JGR IV 1.5
Περὶ τῶν κεκωλυμένων διατίθεσθαι προσώπων, καὶ περὶ διαθηκῶν ἐγγράφων, ἔτι δὲ καὶ περὶ στρατιωτικῶν διαθηκῶν.
Abrir no leitor do IusCommune →1
pr.Κωλύονται διατίθεσθαι· οἱ ἐκ νοσήματος ἐν παραφορᾷ ὄντες· καὶ οἱ ἄνηβοι, τουτέστιν οἱ ἄῤῥενες οἱ ἥττονες τῶν τε ἐτῶν, αἱ δὲ θήλειαι ἥττονες τῶν ῖγ ἐτῶν οὖσαι· οἱ ὑπεξούσιοι ἄνευ τῶν ἀπὸ στρατευμάτων προσκτηθέντων αὐτοῖς πραγμάτων· οἱ διὰ παντὸς μαινόμενοι· οἱ ἐν αἰχμαλωσίᾳ ὄντες· οἱ αἱρετικοί· ὁ ἀσώτως βιῶν· ὁ ἀπὸ γεννητῆς κωφὸς καὶ ἄλαλος· ὁ γὰρ ἐξ ἀσθενείας κωφὸς διατίθεται, ὁμοίως καὶ ὁ ἄλαλος, ἐὰν ἰδιοχείρως ὑπογράψῃ '.
2
pr.Ἔγγραφος· γίνεται διαθήκη ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ ὑπὸ ξ ἀξιοπίστων μαρτύρων ἐπὶ τοῦτο προσκληθέντων καὶ ἐν αὐτῇ κατὰ ταὐτὸν ὑπογραφόντων καὶ σφραγιζόντων, τοῦ διατιθεμένου ὀφείλοντος διὰ τῆς ἰδίας ὑπογραφῆς ἢ διὰ χειροχρήστου τὸ ὄνομα τοῦ κληρονόμου ἐν αὐτῇ ἀποσημειώσασθαι, μὴ ἐμφαίνοντος τοῖς μάρτυσιν, εἴγε καὶ βούλεται, τὰ τῆς διατυπώσεως αὐτοῦ.
3
pr.῎Αγραφος διαθήκη γίνεται, ὅτε ἐπὶ ζ μαρτύρων ἅμα εὑρισκόμενος τὴν αὐτοῦ ὁ διατιθέμενος φανερώσῃ βούλησιν, τόν τε κληρονόμον καὶ τὰς ἐνστάσεις αὐτῶν, τὰ λεγάτα καὶ τὰς ἐλευθερίας ἐπὶ αὐτῶν ὀνομάζων, ἑτέρου οἱουδήποτε κεφαλαίου μὴ διακόπτοντος τὴν τοιαύτην βούλησιν, πρὸς ἑαυτοὺς ἐγγράφως πρὸς μνήμην ἰδίαν ἀποσημειουμένων, ἢ ἅπερ ἤκουσαν ἀπὸ τοῦ διατιθεμένου προτροπῇ τοῦ κληρονόμου ἐπὶ πράξεως ὑπομνημάτων ἐνωμότως ἀποτιθεμένων.
4
pr.Εἰ δὲ ἐν ᾧ τις ἀγράφως διατίθεται τόπῳ ζ οὐχ εὑρίσκονται μάρτυρες, δύνανται καὶ ἐπὶ ἐ μαρτύρων καὶ οὐκ ἔλαττον τὴν οἰκείαν φανεροποιεῖν βούλησιν. εἰ δὲ παροφθῇ τι ἐν τῇ ποιήσει τῶν εἰρημένων διαθηκῶν, ἄκυρον εἶναι τὴν τοιαύτην διαθήκην.
5
pr.Εἰ δὲ καὶ ἐντελῶς γενομένων τῶν διαθηκῶν οἱ γονεῖς τὰ γνήσια τέκνα ἢ ἓν αὐτῶν ἐνδιαθήκως ἀμνημόνευτον ἐάσωσιν, ἢ καὶ μετέπειτα ζώντων τῶν γονέων μετὰ τὴν ποίησιν τῆς διαθήκης ἐπιγεννηθῇ αὐτοῖς βρέφος ἢ καταλειφθῇ ἐγκυμονούμενος καὶ εἰς φῶς προέλθῃ, τὰ μὲν λεγάτα καὶ ἐλευθερίαι κατὰ τὴν διαθήκην κρατείτωσαν, τὰς δὲ τῆς κληρονομίας ἐνστάσεις ἀκυροῦσθαι, καὶ τοὺς μὴ μνημονευθέντας παῖδας ἢ καὶ παῖδα μετὰ τῶν λοιπῶν αὐτῶν συγγενῶν ὡς ἐξ ἀδιαθέτου εἰς διαδοχὴν τῶν τοιούτων γονέων εἰσέρχεσθαι. εἰ γὰρ ξένοι κληρονόμοι ἐγράφησαν ἐν τῇ τοιαύτῃ διαθήκῃ, αὐτοὶ μὲν ἐξωθείσθωσαν, οἱ δὲ παροφθέντες γνήσιοι παῖδες κληρονομείτωσαν.
6
pr.Κατὰ τὸν ὅμοιον δὲ τρόπον καὶ ἐπὶ παιδὸς διατιθεμένου καὶ παντελῶς μὴ μνημονεύοντος τῶν οἰκείων γονέων γίνεσθαι.
7
pr.Πᾶς δὲ κληρονόμος [εἴτε ἐξ ἐγγράφου] εἴτε ἐξ ἀγράφου βουλήσεως μὴ πληρῶν τὰ κατὰ νόμους βεβουλευμένα τῷ διατιθεμένῳ μεθ᾽ ὑπόμνησιν καὶ δικαστικὴν ψῆφον καὶ ἐνιαυτοῦ τῆς ἐπὶ τούτῳ καταδίκης παραδρομὴν, εἰ μὲν ἐκ τῶν συγγενῶν ἐστιν ὁ τὰ διατεταγμένα μὴ πληρῶν, τὴν ἐποφειλομένην αὐτῷ ἐξ ἀδιαθέτου νόμιμον μοῖραν κομιζόμενος καὶ μόνον ἐκ τῆς λοιπῆς τοῦ διατιθεμένου περιουσίας ἐκπιπτέτω, καὶ ταύτην περιέρχεσθαι εἰς τοὺς ἐαθέντας συγκληρονόμους αὐτοῦ ἢ λεγαταρίους ἢ εἰς τοὺς ἑτέρους συγγενεῖς πρὸς διαδοχὴν ἐξ ἀδιαθέτου καλουμένους. εἰ δὲ ξένοι κληρονόμοι εἰσὶν [οἱ] τὰ βεβουλευμένα μὴ πληροῦντες, ἐκπιπτέτωσαν τελείως τῆς ὅλης διαδοχῆς Τ.
8
pr.Στρατιωτικὴ γίνεται διαθήκη, ὅτε στρατιώτης εἴτε ὑπεξούσιος ἐν φωσσάτῳ ὢν προτρέψηταί τινα ἤ τινας ὡς τὰ καθ᾽ ἑαυτοῦ διατυπῶν, καὶ ἐγγράφως εἴτε ἀγράφως τὴν αὐτοῦ φανερώσῃ γνώμην. ὡς ἀπείροις γὰρ νόμου συγχωρείσθω τοῖς στρατιώταις τὸ ἄνευ τῆς ἀνωτέρως λεχθείσης ἀκριβείας διατίθεσθαι, ἀλλὰ καθ᾽ ὃν βούλονται καὶ δύνανται τρόπον ἐν τοῖς ἐξπεδίτοις διάγοντες τὰς αὐτῶν ποιείτωσαν βουλήσεις.
9
pr.Τοῦ αὐτοῦ. Καὶ ἐν παρατάξει πολέμου πληγούμενος στρατιώτης μέλλων τελευτᾶν, καὶ διὰ τοῦ οἰκείου αἵματος τὴν αὐτοῦ βούλησιν γράφων εἴτε ἐν τῇ ξιφοθήκῃ εἴτε ἐν τῷ σκουταρίῳ, ἢ καὶ ἐν ἐδάφει τῷ ξίφει αὐτοῦ ἐγχαράσσων καὶ δηλοποιῶν τὸν κληρονόμον εἴτε τὴν οἰκείαν γνώμην, καὶ τὴν τοιαύτην βουλὴν τοῦ στρατιώτου ἐῤῥωμένην εἶναι.
10
pr.Τὸν γὰρ ἐν τοῖς ἰδίοις σεδέτοις διάγοντα στρατιώτην κατὰ τὴν προειρημένην ἀκρίβειαν διατίθεσθαι.
11
pr.Οἱ δὲ αὐτεξούσιοι στρατιῶται, εἴτε ἐν ἐξπεδίτοις ἢ ἐν σεδέτοις ὄντες, διατιθέμενοι πάντως τὴν νόμιμον μοῖραν τοῖς γνησίοις παισὶν αὐτῶν καταλιμπανέτωσαν. παίδων δὲ μὴ ὄντων, ἀλλὰ μητρὸς μόνης, καὶ αὐτῇ τὸ νόμιμον παρεχέτωσαν.