IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.7

Περὶ στρατιωτικῶν ἰδιοκτήτων πραγμάτων.

Abrir no leitor do IusCommune →

1

pr.Στρατιωτικά πεκούλια εἰσὶν ἰδιόκτητα πράγματα, ἅπερ οἱ στρατιῶται ὑπεξούσιοι ὄντες πατρὶ καὶ πάππῳ ἐκ τοῦ στρατιωτικοῦ τάγματος ἐπικτήσονται· εἰς ἃ διατίθεσθαι δύνανται καὶ ἐν σεδέτοις διάγοντες, δηλονότι μετὰ τῆς προαναφερομένης περὶ τῶν ἐντελῶν διαθηκῶν παρατηρήσεως. δαπανωμένου διὰ τῆς βουλήσεως αὐτῶν τοῦ τοιούτου πεκουλίου ἰδιοκτήτου πράγματος μὴ δύνασθαι τοὺς κληρονόμους αὐτῶν ἐξ αὐτοῦ τὴν νόμιμον μοῖραν ἀπαιτεῖν, ἀλλ᾽ ἐν ἐξουσίᾳ αὐτοῦ εἶναι, τὸ τοιοῦτον δωρεῖσθαι καὶ καταλιμπάνειν ὡς ἰδιόκτητον πρᾶγμα '.

2

pr.Εἰ δὲ καὶ καταλειφθῶσιν ἀδελφοὶ μετὰ τελευτὴν τῶν γονέων αὐτῶν, καί τις ἐξ αὐτῶν στρατευθῇ καὶ οἱ ἕτεροι μείνωσιν ἐν τῷ οἴκῳ, εἰ μὲν σύμφωνα ποιήσωσιν μετ᾿ ἀλλήλων, κρατείτωσαν τὰ σύμφωνα. εἰ δὲ ἀστοιχήτως τοῦτο ποίησωσι, καὶ μέχρι δεκαετίας τοῦ στρατευθῆναι ἕνα ἐξ αὐτῶν συζήσωσι, πάντα τὰ ἐπικτηθέντα αὐτοῖς, εἴτε ἀπὸ ῥόγας εἴτε ἀπὸ καμάτου τοῦ κοινοῦ αὐτῶν οἴκου καὶ σπουδῆς τῶν ἐν τῷ οἴκῳ μεινάντων ἀδελφῶν, πάντες ἐξ ἴσης κομιζέσθωσαν. μετὰ δὲ τὴν δεκαετίαν ἕως ἑτέρων τριῶν χρόνων συζώντων αὐτῶν μετ᾿ ἀλλήλων, καὶ συμβῇ αὐτοὺς ἀπ᾿ ἀλλήλων διαιρεθῆναι, ἐπαίρειν τὸν στρατιώτην ἐξαιρέτως τὸν ἵππον αὐτοῦ σὺν τοῦ σελλοχαλίνου καὶ τοῦ ἅρματος, καὶ ἐὰν ὡς εἰκὸς ἐπεκτήσατο λωρίκιον καὶ μόνον· τὰ δὲ λοιπὰ πάντα μεριζέσθωσαν ἀδελφικῶς.

3

pr.Κληρικοὶ δὲ καὶ χαρτουλάριοι ἐκ γονικῆς ὑποστάσεως στρατευόμενοι, εἰ μὲν τελευτῶντες οἱ γονεῖς αὐτῶν δι ἀγάπην καὶ εὐχαριστίας τὸ δοθὲν ὑπὲρ τῆς τούτων στρατείας θελήσωσι τῷ στρατευθέντι ἀποχαρίσασθαι, κυρούσθω τούτων ἡ βούλησις. εἰ δὲ μηδὲν περὶ τούτου εἰπόντες τελευτήσωσι καὶ τὴν περὶ τῆς τοιαύτης ποσότητος ποιήσουσι κίνησιν τῷ στρατευθέντι οἱ συγκληρονόμοι, καὶ τὸ περιττεῦον ἐκ τῆς δοθείσης ποσότητος εἰς τὸ τοιοῦτον στράτευμα συνεισφέρεται τῇ λοιπῇ ὑποστάσει καὶ συνδιαιρεῖται. εἰ δὲ ὡς εἰκὸς ἐπληρώθη διὰ τοῦ τοιούτου στρατεύματος ἡ δοθεῖσα ποσότης, μὴ ἔχειν ἄδειαν τοὺς κληρονόμους ἐπιζητεῖν ἕνεκεν τῆς γενομένης ἐξόδου ὑπὲρ αὐτοῦ τὸ εἰτιοῦν διὰ τὸ [ὡς εἴρηται ἀντεισαγωγὴν ἐκ τοῦ τοιούτου στρατεύματος γενέσθαι].

4

pr.Ἐπὶ δὲ τῶν λοιπῶν στρατευομένων ὅσα ἐκ βασιλικῆς ῥόγας ἀννόνων τε καὶ σολεμνίων τούτοις προσενομίσθησαν, τουτέστιν ἀξιωματικοῖς καὶ λοιποῖς ἅπασι κομιζομένοις [ἀπὸ βασιλικῆς χειρὸς ῥόγας] ἢ καὶ ἀπὸ δημοσίου ἀννόνας καὶ συνηθείας, οὗτοι πάντες ἐπὶ τοῖς τοιούτοις πεκουλίοις διατιθέμενοι, παῖδας μὲν ἔχοντες μέχρι τεσσάρων τὸν ἀριθμὸν, τὴν νόμιμον ἤγουν τρίτην μοῖραν τοῦ αὐτοῦ πεκουλίου καταλιμπανέτωσαν· εἰ δὲ καὶ πέντε καὶ ἐπέκεινα, τὸ ἥμισυ μέρος.