IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.6

Περὶ τῶν κεκωλυμένων διατίθεσθαι προσώπων· καὶ περὶ διαθηκῶν ἐγγράφων καὶ ἀγράφων.

Abrir no leitor do IusCommune →

1

pr.Κεκώλυνται διατίθεσθαι οἱ ἐκ νοσήματός τινος ἐν παραφορᾷ ὄντες· καὶ οἱ ἀνήλικοι, οἱ μὲν ἄῤῥενες ἥττονες τῶν δεκαπέντε ἐτῶν, αἱ δὲ θήλειαι ἥττονες τῶν δεκατριῶν ἐτῶν· οἱ διὰ παντὸς μαινόμενοι. καὶ ὑπεξούσιοι, ἄνευ τῶν ἰδίων πραγμάτων, οὐ διατίθενται '.

2

pr.Τὸ πεκούλιον ἐν τοῖς ὑπεξουσίοις ὁρᾶται· ὅθεν τῶν πεκουλίων τὰ μὲν εἰσὶν ἰδιόκτητα, τὰ δὲ παγανικά. ἰδιόκτητα μὲν εἰσὶν, ὅσα ἰδικῶς τις ἐξ ἰδίου ἐπιτηδεύματος, ἢ στρατείας, ἢ ταξειδίων, ἢ βαθμοῦ τοῦ οἱουδήποτε ἢ κλήρου κέκτηται. παγανικὰ δὲ, ἅπερ παρὰ τῶν γονέων αὐτοῖς ὑπηρεσίας λόγῳ καὶ χρείας ἐδόθησαν, ἢ καὶ ἐκ τῶν δοθέντων ἐκτήθησαν.

3

pr.Καὶ εἰς μὲν τὸ ἰδιόκτητον πεκούλιον ὁ ὑπεξούσιος διατίθεται, [εἰς δὲ τὸ παγανικὸν οὐ δύναται].

4

pr.᾿Αγανακτήσας δὲ ὁ πατὴρ κατὰ τοῦ ὑπεξουσίου τὸ μὲν παγανικὸν πεκούλιον ἀφαιρεῖσθαι δύναται, τὸ δὲ ἰδιόκτητον οὐκέτι.

5

pr.Οἱ δὲ ἐν αἰχμαλωσίᾳ ὄντες καὶ ὁ ἐκ γεννητῆς τυφλὸς καὶ ὁ ἄλαλος οὐ διατίθεται. οἱ δὲ ἔκ τινος ἀσθενείας τοιούτοις νοσήμασι περιπίπτοντες, γράμματα γινώσκοντες καὶ ὑπογράφοντες ἰδιοχείρως διατιθέσθωσαν.

6

pr.Ἐγγράφως γίνεται διαθήκη, ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ ὑπὸ ἑπτὰ ἀξιοπίστων μαρτύρων ἐν αὐτῇ ὑπογραφόντων καὶ σφραγιζόντων, τοῦ διατιθεμένου ὀφείλοντος διὰ τῆς ἰδίας ὑπογραφῆς ἢ διὰ χειροχρήστου τὸ ὄνομα τοῦ κληρονόμου ἐν αὐτῇ ὑποσημειώσασθαι, μὴ ἐμφαίνοντος τοῖς μάρτυσι, εἴ γε βούλεται, τὰ τῆς διατυπώσεως αὐτοῦ.

7

pr.᾿Αγράφως συνίσταται διαθήκη, ὅτε ἐπὶ ἑπτὰ μαρτύρων ὁ διατιθέμενος πεποίηται τὴν αὐτοῦ βούλησιν.

8

pr.Εἰ δέ τις διατίθεται ἐν τόπῳ, ἐν ᾧ ἑπτὰ μάρτυρες μὴ εὑρίσκονται, ἐπὶ πέντε καὶ τριῶν διατιθέσθω καθ᾽ ἑαυτὸν καὶ ἐγγράφως καὶ ἀγράφως. εἰ δὲ καὶ παρὰ τῶν τριῶν εὑρεθῶσιν, ἄκυρον τοῦ διατιθεμένου ὑπάρχειν τὴν βούλησιν.

9

pr.Εἰ δέ τις ἐν πολέμῳ πληγεὶς ἢ ἐν ὁδῷ περιπατῶν πρὸς τὸ θανεῖν ἐγγίσῃ καὶ βουληθῇ διατάξασθαι, καὶ μὴ εὑρεθῇ ἐπ᾿ αὐτοῖς νομικὸς ἢ ἕτερός τις ἐπιστάμενος γράμματα, διὰ ἑπτὰ μαρτύρων ἢ καὶ πέντε καὶ τριῶν τὴν οἰκείαν ποιείτω βούλησιν· ἐπεὶ καὶ δύο εὑρεθῶσιν, τῆς τούτων δηλονότι ὑπὸ ἀκροατῶν δοκιμαζομένης προλήψεως.

10

pr.Τῆς δὲ διαθήκης καθὰ εἴρηται ἐντελῶς γινομένης, ἐὰν οἱ γονεῖς τὰ ἑαυτῶν τέκνα ἢ ἓν ἐξ αὐτῶν ἀμνημόνευτον ἐάσωσι, τηρείτωσαν οἱ ἀκροαταὶ, καὶ εἰ πολλάκις εὑρεθῶσιν ἐνυβρίσαντα τοὺς γονεῖς ἢ ἑτέραν πρόσπληξιν αὐτῶν ἐνεδείξαντο, μενέτω ἀπαρασάλευτος ἡ τῶν γονέων διατύπωσις· εἰ δὲ μετὰ τὴν τῆς διαθήκης ποίησιν ἐπιγεννηθῇ αὐτοῖς βρέφος ἢ βρέφη ἐγκυμονούμενα, αἱ μὲν ἐλευθερίαι καὶ τὰ λεγάτα κατὰ τὴν τῆς διαθήκης κρατείτωσαν δύναμιν, τὸ δὲ γεννώμενον εἰσερχέσθω τοῖς λοιποῖς ἀδελφοῖς, καὶ ἴσα κληρονομείτωσαν.

11

pr.Ἐάν τις ἔχων γνήσιον τέκνον, καὶ πρόσπληξίν τινα αὐτοῖς ἐργάσηται καὶ ἐν τῷ γήρει ἀπρονοήτως ἐῶν αὐτοὺς, προσδραμὼν ἐξυπηρετήσει αὐτοῖς, ὡς ὑπ᾿ αὐτοῦ εὐεργετηθέντες κληρονόμον ἐγκαταλείπωσιν αὐτὸν τῆς οἰκείας ὑποστάσεως, [ἐῤῥωμένην αὐτῶν ὑπάρχειν τὴν βούλησιν].

12

pr.Πᾶς κληρονόμος, εἴτε ἐξ ἀγράφου ἢ ἐγγράφου διατυπώσεως, παρασυρμὸν ἢ καὶ ὑπέρθεσιν μέχρι ἐνιαυτοῦ ποιῶν καὶ τὰ τῆς βουλήσεως μὴ πληρῶν, εἰ μὲν τέκνον ἢ ἔγγονον τοῦ τελευτήσαντος ὑπάρχει, τὴν ἐποφειλομένην αὐτῷ νόμιμον μοῖραν κομιζέσθω καὶ μόνον. ἡ δὲ νόμιμος μοῖρα ἐστὶν ἕως τεσ σάρων παίδων τὸ τρίτον μέρος τῆς ὑποστάσεως, ἀπὸ δὲ πέντε καὶ τῶν ἄνω τὸ ἥμισυ. εἰ δὲ καὶ ἕτερος συγγενής ἐστιν, τῆς τοῦ διατιθεμένου παντελῶς ἐκπιπτέτω περιουσίας, καὶ εἰς τοὺς ἐαθέντας αὐτῷ συγκληρονόμους καὶ λεγαταρίους ταῦτα περιερχέσθωσαν.

13

pr.Τὰ ἐξαδιαθέτως παραλειφθέντα παρὰ τῶν γονέων ἐξίσης μερίζονται. εἰ δὲ διαθήκη γέγονεν, λαμβάνει εἷς ἕκαστος, ἃ διετάξατο ὁ πατήρ.

14

pr.Τὰ δωρηθέντα τοῖς ὑπεξουσίοις παισὶ ζῶντος τοῦ πατρὸς συνεισφέρονται ἐν τῇ κληρονομίᾳ τελευτῶντος αὐτοῦ, εἰ μὴ ἄρα ἐγγράφως ἢ ῥητῶς ἐκέλευσεν αὐτὰ μὴ συνεισφέρεσθαι τοῖς λοιποῖς.

15

pr.Α δὲ ἔχουσιν ἐν προικίοις ἢ ἐν προτιμαῖς ἢ ἐν δωρεαῖς συνεισφέρουσιν, ἐὰν οἱ λοιποὶ ἀδελφοὶ αὐτῶν οὐκ ἔχουσιν ὁπωσδήποτε τὸ νόμιμον μέρος παρὰ τοῦ κοινοῦ αὐτῶν γονέως· οἱ ἔχοντες ἀναπληροῦσιν τοὺς μὴ ἔχοντας τὸ ἴσον μέρος ἐξ ὧν ἔχουσιν ἔξωθεν.

16

pr.Ἐὰν δὲ ὁ πατὴρ κατὰ φιλοτιμίαν ἐπιδῷ ἑνὶ τῶν παίδων εἰς χρῆσιν ἢ εἰς προῖκα πράγματα τῆς γυναικὸς αὐτοῦ, ἐκδικοῦσιν αὐτὰ ἐξίσης οἱ ἕτεροι.

17

pr.Ὅσα κτᾶται ὁ υἱὸς μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ, ταῦτα ἴδια αὐτοῦ εἰσὶν ὡς ἐξ ἰδίων καμάτων αὐτοῦ λογιζόμενα, καὶ μοῖραν πρὸς αὐτὰ οἱ ἄλλοι ἀδελφοὶ οὐκ ἔχουσιν, οὐδὲ πρὸς τὸ οἱονδήποτε, ἀλλὰ μόνος αὐτὰ δικαίως κατέχει. ὡσαύτως καὶ ὅταν ὁ πατὴρ ἀφανὴς γένηται καὶ μηκέτι πρὸς τὰ τέκνα ἐπανακάμψῃ, αὐτεξούσιοι οἱ παῖδές εἰσιν, καὶ ὅσα ἕκαστος κτᾶται, ἑαυτῷ κτᾶται καὶ οὐχ ἑτέρῳ. τὰ δὲ ζῶντος τοῦ πατρὸς κτώμενα, καμνόντων καὶ μὴ καμνόντων κοινὸς ὁ βίος.

18

pr.Περὶ διαθήκης ἐπισκόπων καὶ μοναχῶν ἐγγράφως καὶ ἀγράφως. – Ὅσα ἔσχεν ὁ ἐπίσκοπος πρὸ τῆς ἐπισκοπῆς δωρεῖται καὶ ἐκποιεῖ ὡς θέλει καὶ διατίθεται· ὅσα δὲ ἐκτήσατο μετὰ τὴν ἐπισκοπὴν, τῇ ἐκκλησίᾳ αὐτοῦ διαφέρει καὶ οὐ διατίθεται εἰς αὐτὰ, εἰ μὴ ἄρα ἀπὸ γονέων ἢ ἀδελφῶν ἢ θείων αὐτοῦ εἰς αὐτὸν περιῆλθον.

19

pr.Ὁ μέλλων εἰσιέναι ἐν μοναστηρίῳ διατίθεται τὰ καθ ἑαυτὸν πρὸ τῆς εἰσόδου αὐτοῦ, ἐπεὶ προσκυροῦται τῷ μοναστηρίῳ πάντα τὰ αὐτοῦ, κἂν μὴ ῥητῶς φήσειεν εἰσάγειν αὐτὰ, καὶ οὐκέτι ἔσται κατ᾿ οὐδένα τρίπον κύριος αὐτῶν.

20

pr.Ὁ ἐπὶ παισὶ μονάσας δύναται καὶ μετὰ τὸ μονάσαι διελεῖν τὴν οὐσίαν αὐτοῦ τοῖς ἰδίοις, παισὶ φυλάττων ἑαυτῷ ἓν μέρος, ὃ καὶ τῷ μοναστηρίῳ ἁρμόζει· ἐὰν δὲ ἀδιάθετος τελευτήσῃ, τότε οἱ παῖδες αὐτοῦ λήψονται τὸ ἐξ ἀδιαθέτου, τουτέστι τὸν φαλκίδιον, καὶ τὸ λοιπὸν δίδοται τῷ μοναστηρίῳ.

21

pr.Ὁ ἀπὸ μοναστηρίου μετιὼν εἰς ἄλλο μοναστήριον ἐκπίπτει τῶν ἰδίων πραγμάτων μὴ προσδεχθείς.

22

pr.Ἐὰν ἀπελεύθερος ἀδιάθετος τελευτήσῃ, εἰ μὲν ὑπεστιν αὐτῷ παῖς συλληφθεὶς μετὰ τὴν ἐλευθερίαν, ἢ πρὸ τῆς ἐλευθερίας καὶ συνελευθερωθεὶς αὐτῷ, ἢ προελευθερωθεὶς, οὗτος κληθήσεται εἰς τὸν κλῆρον. τοῦ δὲ μὴ ὑπόντος, τὸν πάτρωνα κληρονομεῖν. εἰ δὲ διαθέμενος ἄπαις ὢν ἢ ἔχων παῖδας, καὶ μηδὲν καταλιπὼν τῷ πάτρωνι, τότε ὁ πάτρων τὸ τρίτον μέρος λήψεται.

23

pr.Οὐ μόνον δὲ ὁ πάτρων καὶ ἡ πατρώνισσα καὶ οἱ τούτων κατιόντες κατὰ νόμον καλοῦνται ἐπὶ τοῦ ἀπελευθέρου κατὰ τὰ εἰρημένα, ἀλλὰ καὶ οἱ ἐκ πλαγίου αὐτῶν μέχρι πέμπτου βαθμοῦ.

24

pr.Εἰ δὲ τοῦ αὐτοῦ πάτρωνος ἢ τῆς πατρωνίσσης ἢ δύο πατρώνων ἢ πατρωνισσῶν ἢ πλειόνων ὕπεισιν παῖδες, ὁ ἐγγύτερος τῷ βαθμῷ εἰς τὰ τοῦ ἀπελευθέρου κληθήσεται πράγματα. εἰ δὲ ἑνὸς πάτρωνος εἰσὶ δύο παῖδες, ἄλλου δὲ τρεῖς, εἰς πέντε μερισθήσεται ἡ κληρονομία. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐκ πλαγίου.

25

pr.Περὶ ἀνατροπῆς διαθήκης. Ἐὰν μετὰ τὴν ποίησιν τῆς διαθήκης ἢ τὸν θάνατον τοῦ διατιθεμένου υἱὸς τεχθῇ, ἢ υἱὸς θετὸς ἢ υἱὸς στρατιώτης οὐκ ἐμνημονεύθη ἐν τῇ διαθήκῃ· εἰ δευτέρα διαθήκη κατὰ νόμους γινομένη κληρονόμον ἕτερον εἰς ὡρισμένα πράγματα καταστήσει, μὴ βεβαιοῦσα τὰ τῆς πρώτης διαθήκης· εἰ θυγατέρα ἔχει ὑπεξουσίαν ἢ ἐκγόνους, καὶ οὐκ ἔγραψεν αὐτοὺς κληρονόμους· τότε ἡ μὲν διαθήκη ῥήγνυται τέλεον, αὐτοὶ δὲ τῇ κληρονομίᾳ ὑπεισέρχονται ἐκτὸς τῶν λεγάτων. καὶ εἰ μὲν εἰς ἐξωτικοὺς ἡ κληρονομία ἐγράφη τοὺς μὴ ὄντας συγγενεῖς, τότε τὸ ἥμισυ οἱ οἰκεῖοι λαμβάνουσιν· εἰ δὲ εἰς οἰκείους, ἐπίσης πάντες. τὰ γὰρ μὴ κατὰ νόμους γινόμενα ἐννόμως ἀνατρέπεσθαι δεῖ.

26

pr.Πᾶσα γὰρ διαθήκη νόμῳ μαχομένη ἀνατρέπεται.

27

pr.Τῆς διατυπώσεως δύναμις μέχρι τοῦ ἐνιαυτοῦ ἐχέτω τὴν δύναμιν· εἰ δὲ συμβῇ αὐτὸν εἰς ἕτερον τόπον ἐλθεῖν καὶ τελευτῆσαι ἀδιάθετον, εἰ καὶ πλειστάκις χρόνοι εἰσὶν, ὡς μὴ δυνάμενος λαλῆσαι μήτε διαθήκην ποιῆσαι, μενέτω ἀπαρασάλευτος ἡ διαθήκη.

28

pr.Ὁ ἄσωτος υἱὸς οὐ δύναται διατίθεσθαι οἵας ἡλικίας ἐστίν· οὗ γὰρ τῶν οἰκείων πραγμάτων ἡ διοίκησις ἀπαγορεύεται, οὐδαμῶς ὁ νόμος συγχωρεῖ διατίθεσθαι, πλὴν εἰ μήπω ἐπιστάντος αὐτῷ τοῦ θανάτου ὑπὲρ ψυχικῆς αὐτοῦ σωτηρίας τινὰ γενέσθαι διωρίσατο· ἐπ᾿ ἐκείνῳ γὰρ καὶ μόνῳ τὴν βούλησιν αὐτοῦ ἰσχὺν ἔχειν θεσπίζομεν. ἡ δὲ πρὸ τῆς ἀσωτείας γενομένη διαθήκη, τουτέστιν πρὶν ἡ διοίκησις αὐτῷ τῶν πραγμάτων ἀπαγορευθῇ, βεβαία μένει. ἐπεὶ μέντοιγε ἐπὶ μετάνοιαν ἔλθῃ ὡς καταγνοὺς τοῦ προτέρου βίου, καὶ οὕτως διατίθεται.