JGR IV 2.5
Περὶ δωρεῶν ἁπλῶν, καὶ ἀνατροπῆς αὐτῶν.
Abrir no leitor do IusCommune →1
pr.᾿Αγράφως ἁπλὴ δωρεὰ συνίσταται, ὅτε τὶς τῶν ἐντελῶν ὑπάρχων χρόνων ἐπὶ πέντε ἢ καὶ τριῶν μαρτύρων δωρήσηταί τινα τῶν ἰδίων πραγμάτων αὐτοῦ· πέντε μὲν καὶ ἑπτὰ μαρτύρων εἰς τόπους συνισταμένους καὶ εὑρισκομένων ἀνθρώπων, τριῶν δὲ εἰς τόπους ἐρήμους καὶ μὴ εὑρισκομένου τοῦ ἀριθμοῦ τῶν πέντε '.
2
pr.Ἐγγράφως ἁπλὴ δωρεὰ συνίσταται, ὅτε ὑπὸ τελείαν ἄγοντος ἡλικίαν συνταγῇ ἢ ὑπογραφῇ καὶ κατὰ τὸν προειρημένον τρόπον ἐπὶ πέντε καὶ τριῶν μαρτύρων ἐπὶ τοῦτο προσκληθέντων ἐγγράφως [μαρτυρηθῇ] καὶ ἀπολυθῇ.
3
pr.Εἰ δέ τις ποιήσει δωρεάν εἴς τιναὶ πρὸς τὸ μετὰ τὴν τελευτὴν αὐτοῦ [τὰ] δωρηθέντα λαβεῖν πράγματα, καὶ ἀπεντεῦθεν ἤδη τὴν δεσποτείαν καὶ μόνον δωρήσηται αὐτῷ, καὶ τὴν τοιαύτην δωρεὰν ἐγγράφως γενέσθαι ἐπὶ πέντε καὶ τριῶν μαρτύρων.
4
pr.Ἡ διὰ προσδοκίαν θανάτου δωρεά, ἤτοι μετὰ ἀποβίωσιν τοῦ δωρουμένου τὴν σύστασιν ἔχουσα, γίνεται καὶ αὐτὴ, ὡς ἀνωτέρω δεδήλωται, διά τε τοῦ δωρουμένου καὶ ἐ΄ ἢ γ΄ μαρτύρων ὑπογραφῆς συμπληρουμένη.
5
pr.Εἰ δὲ καὶ αὐτὸς ὁ δωρούμενος διατάξηται ἐγγράφως ἐν τῇ αὐτῇ δωρεᾷ αὐτοῦ [μὴ] μεταμεληθῆναι ἢ διαστρέψαι τὴν τοιαύτην δωρεάν, ταύτην εἶναι κεκυρωμένην, μόνον ἵνα δηλωθῇ ἡ διάταξις αὐτοῦ καὶ ἐν τῷ ὕφει καὶ ἐν τῇ ὑπογραφῇ αὐτοῦ.
6
pr.Ἐμποδίζεται ' ἡ δωρεά, ὅτε ὁ λαμβάνων κερδαίνει, καὶ ὁ δωρούμενος οἴκοθεν ζημιοῦται.
7
pr.Ἐὰν δωρούμενος ἀποστείλω σοι καὶ πρινὴ δοθῆναί σοι ἀποθάνω, οὐ γίνεται σὸν, ἀλλὰ ἀνατρέπεται.
8
pr.Οὔτε ἄνηβος, οὔτε ἄνους δύναται δωρεῖσθαι· ἐν οὐδενὶ γὰρ ἐστὶν τούτων ἡ βούλησις.
9
pr.Πᾶσα δωρεὰ ἀνατρέπεται διὰ τοιαύτας αἰτίας· ἐὰν ὁ τὴν δωρεὰν λαβὼν ἀχάριστος περὶ τὸν δωρησάμενον εὑρεθῇ, ἐὰν τραχείας ὕβρεις ἐπαγάγῃ αὐτῷ ἢ τύψῃ αὐτὸν, ἢ μεγίστην ζημίαν ἐπενέγκῃ αὐτῷ, ἢ ἐπιβουλεύσηται τῇ ζωῇ αὐτοῦ, ἢ τὰ συμφωνηθέντα ἐφ᾽ οἷς ἡ δωρεὰ ἐγγράφως ἐγένετο μὴ πληρώσῃ· μιᾶς γὰρ ἐκ τούτων τῶν αἰτιῶν ἐν δικαστηρίῳ ἀποδεικνυμένης, ὡς εἴρηται, ἀνατρέπεται.