IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga privata aucta

JGR IV 1.9

Περὶ ἐλευθεριῶν καθαρῶς διδομένων ἢ καὶ ὑπὸ αἵρεσιν καὶ περὶ ἀναβοήσεως ἐλευθερίας καὶ ἐξ ἀχαριστίας ἀναδουλώσεως.

Abrir no leitor do IusCommune →

1

pr.Ἐπιτίθεται οἰκέτῃ ἐλευθερία, ὁπόταν παρὰ τοῦ ἰδίου κυρίου δημοσιευθῇ εἴτε ἐν ἐκκλησίᾳ· εἴτε ἐπὶ φίλων πέντε ἐπὶ τῷ αὐτῷ προσκληθέντων ἢ καὶ ὁ μὴ εὑρισκομένων καὶ μέχρι ἢ ἀπογραφομένων καὶ ἀποτιθεμένων ἐπὶ πράξεως ὑπομνημάτων τὴν οἰκείαν εἴδησιν· εἴτε δι᾽ ἐπιστολῆς τοῦ κυρίου αὐτοῦ, ἐ μαρτύρων ἢ καὶ γ ὡς εἴρηται ὑπογραφὰς ἐπὶ τούτῳ ἐχούσης. καὶ ἐν διαθήκῃ δὲ ἐγγραφομένη οἰκέτῃ δίδοται '.

2

pr.᾿Αλλὰ καὶ ὅτε βουλήσει τοῦ τελευτήσαντος ἢ καὶ παραχωρήσει τοῦ κληρονόμου οἰκέτης ἐν τῇ κεφαλῇ πάννην φορήσας τῇ τοῦ τελευτήσαντος ἐπακολουθήσει κηδείᾳ. καὶ ὁπόταν ὁ κύριος περιφρονῶν τοῦ ἰδίου οἰκέτου ἀπρονόητον αὐτὸν ἐγκαταλείψει.

3

pr.Ἐὰν ὁ κύριος τὸν ὑποκείμενον αὐτῷ δοῦλον ἐλευθέρῳ ζεύξῃ προσώπῳ. ἢ πάλιν ἐὰν ὁ κύριος αὐτοῦ ἢ καὶ ἡ τούτου κυρία ἢ τὰ αὐτῶν τέκνα εἰδήσει ἢ καὶ ἐπιτροπῇ τῶν γονέων ἐκ τοῦ ἁγίου καὶ σωτηριώδους βαπτίσματος αὐτὸν δέξωνται. ἢ καὶ ἐὰν εἰδήσει ἢ βουλήσει τοῦ κυρίου αὐτοῦ κληρικὸς ἢ μοναχὸς γένηται. αἱ δὲ εἰρημέναι ἐλευθερίαι ἀπεντεῦθεν ἤδη καὶ ὑπὸ ὅρον παρὰ τῶν κυρίων αὐτῶν δίδονται.

4

pr.Εἰ δέ τις ἐκ τούτων τῶν τρόπων ἐλευθερίᾳ τιμηθεὶς ἐν δουλείᾳ κατέχεται, προσερχέσθω τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ τοῖς προσφόροις ἄρχουσιν, καὶ παρ᾿ αὐτοῖς τὰ τῆς ἐπιτεθείσης αὐτῷ ἐλευθερίας ἀποδεικνύτω καὶ ταύτης ἀπολαυέτω.

5

pr.Ὁ ἐκ τῶν ἐχθρῶν ἐλεύθερον ἀγοράζων οἰκέτην καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἀποκαθιστῶν αὐτὸν, εἰ μὲν. εὐπορεῖ τὰς στοιχη θείσας μεταξὺ αὐτῶν πληρῶσαι τιμὰς, ἀπολυέσθω ἐλεύθερος. εἰ δὲ ἀπορεῖ, ἐχέτω αὐτὸν ὁ ἀγοράσας μίσθιον μέχρις ἂν πληρωθῇ, ἅπερ ἐστοίχησεν, ὁριζομένου δηλονότι ὑπὸ ἀκροατῶν τοῦ ὀφείλοντος ἑκάστῳ ἔτει ὑπὲρ μισθῶν τῷ ἀγορασθέντι λογίζεσθαι.

6

pr.Ὁ ὑπὸ τῶν πολεμίων αἰχμαλωτιζόμενος οἰκέτης καὶ κλάσμα τὶ ὑπὲρ τῆς πολιτείας [εἰς αὐτοὺς] ἐνδεικνύμενος, καὶ οὕτως ἀνθυποστρέφων, παρα [χρῆμα ἐλευθερούσθω]. ὁ δὲ αἰχμαλωτισθεὶς ὑπ᾿ αὐτῶν καὶ πάλιν ἀποφυγὼν, κλάσμα τὶ εἰς αὐτοὺς ὑπὲρ τῆς πολιτείας μὴ ἀπεργασάμενος, ἀλλ᾽ οὕτως ἀνθυποστρέφων, πενταετίαν δουλευέτω τῇ ἰδίᾳ δεσποτείᾳ καὶ εἶθ᾽ οὕτως ἐλεύθερος ἀπολυέσθω.

7

pr.Ὁ δὲ αὐτοπροαιρέτως τοῖς ἐχθροῖς προστρέχων καὶ πάλιν ἐν μεταμέλῳ γινόμενος καὶ ἀποφεύγων ἀπ᾿ αὐτῶν καὶ ἀνακάμπτων, διὸ ὅλως αὐτομολήσας τούτοις προσέδραμεν, ἕως τῆς ζωῆς αὐτοῦ ἔστω δοῦλος.