JGR IV 1.6
· Περὶ πεκουλίου τῶν ὑπεξουσίων υἱῶν, στρατιωτῶν, κληρικῶν τε καὶ στρατευομένων καὶ παγανῶν, εἰς ἃ διατίθεσθαι δύνανται ἢ κωλύονται.
Abrir no leitor do IusCommune →1
pr.Στρατιωτικὰ πεκούλιά εἰσιν, ἅπερ στρατιῶται ὑπεξούσιοι ὄντες πατρί τε καὶ πάππῳ ἐκ τοῦ στρατιωτικοῦ αὐτῶν τάγματος ἐπικτήσονται· εἰς ἃ διατίθεσθαι δύνανται καὶ ἐν σεδέτοις διάγοντες, καὶ τότε δηλονότι μετὰ τῆς προαναφερομένης περὶ ἐντελῶν διαθηκῶν παραδόσεως. δαπανωμένου δὲ διὰ τῆς βουλήσεως αὐτῶν τοῦ τοιούτου πεκουλίου [μὴ δύνασθαι τοὺς κληρονόμους αὐτῶν ἐκ τοῦ τοιούτου πεκουλίου] τετάρτην μοῖραν ἀπαιτεῖν, ἀλλ᾽ ἐν ἐξουσίᾳ αὐτῶν εἶναι, τὸ τοιοῦτον δωρεῖσθαι [ἢ διὰ βουλήσεως αὐτῶν καταλιμπάνειν ἐντελῶς πεκούλιον. καὶ μετὰ τελευτὴν δὲ τῶν αὐτῶν γονέων μὴ ὡς πατρῷον αὐτὸ συνάγεσθαι ἢ διαιρεῖσθαι,] ἀλλ᾽ ἐξαιρέτως τῷ ἰδικῷ αὐτοῦ καὶ μόνῳ γνωρίζεσθαι προσώπῳ '.
2
pr.Εἰ δὲ καταλειφθῶσιν ἀδελφοὶ μετὰ τὴν τελευτὴν τῶν γονέων αὐτῶν, καί τις ἐξ αὐτῶν στρατευθῇ, ὁ δὲ ἕτερος μείνῃ ἐν τῷ οἴκῳ, εἰ μὲν σύμφωνον ποιήσωσι μετ᾿ ἀλλήλων, τὰ μεταξὺ αὐτῶν στοιχηθέντα κρατείτωσαν. εἰ δὲ ἀστοιχήτως τοῦτο ποιοῦντες καὶ μέχρι δεκαετίας μετὰ τὸ στρατευθῆναι ἕνα ἐξ αὐτῶν συζήσωσιν, πάντα τὰ ἐπικτηθέντα αὐτοῖς εἴτε ἀπὸ ῥόγας εἴτε ἀπὸ καμάτων τοῦ κοινοῦ αὐτῶν οἴκου καὶ σπουδῆς τοῦ ἐν τῷ οἴκῳ μείναντος ἀδελφοῦ ἢ ἀδελφῶν ἐφίσης καὶ ἐξίσης μοῖραν κομίζωνται. μετὰ δὲ τὴν δεκαετίαν ἕως ἑτέρων τριῶν χρόνων συζώντων αὐτῶν μετ᾿ ἀλλήλων καὶ μετὰ τοῦτο συμβῇ αὐτοὺς ἀπ᾿ ἀλλήλων διαιρεθῆναι, ἐπαίρειν τὸν στρατιώτην ἐξαιρέτως τὸ ἱππάριν αὐτοῦ σὺν καὶ τῷ σελλοχαλίνῳ καὶ τὸ ἅρμα αὐτοῦ, καὶ ἐὰν ὡς εἰκὸς ἐπεκτήσατο λωρίκην καὶ μόνον· τὰ δὲ λοιπὰ πάντα μερίζεσθαι αὐτοὺς ἀδελφικῶς ἐξ ἴσης μοίρας. εἰ δὲ καὶ ἐπέκεινα τῶν ιγ χρόνων ζήσωσι μετ ' ἀλλήλων, καὶ εὑρεθῇ τίποτε ἐκ τῶν μετὰ ταῦτα ῥογῶν αὐτοῦ ἐπικτησάμενον καὶ σώζεται, καὶ τοῦτο κομίζεσθαι αὐτόν. τὰ δὲ προνοίᾳ θεοῦ ἐπικτηθέντα αὐτῷ ἐκ πρώτης ἡμέρας τοῦ αὐτὸν στρατευθῆναι ἀπό τε σκύλων καὶ φιλοτιμιῶν, καὶ ταῦτα ὁμοίως ἔχειν αὐτὸν ἐξαιρέτως.
3
pr.Κληρικοὶ δὲ καὶ χαρτουλάριοι ἢ καὶ ἕτεροί τινες ἀπὸ γονικῆς στρατευόμενοι ὑποστάσεως, εἰ μὲν τελευτῶντες οἱ τούτων γονεῖς θελήσωσι ταῦτα χαρίσασθαι αὐτοῖς, κυριούσθω τούτων ἡ βούλησις. εἰ δὲ μηδὲν περὶ τούτων εἰπόντες τελευτήσωσι, [καὶ τὴν περὶ τῆς τοιαύτης ποσότητος ποιήσουσι κίνησιν] τῷ στρατευθέντι οἱ συγκληρονόμοι αὐτοῦ, λογίζεσθαι αὐτῷ τὰ περὶ τῆς τοιαύτης στρατείας περιελθόντα εἰς τὸν αὐτοῦ πατέρα, καὶ τὸ περιττεῦον ἐκ τῆς δοθείσης ποσότητος εἰς τὸ τοιοῦτον στράτευμα συνεισφέρεσθαι τῇ λοιπῇ ὑποστάσει καὶ συνδιαιρεῖσθαι. εἰ δὲ ὡς εἰκὸς ἐπληρώθη διὰ τοῦ τοιούτου στρατεύματος ἡ δοθεῖσα ποσότης, μὴ ἔχειν ἄδειαν τοὺς συγκληρονόμους τῷ [τὸ] τοιοῦτον στράτευμα ἔχοντι προσώπῳ ἐπιζητεῖν ἕνεκεν τῆς γενομένης ἐξόδου ὑπὲρ αὐτοῦ τὸ εἰτιοῦν διὰ τὸ ὡς εἴρηται ἀντεισαγωγὴν ἐκ τοῦ τοιούτου στρατεύματος γίνεσθαι.
4
pr.Κληρικῶν δὲ καὶ στρατευομένων εἰσὶ πεκούλια, ἐφ᾽ οἷς διατίθεσθαι δύνανται κατὰ τὴν ἀκριβῆ καὶ ἐντελῆ τῶν διαθηκῶν παρατήρησιν, ἐπὶ μὲν κληρικῶν τῶν καὶ χειροτονουμένων, τουτέστιν ἀπὸ πρεσβυτέρων καὶ μέχρι ψαλτῶν, τὰ ἀπὸ τῶν οἰκείων αὐτῶν ταγμάτων ἤτοι ἐκκλησιῶν ἐπικτηθέντα· ἐπὶ δὲ τῶν λοιπῶν στρατευομένων ὅσα ἐκ τῆς βασιλικῆς ῥόγας, ἀννόνων τε [καὶ] σολεμνίων τούτοις προσενεμήθησαν, τουτέστι συνεδρίοις, δικολόγοις, μεμοριαλίοις, μαγιστριανοῖς, διδασκάλοις ἤγουν παιδευταῖς ἐλευθεριῶν σπουδασμάτων, ἀρχιατροῖς καὶ λοιποῖς ἅπασι κομιζομένοις ἀπὸ βασιλικῆς χειρὸς ῥόγας ἢ ἀπὸ δημοσίου ἀννόνας καὶ συνηθείας. οὗτοι γὰρ πάντες ἄνευ μέντοι τῶν στρατιωτῶν ἐπὶ τοῖς τοιούτοις πεκουλίοις διατιθέμενοι, παῖδας μὲν ἔχοντες ἄχρι τὸν ἀριθμὸν δ, τὴν νόμιμον ἤγουν τὴν τρίτην μοῖραν τοῦ αὐτῶν πεκουλίου καταλιμπανέτωσαν· εἰ δὲ ὲ καὶ ἐπέκεινα, τὸ ἥμισυ αὐτοῦ μέρος. εἰ δὲ παῖδας οὐκ ἔχουσιν, ὑπεισι δὲ αὐτοῖς γονεῖς, τὴν εἰρημένην τρίτην μοῖραν αὐτοῖς καταλιμπανέτωσαν· εἰς δὲ τὸ ὑπόλοιπον μέρος τοῦ αὐτῶν πεκουλίου κατὰ τὸ δοκοῦν αὐτοῖς διατιθέσθωσαν.
5
pr.Παγανικὰ δὲ πεκούλια τῶν ὑπεξουσίων εἰσὶν, ὅσα παρὰ τῶν γονέων αὐτῶν πρὸς κόσμον καὶ τιμὴν ἐδόθησαν ἢ ἐπεκτήθησαν, ἅτινα καὶ ὡς γονικὰ γνωρίζονται καὶ μετὰ τὴν τελευτὴν τῶν γονέων τῇ λοιπῇ αὐτῶν ὑποστάσει ἑνοῦνται καὶ συνδιαιροῦνται, ὥσπερ καὶ τὰ ἀπὸ χρημάτων ἢ πραγμάτων τοῦ πατρὸς ἐπικτηθέντα τῷ υἱῷ τῇ πατρῴᾳ ὑποστάσει γνωρίζονται καὶ αὐτῇ συνενοῦνται. ἐπὶ γὰρ τοῖς μητρώοις αὐτῶν ἢ ἐξ ἱδρώτων καὶ καμάτων ἢ κληρονομίας περιαχθεῖσιν εἰς αὐτοὺς πράγμασι, ἐπ ' αὐτοῖς μὲν οὐ διατίθενται, τὴν δὲ χρῆσιν αὐτῶν καὶ μόνον ἔχουσιν οἱ τούτους ἔχοντες ὑπεξουσίους, μὴ περιερχόμενοι ὡς προτέτακται εἰς ἕτερον συνοικέσιον, τὴν δεσποτείαν τῶν τοιούτων πραγμάτων φυλάττοντες αὐτοῖς.
6
pr.Οἱ δὲ ὑπεξούσιοι ἐπὶ τοῖς ἀπὸ κληρονομίας ἀδελφοῦ περιαχθεῖσιν εἰς αὐτοὺς πράγμασι διατίθεσθαι δύνανται.