JGR IV 2.4
Περὶ καταγραφείσης προϊκὸς καὶ μὴ ἐπιδοθείσης· καὶ περὶ δωρεῶν μεταξὺ ἀνδρῶν καὶ γυναικῶν.)
Abrir no leitor do IusCommune →1
pr.Ὁ ὁμολογῶν ἐγγράφως ἢ ἀγράφως ὑποδέξασθαι προῖκα καὶ μὴ πληρουμένης αὐτῆς, μείζων τῶν κε ἐτῶν τυγχάνων, ἄδειαν ἔχει μετὰ τὸν γάμον μέχρι πενταετοῦς χρόνου καὶ μόνου ταύτην ἐπιζητεῖν καὶ ἐντελῶς κομίζεσθαι, εὐπορούντων [τῶν] γονέων τῆς κόρης τὰ ὑποσχεθέντα αὐτῷ ἀποπληρῶσαι· εἰ δὲ τοῦτο μὴ ποιήσει καὶ ἀμελήσει ταῦτα ἀποπληρωθῆναι, ὑπόκειται αὐτὸς τῷ μέρει τῆς γυναικὸς κατὰ τὴν δύναμιν τῶν προσομολογηθέντων παρ ' αὐτοῦ '.
2
pr.Εἰ γυνὴ εἰσαγάγῃ προῖκα τῷ ἀνδρὶ αὐτῆς, εἶτα συμβῇ ἀπὸ συμφορᾶς τινος εἰς ζημίαν πεσεῖν ἢ εἰς χρέος τὸν ἄνδρα εἴτε τῷ δημοσίῳ εἴτε ἑτέρῳ προσώπῳ οἱῳδήποτε καὶ τελευτῆσαι, οὐκ ἔχει ἄδειαν οὔτε ὁ δημόσιος οὔτε ἕτερός τις ἐπιβῆναι τὸν οἶκον αὐτοῦ καὶ ἐπάραι τὶ, μέχρις ὅτου ἡ γυνὴ τὴν ἰδίαν λάβῃ προῖκα· μετὰ δὲ τὴν ταύτης πλήρωσιν τὰ περισ σευόμενα κατὰ ἀνάμοιραν οἱ χρεωφειλέται μεριζέσθωσαν.
3
pr.Ἡ διατετιμημένη προῖξ τῷ ἀνδρὶ κινδυνεύεται. κἂν ἀποθάνῃ τὰ ζῶα, κἂν ἡ γυνὴ τὴν ἐσθῆτα κατατρίψῃ, αὐτὸς τὴν ἀποτίμησιν δίδωσιν. τῆς δὲ ἀδιατιμήτου ἡ αὔξησις καὶ ἡ μείωσις τὴν γυναῖκα ὁρᾷ. καὶ ἀντιλαμβάνει τὸν τοκετὸν τῶν δούλων· τοὺς γὰρ καρποὺς καὶ τὴν γονὴν τῶν θρεμμάτων ὁ ἀνὴρ λαμβάνει, πρότερον μέντοι πληρῶν τὰ πρωτότυπα καὶ ὑποβάλλων ἀντὶ τῶν τελευτώντων ἐκ τῶν ἐπιγινομένων. ἐὰν δὲ πρὸ τοῦ γάμου τελευτήσῃ τινὰ τῶν διατετιμημένων, ἡ γυνὴ ζημιοῦται.
4
pr.Εἰ καὶ μὴ τῷ γαμβρῷ ἀλλὰ τῇ ἰδίᾳ θυγατρὶ παραδῷ ὁ πατὴρ πράγματα λόγῳ προικὸς αὐτῆς, καὶ εὑρεθῇ ἐν νομῇ αὐτῶν μετὰ θάνατον τοῦ πατρὸς, ἡ θυγάτηρ ἐννόμως κρατεῖ αὐτὰ ὡς προικιμαῖα.
5
pr.Καὶ ὁ πατὴρ τοῦ ἀνδρὸς μέχρις εὐπορίας τῇ νύμφῃ καταδικάζεται. τάξιν γὰρ πατρὸς ὁ πενθερὸς ἔχει.
6
pr.Ἐκεῖνος λαμβάνει τὴν προῖκα ὁ μέλλων ἔχειν τοὺς παῖδας ὑπεξουσίους, κάντε πατὴρ κάντε πάππος.
7
pr.Ἐὰν ἡ γυνὴ παρὰ πολεμίοις ἐστὶν, οὐ δύναται ὁ ἀδελφὸς αὐτῆς ἀπαιτεῖν τὴν προῖκα· ἐὰν δὲ ἐτελεύτησεν, ὁ ἀδελφὸς αὐτῆς ἢ ἄλλος κληρονόμος δύναται ἀπαιτεῖν αὐτήν Τ.
8
pr.Ὁ ἀνὴρ τοὺς καρποὺς τῆς προικὸς λαμβάνει διὰ τὰ βάρη τοῦ γάμου. οἱ μέντοι πρὸ τοῦ γάμου καρποὶ τῆς προικὸς γίνονται, εἰ μὴ τουναντίον συνεφωνήθη.
9
pr.Ἐὰν αὐτὸ τοῦτο τὸ πρᾶγμα τῆς προικὸς δοῦναι γράψῃ ὁ ἀνὴρ, ἡ γυνὴ ἀναλαμβάνει τὸ πρᾶγμα· εἰ δ᾽ οὖν τὴν διατίμησιν, [ἐπιλογὴν ἔχει ὁ ἀνὴρ ἢ τὸ πρᾶγμα ἀποδοῦναι ἢ τὴν διατίμησιν].
10
pr.Μηδεὶς μυστικῶς στεφανούσθω, ἀλλὰ παρόντων πλειόνων. ὁ γὰρ τοῦτο κατατολμήσας ἐργάσασθαι σωφρονίζεται τιμωρούμενος.
11
pr.Περὶ δωρεῶν μεταξὺ ἀνδρὸς καὶ γυναικός. – Μεταξὺ ἀνδρὸς καὶ γυναικὸς οὐκ ἔῤῥωται δωρεὰ διὰ τὸν ἔρωτα καὶ τὸ μὴ ἔχειν αὐτοὺς διαζυγίου πρόφασιν ἐκ τοῦ μὴ δωρεῖσθαι καὶ διὰ τὸ μὴ γίνεσθαι τὴν εὔπορον ἄπορον ἢ τὴν ἄπορον εὔπορον.
12
pr.Ἐὰν ὁ ἀνὴρ δωρησάμενος τελευτήσῃ, ἐφ᾽ οἷς ἡσύχασε, βεβαιοῦται τῇ τελευτῇ αὐτοῦ ἡ δωρεά. ὡσαύτως καὶ ἐπὶ γυναικός.
13
pr.Ὁ πενθερὸς τῷ γαμβρῷ καὶ τῇ νύμφῃ δωρεῖται· ὡσαύτως καὶ ἡ πενθερὰ ἑκατέρῳ προσώπῳ· ἀλλὰ καὶ ἡ νύμφη καὶ ὁ γαμβρὸς τῷ πενθερῷ καὶ τῇ πενθερᾷ, καὶ ἔῤῥωνται αἱ μεταξὺ αὐτῶν δωρεαί.
14
pr.Εἰ μὲν μὴ ἔχων πρόθεσιν ὁ ἀνὴρ πωλῆσαι, πέπρακεν τῇ γυναικὶ διὰ τὸ δωρεῖσθαι αὐτῇ, ἄκυρος ἡ πρᾶσις· εἰ δὲ πωλῆσαι βουλόμενος ὀλίγου πέπρακεν, εἰς ὃ γέγονεν ἡ γυνὴ πλουσιωτέρα, ἀκυροῦται. τυχὸν γὰρ δοῦλον δεκαπέντε νομισμάτων ἄξιον ἐπώλησεν εἰς πέντε νομίσματα· τὰ πέντε δίδωσιν εἰς ὃ νῦν ἐστὶν εὐπορωτέρα.