IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga privata aucta

JGR IV 1.7

Περὶ τῶν ἐξ ἀδιαθέτου κληρονομιῶν, καὶ λεγάτων καὶ διὰ τῆς τῶν κληρονόμων πίστεως ἑτέρῳ καταλιμπανόμένων, καὶ περὶ τῶν ἐξ ἀχαριστίας ἐκπιπτόντων κληρονομίας.

Abrir no leitor do IusCommune →

1

pr.Ἐάν τις ἀδιάθετος τελευτήσῃ ἐπὶ γνησίοις τέκνοις καὶ ἐγγόνοις καὶ λοιποῖς αὐτοῦ συγγενέσιν ἤτοι κατιοῦσιν, ὑπὸ τῶν πλησιαζόντων αὐτῷ προσώπων κληρονομείσθω. εἰ δὲ οὐχ ὕπεστιν αὐτῷ οἱαδήποτε γνησία γονὴ, περίεισι δὲ αὐτῷ ἀνιόντες, πατὴρ καὶ μήτηρ, πάππος καὶ μάμμη καὶ ἐπέκεινα, καὶ οὕτως ὑπὸ τῶν ἐγγυτέρων κληρονομείσθω γονέων. εἰ δὲ μήτε ἀνιόντες ἢ κατιόντες εἰσὶν, ὑπὸ τῶν ἐκ πλαγίου, ἀδελφοῦ καὶ ἀδελφῆς καὶ ἀνεψιῶν καὶ ἐφεξῆς, δηλονότι τὸν τελευτήσαντα κληρονομεῖσθαι. εἰ δὲ οὐδεὶς ἐκ τῶν τοιούτων συγγενῶν περίεστι τῷ τελευτήσαντι, τότε ὁ ἀνὴρ τὴν γυναῖκα καὶ ἡ γυνὴ τὸν ἄνδρα ἐν τελευταίᾳ διαδοχῇ ἐξ ἀδιαθέτου κατὰ τὸ ἥμισυ ἀλλήλους κληρονομείτωσαν, τοῦ ἑτέρου ἡμίσεος μέρους τῆς καταλιμπανομένης ὑποστάσεως τῷ δημοσίῳ λόγῳ εἰσκομιζομένου '. Διατιθεμένου δὲ εἰς ξένον πρόσωπον μὴ ὑπόντων αὐτῷ πρὸς διαδοχὴν συγγενῶν, τὸ μὲν ἥμισυ μέρος καὶ μόνον τῆς αὐτοῦ περιουσίας διὰ τῆς αὐτοῦ βουλήσεως τῷ τοιούτῳ προσώπῳ δωρεῖσθαι. τὸ δὲ ἕτερον ἥμισυ μέρος τῷ εὐσεβεῖ βασιλικῷ σακελλίῳ καταλιμπανέτω. Ἐὰν υἱὸς τελευτήσῃ ἄπαις καὶ ἀδιάθετος ἐπί τε γνησίοις αὐταδέλφοις καὶ ἐξ ἑτέρου προτελευτήσαντος ἀδελφοῦ αὐτοῦ τέκνοις, εἰς τὸν βαθμὸν τοῦ ἀποβιώσαντος γονέως αὐτοὺς ἐμπαραβαίνειν, καὶ ὁσοιδήποτε ὦσι τὸν ἀριθμὸν τούτους ἐμπροσώπως ὁρίζεσθαι, καὶ εἰς τὴν κληρονομίαν τοῦ τελευτήσαντος θείου ὑπεισέρχεσθαι μετὰ τῶν περιόντων θείων καὶ τῶν τοιούτων γονέων ὁμοίως μίαν μοῖραν ἐξ ἰσότητος κομιζομένους. Ἐάν τις ἐξ ἀδιαθέτου τελευτήσῃ ἐπί τε γονεῦσι καὶ ἀδελφοῖς ὁμοπατρίοις καὶ ὁμομητρίοις καὶ ἑτέροις ἐξ ἑνὸς γονέως αὐτοῦ ἀδελφῷ ἢ ἀδελφοῖς, τοὺς ὁμοπατρίους καὶ ὁμομητρίους τοῦ τελευτήσαντος ἀδελφοὺς μετὰ τῶν γονέων αὐτῶν τὸν τελευτήσαντα διαδέχεσθαι, μηδὲν κομιζομένων τῶν ἑτέρων φίλων καὶ ἀδελφῶν ἐν τῇ τοιαύτῃ διαδοχῇ. Εἰ δὲ οὔτε γονεῖς οὔτε πάππος οὔτε μάμμη οὔτε. ἀδελφοὶ ὁμοπάτριοι καὶ ὁμομήτριοι τῷ τελευτήσαντι τυγχάνουσιν, οἱ ἐξ ἑνὸς γονέως ἀδελφοὶ εἰς τὴν τούτου διαδοχὴν ὑπεισερχέσθωσαν. Τὸ ὑπό τινος ἐαθὲν λεγάτον ἐγγράφως ἢ καὶ ἀγράφως βουλευσαμένου ὑπὸ τῶν κληρονόμων αὐτοῦ ἐντελῶς διδόσθω, προϋφεξαιρουμένης ἐκ τῆς τοῦ διατιθεμένου ὑποστάσεως τῆς εἰς ταφὴν καὶ ἀναγραφὴν ἰμβέντου ἐξόδου καὶ δαπανημάτων, τῆς τε προικὸς, τῶν χρεῶν καὶ ἐλευθεριῶν. καὶ πρὸς τούτοις ἐκ τῆς μενούσης καθαρᾶς ὑποστάσεως ἀποκαθιστάσθω ἐντελῶς τοῖς ὑποῦσι γνησίοις τέκνοις ἢ γονεῦσι τῷ τελευτήσαντι ἡ νόμιμος μοῖρα, καὶ ἐκ τῶν ὑπολοίπων πραγμάτων δίδοσθαι τὰ ἐαθέντα λεγάτα. 7. Εἰ δὲ ξένος πρὸς δόσιν λεγάτων κληρονόμος ὁρισθῇ, δαπανωμένης εἰς λεγάτα τῆς τοῦ τελευτήσαντος περιουσίας, τότε ἐξ ἑκάστου ἐαθέντος λεγάτου λόγῳ κληρονομίας αὐτοῦ τετάρτην ἐγκρατείτω μοῖραν. 8. Ἐάν τις λεγατεύσῃ πρᾶγμα καὶ μετέπειτα διὰ χρέος ὑπόθηται αὐτὸ, ὁ κληρονόμος ἐλευθερούτω τὸ τοιοῦτον λεγατευθὲν πρᾶγμα καὶ ἀποδιδότω τῷ λεγαταρίῳ. 9. Τῷ ὁρισθέντι κληρονόμῳ, εἰ καὶ λεγάτον καταλειφθῇ, παραιτουμένῳ τὴν κληρονομίαν διδόσθω αὐτὸ τὸ λεγάτον. 10. Ἐάν τις τῷ ἰδίῳ δανειστῇ λεγάτον καταλείψῃ αὐτὸ, ὅπερ δέδωκεν αὐτῷ εἰς ἐνέχυρον, διδότω ὁ κληρονόμος τὸ χρέος, ἐγκρατείτω ὁ δανειστὴς τὸ ἐαθὲν αὐτῷ ἐπ᾿ ὀνόματι λεγάτου ἐνέχυρον. 11. Ἐάν τις τελευτῶν ὁρίσῃ λεγάτα, μετὰ τὴν πρόσφορον προδήλως ἔξοδον ταῦτα διδόσθωσαν, καὶ μὴ ἔχειν ἄδειαν τὸν κληρονόμον εἰς ἑτέραν πρόφασιν τὰ ἐαθέντα λεγάτα ἐξοδιάζειν, ἀλλὰ καὶ τοῦτο ἀποκαθιστᾶν τῷ λεγατευθέντι. Ἐὰν δὲ κληρονόμος εἴδησιν τῆς καταλιμπανομένης αὐτῷ ὑποστάσεως ἔχῃ, καὶ οἶδε χρέη προηγεῖσθαι, ἐπὶ ἀξιοπίστων μαρτύρων τὴν τοιαύτην ἀναγραφέτωσαν ὑπόστασιν καὶ φανερούσθω ταύτης ἡ δύναμις. καὶ πρῶτον μὲν πληρούσθωσαν οἱ χρεωφειλέται, καὶ εἶθ᾽ οὕτως τὸ περιττεῦον ἐχέτω ὁ κληρονόμος. εἰ δὲ αὐθαδῶς καὶ ὡς ἔτυχεν ὑπεισερχόμενος τῆς αὐτῆς ἐφάψηται ὑποστάσεως, καὶ φανῇ τινα μερικῶς τῶν χρεῶν ἀποδοὺς, ὑποκείσθω πληροῦν καὶ τοὺς λοιποὺς ὡς διὰ προσφόρου ἀναγραφῆς [τὴν] τῆς τοιαύτης ὑποστάσεως μὴ γνωρίσας κατάληψιν. εἰ δὲ ἐσχάτως ἀναφυῶσι τὰ χρέη, τοῦ κληρονόμου τὴν περὶ τούτου ἄγνοιαν κεκτημένου, διὰ μαρτύρων ἢ καὶ δι᾽ ὅρκου τὸ εὑρεθὲν τῇ ὑποστάσει καὶ περιελθὸν παριστᾶν αὐτὸν, καὶ πρὸς αὐτὸ ἀποκοπτέτω μετὰ τῶν χρεωφειλετῶν αὐτοῦ, καὶ μηδὲν περαιτέρω τοῦτον ἀπαιτεῖσθαι. 13. Ἐὰν εἰδὼς τὴν ὕπαρξιν τοῦ διατιθεμένου ἐμμίξῃ αὐτῇ ὁ κληρονόμος καὶ ὑπεισέλθῃ τῇ κληρονομίᾳ, καὶ μερικῶς χρέη ἢ λεγάτα τοῦ βουλευσαμένου ἀποδώσῃ, μὴ πεποιηκὼς τῶν καταλειφθέντων ἁπάντων πραγμάτων τε καὶ δικαίων δημοσίαν ἀναγραφὴν, ἐπὶ πᾶσι τοῖς ἀναφυομένοις χρέεσί τε καὶ λεγάτοις ὑποκείσθω. καὶ εἰ μὲν [ἐν] τῷ ἰδίῳ οἴκῳ ὁ βουλευσάμενος ἐτελεύτησεν, [εἰ] εἴσω τριμηνιαίου καιροῦ τὴν τούτων δημοσίαν ἀναγραφὴν ἐποιήσατο, ἢ καὶ, [εἰ ἐν] ἑτέρᾳ ἐπαρχίᾳ, ἐντὸς ἐνιαυτοῦ, [μὴ] ὑποκεῖσθαι αὐτὸν περαιτέρω τῆς ἐν ἀληθείᾳ καταλειφθείσης καὶ ἀναγραφείσης ὑποστάσεως. Ἐὰν κληρονόμος οἱοσδήποτε ἢ καὶ λεγατάριος φανῇ ἀποκρύψας τὴν καταλειφθεῖσαν αὐτῷ διαθήκην, καὶ ἐν ὑστέρῳ αὕτη παρ ' αὐτῷ εὑρεθῇ, ἐκπιπτέτω ὁ μὲν κληρονόμος τῆς κλήρονομίας, ὁ δὲ λεγατάριος ἐκ τοῦ λεγάτου. Ἐάν τις τῷ ἰδίῳ κληρονόμῳ ἰδικῶς ἐπιτρέψῃ μαρτύρων μὴ παρόντων ἀποκαταστῆσαί τινι ἐκ τῆς ἰδίας περιουσίας εἶδος ἢ πράγματα, καὶ ἀπαιτούμενος ὁ κληρονόμος ἀρνήσηται, ὀμνυέτω ὁ κληρονόμος ὡς οὐκ ἐπετράπη παρὰ τοῦ τελευτήσαντος ἐκ τῆς ὑποστάσεως ἀποκαταστῆσαί τι, πρότερον τοῦ ζητοῦντος κατατιθεμένου τὸν περὶ ἐπηρείας λόγον. Ἐκπίπτουσι δὲ τῆς νομίμου κληρονομίας διὰ ἀχαριστίαν οἱ μὲν παῖδες, ἐὰν τοὺς ἰδίους τύψωσι γονεῖς, ἐὰν βαρέως αὐτοὺς ὑβρίσωσιν, ἐὰν φαρμάκοις ὡς φάρμακός τις αὐτῶν συναναστρέφηται, ἐὰν ἐπιβουλεύσωσιν οἱῳδήποτε τρόπῳ τῇ ζωῇ αὐτῶν, ἐὰν τῇ μητρυιᾷ ἢ τῇ παλλακῇ τοῦ πατρὸς αὐτῶν σωματικῶς τις αὐτῶν μιγῇ, ἐὰν τοὺς γονεῖς φυλακιζομένους οἱ ἄῤῥενες παῖδες καὶ προτραπέντες μὴ ἀντιφωνήσωσιν, ἐὰν ὁ υἱὸς παραγνώμην τῶν γονέων θυμελικὸς γένηται τῶν γονέων μὴ ὄντων τοιούτων, ἐὰν θυγάτηρ μὴ ἕληται νομίμως ζευχθῆναι βουλομένων τῶν γονέων ἀλλ᾽ αἰσχρῶς διάγειν, ἐὰν πενομένων τῶν γονέων μὴ ἕλοιντο οἱ παῖδες ἀντιλαβέσθαι αὐτῶν, καὶ διαμαρτυρηθέντες ἐπὶ τούτῳ ὑπὸ ξένων προσώπων μηδὲ οὕτως ἀνάσχωνται. ἀλλὰ καὶ εἰ πρὸ τῆς μανίας ἐγγράφως κληρονόμους αὐτοὺς ἐνεστήσαντο οἱ γονεῖς, τοὺς ἀμελήσαντας παῖδας τῆς τοιαύτης κληρονομίας ἐκπίπτειν, καὶ ἔρχε σθαι εἰς τοὺς ἐγγράφως ὁρισθέντας μετ᾿ αὐτῶν συγκληρονόμους ἢ εἰς τοὺς ἐξ ἀδιαθέτου τῶν τοιούτων γονέων ὁριζομένους συγγενεῖς. 17. Εἰ τὸν γονέα αἰχμάλωτον ὄντα οὐκ ἔσπευσεν ἀναῤῥύσασθαι, ὅτε μείζων τῶν τὴ ἐτῶν ἐτύγχανεν· καὶ εἰ συμβῇ τὸν γονέα παρὰ τοῖς πολεμίοις τελευτῆσαι, τὰ πράγματα αὐτοῦ ἡ ἐκκλησία διαδεχέσθω πρὸς ἀνάῤῥυσιν ἑτέρων αἰχμαλώτων. τὸ αὐτὸ δὲ κρατείτω καὶ ἐπὶ τῶν ἐξ ἀδιαθέτου, εἶτα καὶ ἐπὶ ἐξωτικῶν πρὸ τῆς αἰχμαλωσίας γραφέντων κληρονόμων καὶ ἀμελησάντων περὶ τὴν ἀνάῤῥυσιν τῶν εἰς αὐτοὺς διατιθε μένων. 18. Ἐὰν ὁ παῖς οὐ κοινωνῇ τῇ καθολικῇ ἐκκλησίᾳ. 19. Ἐκπίπτουσι δὲ καὶ οἱ γονεῖς ἐκ τῆς τῶν παίδων νομίμου διαδοχῆς διὰ τὰς προειρημένας αἰτίας, πρός γε δὲ καὶ εἰ κωλύσωσι τοὺς παῖδας αὐτεξουσίους ὄντας διαθέσθαι. 20. Τὰς δὲ τοιαύτας ἀχαριστίας πολλὰς ἢ καὶ μίαν ἐξ αὐτῶν ὑπὸ τοῦ διατιθεμένου πάντως ἐν τῇ αὐτοῦ βουλήσει ἐγγράφεσθαι καὶ διὰ τῶν κληρονόμων αὐτοῦ ἐγγυμνάζεσθαι καὶ ἀποδείκνυσθαι. εἰ γὰρ μὴ ἐγγράψηται ὁ διατιθέμενος ἢ καὶ ἐγγραψαμένου αὐτοῦ οἱ κληρονόμοι αὐτοῦ μὴ ἀποδείξωσιν, ἀντ᾿ οὐδενὸς εἶναι τὴν τοιαύτην ἀχαριστίαν, καὶ ὑπεισέρχεσθαι εἰς [δια] δοχὴν τὸν ἀλόγως ἀχαριστίαν αἰτιολογηθέντα.