JGR IV 2.3
Περὶ αἰτίας τῆς λύσεως τοῦ γάμου.
Abrir no leitor do IusCommune →1
pr.Τῆς ἀδιαλύτου τῶν γαμικῶς ἐν κυρίῳ συμβιούντων ἑνώσεως, ἡ τοῦ κτίστου καὶ δημιουργοῦ τῶν ἁπάντων θεοῦ σοφία ὑπάρχει διδάσκαλος· αὐτὸς γὰρ εἰς τὸ εἶναι παραγαγὼν ἐξ οὐκ ὄντων τὸν ἄνθρωπον, οὐ τὸν αὐτὸν τρόπον καὶ τὴν γυναῖκα πλάσαι ἐκέλευσε, καίπερ δυνάμενος· ἀλλ᾽ ἐκ τοῦ ἀνδρὸς αὐτῆς ταύτην ἐδημιούργησεν, ἵνα τῆς ἡνωμένης σαφῶς μιᾶς ἐν δυάδι προσώπων σαρκὸς τὸ ἀχώριστον καὶ τῆς συζυγίας νομοθετήσῃ τὸ ἀδιάζευκτον. ὅθεν οὔτε τὴν γυναῖκα τῇ ὑποβολῇ καὶ ὑποθέσει τοῦ ὄφεως τῆς πικρᾶς τῷ ἀνδρὶ κατάρξασαν γεύσεως ἀπὸ τούτου ἐχώρισεν, οὔτε τὸν ἄνδρα τὴν τῆς δεσποτικῆς ἐντολῆς παράβασιν τῇ ὁμοζύγῳ συνεργασάμενον ταύτης διέζευξεν, ἀλλὰ τὴν μὲν ἁμαρτίαν ἐκώλυσε, τὴν δὲ συζυγίαν οὐκ ἔλυσε. ταύτῃ τοίνυν τῇ ἐνεργεῖ νομοθεσίᾳ αὖθις καὶ λόγῳ κυρωθείσῃ παρὰ τοῦ κτίσαντος κατὰ τὸν καιρὸν τῆς τῶν φαρισαίων πρὸς αὐτὸν ἐρωτήσεως, εἰ ἔξεστι τῷ ἀνδρὶ ἐρωτησάν των κατὰ πᾶσαν αἰτίαν ἀπολύειν τὴν γυναῖκα αὐτοῦ, καὶ ἀποκριθέντος τοὺς ὑπὸ θεοῦ συζευχθέντας μηδαμῶς παρὰ ἀνθρώπου χωρίζεσθαι παρεκτὸς λόγου πορνείας, ἐξακολουθοῦντες καὶ πειθόμενοι, οὐδὲ ἡμεῖς ἕτερόν τι νομοθετεῖν περὶ τούτου βουλόμεθα ΄.
2
pr.Διαλύεται γάμος κατὰ πρόφασιν ἀναγκαίαν καὶ οὐκ ἄλογον, ὅταν τὶς οὐχ οἷός τε ᾖ συνεῖναι τῇ γυναικὶ καὶ τὰ παρὰ τῆς φύσεως δεδομένα πράττειν, ἀλλὰ τριετία ἐκ τοῦ τῶν γάμων παραδράμῃ καιροῦ. ἔξεστι γὰρ τότε τῇ γυναικὶ ἢ τοῖς αὐτῆς πατρᾶσι διαζευγνύναι τὸ συνοικέσιον καὶ τελείαν διάλυσιν κἀνταῦθα ποιεῖν· καὶ ἡ μὲν προῖς ὅλη ἐπιδιδομένη ἀκολουθήσει τῇ γυναικὶ καὶ ἀποδώσει ταύτην ὁ ἀνὴρ, ἡ δοθεῖσα δὲ αὐτῇ διὰ τοῦ γάμου ἢ πρὸ τῶν γάμων δωρεὰ μένει παρὰ τῷ ἀνδρὶ μηδὲν οἴκοθεν ζημιουμένῳ.
3
pr.Λύεται ἀπὸ γυναικὸς ὁ ἀνὴρ διὰ τοιαύτας αἰτίας· ἐὰν ἡ γυνὴ αὐτοῦ πορνεύσῃ, ἐὰν ἐπιβουλεύσηται τῷ οἱῳδήποτε τρόπῳ τῇ ζωῇ αὐτοῦ ἢ ἐπισταμένη ἐπιβουλεύοντας ἑτέρους μὴ καταμηνύσῃ αὐτῷ, καὶ ἐὰν παραγνώμην τοῦ ἀνδρὸς αὐτῆς ἀνδρᾶσιν ἐξωτικοῖς συμποσιάσῃ ἢ συλλούσηται, ἢ μὴ βουλομένου τοῦ ἀνδρὸς ἐξώκοιτος γένηται, χωρὶς τῶν ἑαυτῆς γονέων· καὶ εἰ λωβή ἐστιν. ὁμοίως δὲ καὶ ἡ γυνὴ λύεται ἀπὸ τοῦ ἀνδρὸς διὰ τοιαύτας αἰτίας· ἐὰν καὶ ὁ ἀνὴρ ἐπὶ τριετίαν ἀπὸ τοῦ καιροῦ τοῦ γαμικοῦ συναλλάγματος τῇ ἰδίᾳ μὴ συγγένηται γυναικὶ, [ἐὰν ἐπιβουλεύσῃ οἱῳδήτινι τρόπῳ τῇ ζωῇ αὐτῆς] ἢ ἐπιστάμενος ἑτέρους ἐπιβουλεύοντας μὴ καταμηνύσῃ αὐτῇ, καὶ ἐὰν λωβός ἐστιν. ἄνευ δὲ τῶν αἰτιῶν τούτων οὐ δύναται ἀνδρόγυνον διαλύεσθαι κατὰ τὸ γεγραμμένον· ὅτι οὓς ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. εἰ δὲ συμβῇ ἐξ αὐτῶν ἕνα μετὰ τὸν γάμον ὑπὸ δαίμονος κυριευθῆναι, τούτους ἐκ τῆς τοιαύτης αἰτίας ἀπ᾿ ἀλλήλων μὴ χωρίζεσθαι.