JGR IV 1.3
Περὶ τῆς καταγραφείσης προικὸς ἢ καὶ ἀγράφως ἐπαγγελθείσης καὶ μὴ ἐπιδοθείσης, καὶ περὶ τοῦ χρόνου τῆς ἀναργυρίας αὐτῆς, καὶ προνομίου προικός.
Abrir no leitor do IusCommune →1
pr.Ὁ ὁμολογῶν ἐγγράφως ἢ καὶ ἀγράφως ὑποδέξασθαι προῖκα καὶ μετὰ τῆς προικὸς ἐκπληρούμενος πρᾶγμα, μείζων ὢν τῶν κε ἐτῶν μετὰ διετῆ χρόνον τῆς ἀπολύσεως τῶν προικῴων ἀναργυρίαν προτίθεσθαι οὐ δύναται, ἤγουν ἀποζητεῖν ἀποπληρωθῆναι τὴν τοιαύτην προῖκα, ἐνεχόμενος κατὰ τὴν δύναμιν τῶν κατ ' αὐτοῦ ὁμολογηθέντων. ἥττων δὲ ὑπάρχων, μετὰ τὴν ἐκπλήρωσιν τῶν κε ἐνιαυτῶν ἐντὸς καὶ ἑτέρας διετίας δύναται ἐπιζητεῖν τὴν μὴ ἐπιδοθεῖσαν αὐτῷ προῖκα κατὰ τὴν αὐτοῦ ὁμολόγησιν. [πληρουμένης γὰρ μετὰ τὸν ἐντελῆ χρόνον τῆς ὁρισθείσης προθεσμίας, μὴ ἔχειν αὐτὸν] ἄδειαν κινεῖν περὶ τὴν ἀναργυρίαν τῆς τοιαύτης ὁμολογηθείσης προικός '.
2
pr.Τὸ δίκαιον τῆς προικὸς προτετίμηται τῶν τε προτέρων καὶ μετέπειτα τοῦ ἀνδρὸς δανειστῶν, παρὲξ τῶν ἐποφειλομένων τῷ δημοσίῳ ἀπό τε φόρων καὶ ἀρχικῶν ὁμολογήσεων. φαινομένων δὲ καὶ σωζομένων τῶν προικιμαίων πραγμάτων παρὰ τῇ ὑποστάσει τοῦ ἐποφείλοντος τῷ δημοσίῳ, αὐτὰ προαποκαθίστασθαι τῷ μέρει τῆς γυναικὸς ὡς ἰδίων αὐτῆς ὄντων, μὴ συνυπαγομένων τῇ ὑποστάσει τοῦ ἀνδρὸς ἐπὶ ἐκπληρώσει τοῦ εἰρημένου δημοσίου χρέους.
3
pr.Εἰ δὲ ὁ δημόσιος οὐ κεχρεώστηται, πάντες οἱ χρεωστούμενοι ἐκ τῆς ὑποστάσεως τοῦ ἀποβιώσαντος προσώπου μετὰ ἀποκαταστάσεως τῆς προικὸς ἀποπληρούσθωσαν.
4
pr.Μὴ διαρκούσης δὲ τῆς καταλειφθείσης ὑποστάσεως εἰς ἐκπλήρωσιν τῶν τοιούτων ὀφειλημάτων, καὶ εἶθ᾽ οὕτως μετὰ τὴν ἐντελῆ ἀποκατάστασιν τῆς προικὸς τὰ ἐκπεριττευόμενα ἐκτιμᾶσθαι καὶ κατὰ τὸ μέτρον τοῦ ἰδίου χρέους ἕκαστον ἐπιμερίζεσθαι.