IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga privata aucta

JGR IV 1.4

Περὶ δωρεῶν ἁπλῶν ἤγουν ἀπεντεῦθεν ἤδη χρήσεως καὶ δεσποτείας πραγμάτων ἢ δεσποτείας αὐτῶν καὶ μόνον, ἢ μετὰ θάνατόν τισι καταλιμπανομένων.

Abrir no leitor do IusCommune →

1

pr.Ἐγγράφως ἁπλὴ δωρεὰ συνίσταται, ὅτε ὑπὸ τοῦ τελείαν ἄγοντος ἡλικίαν συνταγῇ ἢ ὑπογραφῇ καὶ διὰ πέντε μαρτύρων ἐπὶ τούτοις προσκληθέντων ἐγγράφως μαρτυρηθῇ καὶ ἀπολυθῇ '. καὶ τὴν τοιαύτην μέχρι πεντακοσίων νομισμάτων δωρεὰν βεβαίαν εἶναι.

2

pr.Εἰ δὲ ὑπὲρ τὰ ῷ νομίσματα τὰ δωρηθέντα εἰσὶν, ἐμφανείας πρᾶξιν ἐπ᾿ αὐτὰ γίνεσθαι ἢ παρὰ τῷ μαγίστρῳ τοῦ κήνσου ἢ κατὰ χώρας διὰ τοῦ ἐκδίκου. εἰ γὰρ πρᾶξις μὴ γένηται, μέχρι τῶν ᾧ νομισμάτων τὴν δωρεὰν ἐῤῥωμένην εἶναι.

3

pr.῎Αγραφος ἁπλὴ δωρεὰ συνίσταται, ὅτε τὶς τῶν ἐντελῶν ὑπάρχων χρόνων ἐπὶ ἐ μαρτύρων δωρήσηταί τινα τῶν ἰδίων αὐτοῦ πραγμάτων.

4

pr.Ἔγγραφος ἁπλὴ δωρεὰ δεσποτείαν καὶ μόνον πραγμάτων παρέχουσά τινι συνίσταται, [ἢ] δηλονότι τῆς χρήσεως αὐτῶν ἐστέρηται, ὅτε [δ] δωρησάμενος καὶ ἐ μάρτυρες ὑπογράψωσιν·. τῆς ἀνωτέρω δηλουμένης παρατηρήσεως ἐπὶ τῆς ὑπὲρ τὰ φ νομίσματα καὶ ἐπ᾿ αὐτῇ φυλαττομένης.

5

pr.Ἡ διὰ προσδοκίαν θανάτου δωρεὰ, ἤτοι μετὰ ἀποβίωσιν τοῦ δωρουμένου τὴν σύστασιν ἔχουσα, γίνεται καὶ αὐτὴ, ὡς ἀνωτέρως δεδήλωται, διά τε τοῦ δωρουμένου καὶ πέντε μαρτύρων ὑπογραφῇ συμπληρουμένη, μὴ δεομένη διὰ πράξεως ὑπομνημάτων ἐμφανείας, ὁσησδήποτε ποσότητος ἐφευρισκομένης τῆς τοῦ δωρησαμένου ὑποστάσεως.

6

pr.Ἐκ μεταμέλου δὲ τοῦ δωρησαμένου ἡ τοιαύτη πρὸ θανάτου ἀνατρέπεται δωρεὰ, εἰ μήτιγε τὸν μετάμελον ὁ δωρησά μενος ῥητῶς ἀπηγόρευσε διά τε τοῦ ὕφους τῆς δωρεᾶς καὶ τῆς αὐτοῦ ὑπογραφῆς.

7

pr.Πᾶσα δωρεὰ ἀνατρέπεται διὰ τοιαύτας αἰτίας· εἰ ὁ τὴν δωρεὰν λαβὼν ἀχάριστος περὶ τὸν δωρησάμενον εὑρεθῇ, ἢ τραχείας ὕβρεις ἐπαγάγῃ αὐτῷ, ἢ τύψῃ αὐτὸν, ἢ μεγίστας ζημίας ἐπενέγκῃ αὐτῷ, ἢ ἐπιβουλεύσῃ τῇ ζωῇ αὐτοῦ, ἢ τὰ συμφωνηθέντα, ἐφ᾽ οἷς ἡ δωρεὰ ἐγγράφως ἢ ἀγράφως γέγονε, μὴ πληρώσῃ. μιᾶς γὰρ ἐκ τούτων τῶν αἰτιῶν ἐν δικαστηρίῳ ἀποδεικνυμένης, παρόντων τοῦ δωρησαμένου καὶ τοῦ δεξαμένου τὴν δωρεάν, ἡ τοιαύτη δωρεὰ ἀνατρέπεται. καὶ ταῦτα εἰ αὐτὸς ὁ δωρησάμενος παρὰ δικαστῇ μέμψηται, ἢ ἐν τελευταίᾳ αὐτοῦ βουλήσει ἐγγράψηται τὴν αἰτίαν· τότε γὰρ διὰ τῶν κληρονόμων αὐτοῦ ἐγγυμνάζεσθαι τὴν τοιαύτην αἰτίαν. ἐπισιωπῶντος δὲ τοῦ δωρησαμένου ἡ τοιαύτη ἀσάλευτος μενέτω δωρεά.