ἐν κάπιτα διαιρούμενοι τὴν κληρονομίαν.
15
pr.Ἐάν τις τελευτῶν ὁρίσῃ λεγάτα, μετὰ τὴν πρόσφορον προδήλως ἔξοδον, ταῦτα διδόσθωσαν, καὶ μὴ ἔχειν ἄδειαν τὸν κληρονόμον, εἰς ἑτέραν πρόφασιν τὸ ἐαθὲν λεγάτον ἐξοδιάζειν, ἀλλὰ τοῦτο ἀποκαθιστᾶν τῷ λεγατευθέντι.
16
pr.Ἐὰν ὁ κληρονόμος εἴδησιν τῆς ἐγκαταλιμπανομένης αὐτῷ ὑποστάσεως ἔχει, καὶ οἶδεν χρέη προηγεῖσθαι, ἐπὶ ἀξιοπίστων μαρτύρων τὴν τοιαύτην ἀναγραφέσθω ὑπόστασιν, καὶ φανερούσθω ταύτης ἡ δύναμις· καὶ πρῶτον μὲν πληρούσθωσαν οἱ χρεωφειλέται, καὶ εἶθ᾽ οὕτως τὸ περιττεῦον ἐχέτω ὁ κληρονόμος.
17
pr.Εἰ δὲ αὐθαδῶς καὶ ὡς ἔτυχεν ὑπεισερχόμενος τῆς αὐτῆς ἐφάψηται ὑποστάσεως, καὶ φανῇ μερικῶς τινα τῶν χρεῶν ἀποδιδοὺς, ὑποκείσθω πληροῦν καὶ τοὺς λοιποὺς, ὡς διὰ προσφόρου ἀναγραφῆς τῆς τοιαύτης ὑποστάσεως μὴ γνωρίσας κατάληψιν.
18
pr.Εἰ δὲ ἐσχάτως ἀναφυῶσι τὰ χρέη, τοῦ κληρονόμου τὴν περὶ τούτων ἄγνοιαν κεκτημένου, διὰ μαρτύρων ἢ διὰ ὅρκου τὸ εὑρεθὲν τῇ ὑποστάσει καὶ περιελθὸν εἰς αὐτὸν παριστᾶν αὐτὸν, καὶ πρὸς αὐτὸ ἀποκοπτέτω μετὰ τῶν χρεωφειλετῶν αὐτοῦ.
19
pr.Ἐὰν κληρονόμος ἢ λεγατάριος οἱοσδήποτε φανῇ ἀποκρύψας τὴν καταλειφθεῖσαν αὐτῷ διαθήκην, καὶ ἐν ὑστέροις αὕτη παρ ' αὐτῷ εὑρεθῇ, ἐκπιπτέτω ὁ μὲν κληρονόμος τῆς κληρονομίας, ὁ δὲ λεγατάριος τοῦ λεγάτου.
20
pr.Εἰ δέ τις τελευτῶν τῷ οἰκείῳ κληρονόμῳ ἀγράφως καὶ χωρὶς μαρτύρων τὴν ἰδίαν καταλείψει ὑπόστασιν, καὶ τὴν ταύτης ἐκείνῳ ἐντελεῖται διοίκησιν, καὶ ἀναφυῇ τις ἐγκαλῶν λεγάτον ἑαυτῷ ἐαθῆναι παρὰ τοῦ τελευτήσαντος, παραστῆσαι δὲ διὰ μαρτύρων ἢ καὶ ἑτέρως πως μετὰ ἀληθείας [οὐ δύναται], διδόσθω τῷ λόγῳ τοῦ κληρονόμου.
21
pr.Περὶ τοῦ τα μηνός. - Ἐὰν μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς περὶ τὸν τα μῆνα ἡ γυνὴ τέκῃ, ἐκ πορνείας ἐστὶ τὸ γεννώμενον· ἐκπιπτέτω τῆς προικὸς καὶ ἁπάσης τῆς ἀνδρῴας ὑποστάσεως.
22
pr.Μέχρι τῶν ἐννάτων τοῦ τελευτήσαντος, ἐν οἷς δεῖ πενθεῖν, τὸ ἀνενόχλητον ἔχουσι οἱ τοῦ τελευτῶντος κληρονόμοι καὶ οἱ παῖδες καὶ οἱ συγγενεῖς καὶ ἡ γαμετὴ, καὶ μηδεὶς καθ ' οἱονδήποτε τρόπον παρενοχλήσει περὶ ἐγγυῶν ἢ χρεῶν εἴτε ἄλλης οἱασοῦν αἰτίας· εἰ δὲ καὶ τολμήσει τὶς κρατῆσαι ἢ ἐγγύην [κομίσασθαι παρὰ] τῶν εἰρημένων προσώπων, ταῦτα πάντα ἀνίσχυρα θεσπίζομεν.
23
pr.Μετὰ δὲ τὴν τῶν ἐννάτων παραδρομὴν εἴ τις κατὰ τῶν τοιούτων προσώπων ἔχει τὶ, γυμνάζεται.
24
pr.Φαλκίδιός ἐστι μέχρι μὲν τεσσάρων παίδων τὸ τρίτον μέρος τῆς καθαρᾶς ὑποστάσεως, πλειόνων δὲ ὄντων τῶν παίδων τὸ ἥμισυ· ἐν τούτῳ οὖν τῷ εἰρημένῳ τρίτῳ ἢ τῷ ἡμίσει μέρει ὑπεισέρχονται ὅσοι ἂν ὁρισθῶσιν πρὸς φαλκίδιον, μετὰ τῶν τὴν λοιπὴν ὑπόστασιν μετὰ τελευταίαν διάταξιν κληρονομούντων.
25
pr.Ἔξεστιν λεγατεύειν μέχρι τοῦ ὀκταουγγίου· τὸ γὰρ τετραούγγιον, τουτέστιν τὸ τρίτον μέρος τῆς οὐσίας, τῷ κληρονόμῳ φυλάττεται.
26
pr.Ἐπὶ τοῦ φαλκιδίου δεῖ ἐξαιρεθῆναι τὰ ἐποφληθέντα ὑπὸ τοῦ τελευτήσαντος, καὶ τὴν περὶ τὴν κηδείαν δαπάνην καὶ τὰ τιμήματα τῶν ἐλευθερωθέντων οἰκετῶν· καὶ τὸ ὑπόλοιπον σκοπεῖν δεῖ πόσον ἐστίν. τοῦτο γὰρ νομίζεται εἶναι καθαρὰ οὐσία καὶ ταύτης τὸ τρίτον παρακατέχεται.
27
pr.Περὶ ἀποκλήρων. – Ἐκπίπτουσι τῆς νόμου κληρονομίας δ᾽ ἀχαριστίας οἱ παῖδες, ἐὰν τοὺς ἰδίους τύψωσι γονεῖς, ἐὰν βαρέως αὐτοὺς ὑβρίσωσι, ἢ εἰς ἔγκλημα κατηγορήσωσι αὐτοὺς, ἢ καὶ συκοφαντήσωσι, ἐὰν φαρμάκοις ὡς φάρμακοι συναναστρέφονται, ἐὰν ἐπιβουλεύσωσιν οἱῳδήποτε τρόπῳ τῇ ζωῇ αὐτῶν, ἐὰν τῇ μητρυιᾷ ἢ τῇ παλλακῇ τοῦ πατρὸς αὐτῶν σωματικῶς τις ἐξ αὐτῶν ἐπιμιγῇ, ἐὰν τοὺς γονεῖς φυλακιζομένους οἱ ἄῤῥενες παῖδες προτραπέντες μὴ ἀντιφωνήσωσιν, ἐὰν ἡ θυγάτηρ μὴ ἕληται νομίμως ζευχθῆναι ἀνδρὶ βουλομένων τῶν γονέων ἀλλ᾽ αἰσχρῶς διάγειν, ἐὰν μαινομένων τῶν γονέων, ἢ ἐν ἀσθενείᾳ χρονίᾳ κατακειμένων αὐτῶν, ἢ ἐν γήρει καὶ ἀδυναμίᾳ καταντησάντων μὴ ἐλεῶνται οἱ παῖδες ἀντιλαμβάνεσθαι αὐτῶν.
28
pr.Ἢ καὶ κωλύσουσιν τοὺς γονεῖς διατίθεσθαι.
29
pr.Ἐὰν τῇ ἰδίᾳ μητρυιᾷ, ἢ τῇ τοῦ πατρὸς παλλακῇ ὁ υἱὸς αὑτὸν μίξη.
30
pr.Θεσπίζομεν τοίνυν μὴ ἐξεῖναι τοῖς παισὶ τοὺς ἰδίους γονεῖς ἀποκλήρους καταλιμπάνειν, ἢ καθ ' οἷονδήποτε τρόπον τῶν ἰδίων πραγμάτων, ἐν οἷς διατίθεσθαι ἐξουσίαν ἔχουσιν, τούτους παντελῶς ἀλλοτρίους ποιεῖσθαι, εἰ μὴ τὰς αἰτίας, ἃς ἀριθμοῦμεν, ἐν ταῖς ἰδίαις ἰδικῶς ἐγγράψοιεν διαθήκαις.