IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga privata aucta

JGR IV 1.8

Περὶ παίδων ὀρφανῶν καὶ τῆς τούτων κουρατορείας καὶ περὶ ἐπιτρόπων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐὰν ἔκ τινων ὀρφανοὶ καταλειφθῶσι καὶ νήπιοι, καὶ εἰ ὕπεστι τούτοις ὑπόστασις, εἰ μὲν οἱ γονεῖς αὐτῶν τελευτῶντες ἐγγράφως κουράτορα τούτοις παρείασαν, φυλαττέσθω ἐκείνων ἡ βούλησις. εἰ δὲ καὶ μὴ, οἱ εὐαγεῖς οἶκοι τὴν τούτων κουρατορείαν ἐχέτωσαν, ἐν μὲν τῇ θεοφυλάκτῳ πόλει ταύτῃ τὸ ὀρφανοτροφεῖον καὶ οἱ λοιποὶ εὐαγεῖς οἶκοι καὶ αἱ ἐγνωρισμέναι ἐκκλησίαι, ἐν δὲ ταῖς ἐπαρχίαις τὰ ἐπισκοπεῖα, τὰ μοναστήρια καὶ αἱ ἐκκλησίαι, μέχρις ὅτου πρὸς γάμου κῆραν καταντῶντες οἱ κληρονόμοι ζευχθῶσιν. εἰ δὲ καὶ πρὸς γάμον ἐλθεῖν οὗτοι οὐ βούλονται, μέχρις εἰκοσαετοῦς χρόνου τοὺς αὐτοὺς εὐαγοῦς οἴκους, τὰ μοναστήρια καὶ τὰς ἐκκλησίας τὰς τοιαύτας ὑποστάσεις παραφυλάττειν, καὶ εἶθ᾽ οὕτως ταύτας ἀνελλιπῶς τοῖς εἰρημένοις κληρονόμοις ἀποδιδόναι. οὐ γὰρ ἀρεστὸν τῷ θεῷ ἐστι τοῦ καθάπερ καὶ μέχρι τοῦ νῦν κουράτορας ἑτέρους προσβλήσκεσθαι, καὶ τὰ τῶν ὀρφανῶν κατεσθίειν, κἀκεῖνα προσαιτεῖν. οἱ γὰρ ὶ αὐτοὶ εὐαγεῖς οἶκοι καὶ αἱ τοῦ θεοῦ ἐκκλησίαι, οἱ καὶ τῶν ἀλλοτρίων προϊστάμενοι καὶ τοὺς ξένους ὡς ἰδίους κατὰ τὴν ἐντολὴν τοῦ κυρίου ξενοδοχοῦντες καὶ ὑποδεχόμενοι, πολλῷ μᾶλλον τὰ τῶν ὀρφανῶν φυλάξουσι καὶ τὴν τούτων ἀποκατάστασιν καιρῷ τῷ ἰδίῳ ποιήσουσιν.

2

pr.Προχειρίζονται ἐπίτροποι καὶ κουράτορες τῶν ἀτελῶν ὀρφανῶν ἐν μὲν τῇ πανευδαίμονι πόλει διὰ ψήφου τοῦ κατὰ καιρὸν ὀρφανοτρόφου, ὑπουργοῦντος τοῦ ἐπιτεταγμένου σκρίβου· τοῖς μὲν πρώτην ἄγουσιν ἡλικίαν, ἐπὶ ἀῤῥένων μέχρι τοῦ τεετοῦς χρόνου, ἐπὶ δὲ θηλειῶν μέχρι τοῦ τγετοῦς χρόνου, ἐπίτροποι, ἐγγράφως παραλαμβανόμενοι τὴν ὀρφανικὴν ὑπόστασιν ἀκριβῶς διατετιμημένην καὶ διὰ ἀντιφωνητοῦ δόσεως περὶ τοῦ ἀδιαπτώτου ἐγγράφως ὁμολογοῦντες καὶ κατασφαλιζόμενοι τὸν αὐτὸν σκρίβαν.

3

pr.Τοῖς δὲ τὴν δευτέραν ἄγουσιν ἡλικίαν, ἐπὶ μὲν τῶν ἀῤῥένων ἀπὸ πεντεκαιδεκαετοῦς χρόνου [ἐπὶ δὲ θηλειῶν ἀπὸ ιγ΄ χρόνου, ἐπ᾽] ἀμφοτέρων μέχρι περατώσεως τοῦ κε χρόνου, κουράτορες, καὶ αὐτοὶ κατὰ τὸν ὅμοιον τρόπον τὴν ὀρφανικὴν ' Codex: οὐ γὰρ οἱ. Forte ἡ γὰρ οἱ. Ecl. VII,. Videas, quae dixi in Hist. juris privati GR. §., et cf. Coll. III Nov. c. ὑπόστασιν διατετιμημένην παραλαμβάνοντες καὶ [δι '] ἀντιφωνητοῦ περὶ τοῦ ἀδιαπτώτου ἐγγράφως καθομολογοῦντες.

4

pr.Ἐν δὲ ταῖς ἐπαρχίαις προβλήσκονται ἐπίτροποι ἢ κουράτορες παρά τε τοῦ ἐπισκόπου καὶ τοῦ ἐν τόπῳ ἐκδίκου κατὰ τὴν εἰρημένην παρατήρησιν.

5

pr.Οἱ δευτέρας ἡλικίας ὄντες μὴ ἔχοντες κουράτορας, βουλόμενοι δὲ τὴν τῶν οἰκείων πραγμάτων διοίκησιν ποιήσασθαι, συγγνώμην αἰτείτωσαν, οἱ μὲν ἄῤῥενες τῷ κα τῆς ἡλικίας αὐτῶν ἐπιστάντες ἤδη χρόνῳ, θήλειαι δὲ τῷ ιθ, ἔν τε κωνσταντινουπόλει καὶ ἐν ταῖς ἐπαρχίαις παρὰ τοῖς εἰρημένοις προσώποις ἀποδεικνύντες διὰ μαρτύρων, ὡς τοῖς ῥηθεῖσι χρόνοις ἐπέστησαν καὶ ἱκανοὶ εἰς τὴν τῶν οἰκείων πραγμάτων διοίκησιν τυγχάνουσιν.

6

pr.Κωλύονται δὲ ἐπιτροπεύειν καὶ κουρατορεύειν τοῖς ὀρφανοῖς ἐπίσκοποι, στρατιῶται καὶ κληρικοὶ ἄνευ τῶν ἰδίων συγγενῶν, καὶ γυναῖκες ἄνευ μητρὸς καὶ μάμμης.