JGR IV 1.2
Abrir no leitor do IusCommune →1
pr.Συνίσταται μνηστεία χριστιανῶν, εἴτε ἐγγράφως εἴτε ἀγράφως, μεταξὺ ἀνδρός τε καὶ γυναικὸς, τοῦ εἶναι ἑκατέρων τὴν ἡλικίαν πρὸς συνάφειαν ἡρμοσμένην, τοῦ μὲν ἀνδρὸς ἀπὸ τε ετοῦς χρόνου, τῆς δὲ γυναικὸς ἀπὸ τγ ἔτους, ἀμφοτέρων θελόντων μετὰ τῆς τῶν γονέων συναινέσεως.
2
pr.Γάμος ἄγραφος συνίσταται ἀδόλῳ συναινέσει τῶν συναλλασσόντων προσώπων καὶ τῶν τούτων γονέων, εἴτε ἐν ἐκκλησίᾳ τοῦτο δι ' εὐλογίας ἢ καὶ ἐπὶ φίλοις γνωρισθῇ. ἀλλὰ καὶ οἱοσδήποτε εἰσοικιζόμενος γυναῖκα ἐλευθέραν καὶ καταπιστεύων αὐτῇ τὴν τοῦ ἰδίου οἴκου διοίκησίν τε καὶ περιουσίαν, καὶ ταύτῃ σαρκικῶς συμπλεκόμενος, ἄγραφον συναλλάσσει πρὸς αὐτὴν γάμον. εἰ δὲ ἐξ αὐτῆς μὴ παιδοποιήσας πειραθείη ἐκδιῶξαι αὐτὴν ἐκ τῆς πρὸς αὐτὴν συνοικήσεως, διδόναι αὐτῇ πρὸς τῇ ἀποκαταστάσει τῶν ὡς εἰκὸς ἐνεχθέντων παρ᾽ αὐτῆς πραγμάτων καὶ τὸ τέταρτον μέρος τῆς αὐτοῦ περιουσίας. τοὺς δὲ ἀξιωματικοὺς ἄγραφον συναλλάσσειν γάμον οὐ κελεύομεν.
3
pr.Ἔγγραφος γάμος συνίσταται δι ' ἐγγράφου προικῴου συμβολαίου ὑπὸ ἢ ἀξιοπίστων μαρτύρων κατὰ τὰ παρ ' ἡμῶν ἀρτίως εὐσεβῶς νομοθετούμενα, ὡς ἐν αὐτῷ ὁμολογεῖν τὸν ἄνδρα τήν τε ἐντελῆ τῆς προικὸς οἰκείωσιν, καὶ ἀδιάτρωτον καὶ ἀμείωτον αὐτῆς παραφυλακὴν καὶ συντήρησιν, μετὰ καὶ τῆς ὡς εἰκὸς παρ᾽ αὐτοῦ ἐν ἐπαυξήσει ἀποχαρισθείσης ποσότητος, ἐγγραφομένου ἐν τῷ παρ᾽ αὐτοῦ ἐκτιθεμένῳ συμβολαίῳ κάσου ἐξ ἀπαιδίας μέρος τέταρτον. τριῶν δηλονότι συμβολαίων με ταξὺ αὐτῶν προερχομένων, δύο μὲν ἀντισυγγράφων τῆς προικὸς ἰσοδυνάμων, τοῦ δὲ ἑτέρου παρὰ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα ἐκτιθεμένου. καὶ μὴ ἐπερωτᾶσθαι ἢ καταγράφεσθαι παρὰ τοῦ ἀνδρὸς ἰσόμετρον τῆς εἰσαγομένης αὐτῷ προικὸς προγαμιαίαν δωρεάν.
4
pr.Καὶ εἰ δεήσει τὴν γυναῖκα παίδων ἄνευ πρὸ τοῦ ἀνδρὸς τελευτῆσαι, δ μοῖραν καὶ μόνον ἐκ πάσης τῆς ὡς εἴρηται ὁμολογηθείσης παρ᾽ αὐτοῦ προικὸς εἰς ἴδιον αὐτοῦ κέρδος ἐγκρατεῖν αὐτὸν, καὶ τὸ ὑπόλοιπον ἥμισυ τέταρτον μέρος τῆς τοιαύτης προικὸς ἢ εἰς τοὺς ἐκ τελευταίας αὐτῆς βουλήσεως κληρονόμους ἀποκαθίστασθαι [ἢ εἰς τοὺς ἐξ ἀδιαθέτου καλουμένους αὐτῆς κληρονόμους ἀποδίδοσθαι]. ἐὰν δὲ ὁ ἀνὴρ πρὸ τῆς ἰδίας γυναικὸς παίδων ἐκτὸς ἀποβιώσει, ὁμοίως πρὸς τῇ ἐντελεῖ ἀποκαταστάσει τῆς ὁμολογηθείσης αὐτῇ προικὸς καὶ τέταρτον μέρος πρὸς τὸ μέτρον τῆς τοιαύτης προικὸς ἐκ τῶν ἐγκαταλειφθέντων τοῦ ἀνδρὸς αὐτῆς παντοίων πραγμάτων ἐν ὀνόματι κάσου εἰς κέρδος οἰκεῖον λαμβάνειν αὐτὴν, καὶ τὴν περιττευομένην ἀνδρῷαν πᾶσαν αὐτῆς ὕπαρξιν ἢ εἰς τοὺς ἐκ τελευταίας αὐτοῦ [βουλήσεως ἢ εἰς τοὺς ἐξ ἀδιαθέτου αὐτοῦ] κληρονόμους περιέρχεσθαι.
5
pr.Εἰ δὲ παίδων ὑπόντων ὁ ἀνὴρ πρὸ τῆς οἰκείας γυναικὸς τελευτήσει, τὴν γυναῖκα ἤγουν τὴν τῶν αὐτοῦ τέκνων μητέρα ἐγκάτοχον τῆς τε προικὸς αὐτῆς καὶ ἀνδρῴας ἁπάσης ὑπάρξεως εἶναι, καὶ αὐτὴν πᾶσαν τοῦ οἴκου ποιεῖσθαι φροντίδα τε καὶ διοίκησιν, μὴ δυναμένων τῶν τέκνων αὐτῆς ἀντικαθίστασθαι αὐτῇ ἢ ἐπιζητεῖν παρ᾿ αὐτῆς πατρῷαν ὑπόστασιν, τουναντίον μὲν οὖν καὶ πᾶσαν τιμὴν καὶ ὑπακοὴν κατὰ τὴν τοῦ θεοῦ ἐντολὴν ὡς μητρὶ προσαγόντων αὐτῇ. προδήλως ὀφειλούσης αὐτῆς καθὼς πρέπει γονεῦσι τέκνα ἐκπαιδεύειν τε καὶ γαμοστολεῖν καὶ προῖκα ἐπιδοῦναι καθὼς ἂν βουληθῇ. εἰ δὲ συμβῇ αὐτὴν εἰς ἕτερον ἐλθεῖν συνοικέσιον, ἄδειαν ἔχειν τὰ τέκνα αὐτῆς, παρεᾶν αὐτὴν καὶ πάντα τὰ πατρῷα αὐτῶν πράγματα ἀνελλιπῶς κομίζεσθαι, τὴν εἰσενεχθεῖσαν παρ᾽ αὐτῆς τῷ πατρὶ αὐτῶν προῖκα καὶ μόνον σὺν τῇ ἀποχαρισθείσῃ παρ ' αὐτοῦ ἐν ἐπαυξήσει τῆς προικὸς αὐτῆς δωρεᾷ παρέχοντα αὐτῇ.
6
pr.Εἰ δὲ παίδων ὑπόντων ἡ γυνὴ πρὸ τοῦ ἰδίου ἀνδρὸς τελευτήσει, τὸν ἄνδρα αὐτῆς ἤγουν τὸν πατέρα τῶν τέκνων αὐτῶν ἐγκάτοχον τῆς προικὸς αὐτῆς [καὶ τῆς] ἐν ἐξωφέρνοις ἁπάσης αὐτῆς ὑπάρξεως εἶναι ὡς ὑπεξουσίων αὐτῶν προστυγχα- νόντων, καὶ αὐτὸν τὴν πᾶσαν τοῦ οἴκου ποιεῖσθαι φροντίδα τε καὶ διοίκησιν, μὴ δυναμένων τῶν τέκνων αὐτοῦ ἀντικαθίστασθαι αὐτῷ ἢ ἐπιζητεῖν παρ ' αὐτοῦ μητρῷαν ὑπόστασιν, τουναντίον μὲν οὖν καὶ πᾶσαν τιμὴν καὶ ὑπακοὴν καθὼς ἁρμόζει γονεῦσι προσαγόντων αὐτῷ κατὰ τὸ γεγραμμένον· ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ᾿ αὐτῶν· εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκρίζει θεμέλια· δ᾽ αὐτῶν γὰρ ἐγεννήθησαν, καὶ τί ἀνταποδώσουσιν αὐτοῖς, καθὼς αὐτοὶ ἐκείνοις; ταῦτα γὰρ βεβαιῶν καὶ παῦλος ὁ ἀπόστολος ἔφη· τὰ τέκνα ὑπακούετε τῶν γονέων ὑμῶν ἐν κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον· καὶ οἱ γονεῖς μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ τρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. εἰ δὲ συμβῇ αὐτὸν εἰς ἕτερον συνοικέσιον περιελθεῖν τῶν τέκνων αὐτοῦ ἀνηλίκων τυγχανόντων, ἀμείωτα παρ ' αὐτοῦ τὰ μητρῷα αὐτῶν φυλάττεσθαι πράγματα. εἰ δὲ τῆς ἐννόμου ἡλικίας ταῦτα τυγχάνουσιν, ἀδιασκέπτως τὰ τοιαῦτα αὐτῶν παρέχεσθαι αὐτοῖς πράγματα.
7
pr.Εἰ δεήσει τὸν πατέρα ἢ τὴν μητέρα ἄνευ τὸ παρελθεῖν ἕνα ἐξ αὐτῶν εἰς ἕτερον συνοικέσιον τῆς τῶν ἰδίων τέκνων διαγωγῆς χωρισθῆναι, μετὰ τὴν ἐντελῆ τῶν ἰδίων πραγμάτων ἐγκράτησιν καὶ ἑνὸς παιδὸς μοῖραν [λαμβάνειν αὐτὸν] κατὰ τὸν ἀριθμὸν τῶν τέκνων.
8
pr.Περὶ ἀποτυχόντων. — Εἰ δὲ τοῦ ἀνδρογύνου περιόντος παίδων ὑπαρχόντων προτελευτήσωσιν οἱ ἐγκάτεροι παῖδες, καὶ μένοντος τοῦ ἀνδρογύνου δεήσει ἕνα τῶν συζύγων λύσεως ἄνευ προτελευτῆσαι συγγενῶν ὑπόντων, εἰς δεύτερον συνοικέσιον͵ τούτου μὴ ἐρχομένου, τὸ ἥμισυ μέρος τῆς τοῦ προτελευτήσαντος ὑποστάσεως ἐπανέρχεσθαι εἰς τὸν συμμένοντα, καὶ τὸ ἕτερον ἥμισυ μέρος εἰς τοὺς πλησιάζοντας συγγενεῖς. ἐὰν δὲ οὐχ ὑπεισιν αὐτῷ συγγενεῖς, τὸ αὐτῶν ἥμισυ μέρος εἰς τὸν δημόσιον ἐπανατρέχειν λόγον 13. εἰ δὲ ἐνδιαθήκως τελευτήσει, τὴν γενομένην παρ᾽ αὐτοῦ διαθήκην φυλάττεσθαι ἀπαράτρωτον. εἰ δὲ μὴ φυλάξῃ τὸν πρῶτον γάμον, ἀλλ᾽ εἰς ἕτερον περιέλθῃ συνοικέσιον, πρὸς τῇ προικὶ αὐτῆς καὶ ἐξ ἀπαιδίας ὀνόματι κάσου τέταρτον μέρος ἐκ τῆς ἀνδρῴας ὑποστάσεως λαμβάνειν.
9
pr.Εἰ δὲ ἀγράφως ἀνδρὶ πρὸς νόμιμον γάμον ἄπορος γυνὴ συναφθῇ, προτελευτῶντος τοῦ ἀνδρὸς παίδων ἄνευ, κομί ζεσθαι αὐτὴν ἐκ τῆς ἀνδρῴας ὑποστάσεως μέχρι τ χρυσίου λε τρῶν καὶ μόνον ἐφευρισκομένης τὸ τέταρτον μέρος εἰς κέρδος αὐτῆς ὀνόματι κάσου, καὶ τὰ ὑπολιμπανόμενα ἐκ τῶν Γ λιτρῶν μετὰ καὶ τῶν οἷα εἰκὸς ἐπέκεινα τοῦ τοιούτου μέτρου ἐφευρισκομένων ἐγγράφως ἢ ἀγράφως κληρονόμοις ἀποκαθίστασθαι. ἧττον γὰρ τῶν ὶ λιτρῶν τῆς ἀνδρῴας ὑπάρξεως φαινομένης, καὶ οὕτω τὸ τέταρτον μέρος λαμβάνειν αὐτὴν καὶ μόνον.
10
pr.Καὶ ταῦτα μὴ μόνον ἐπὶ τοῖς ἀπὸ τοῦ παρόντος γαμικοῖς συναλλάγμασιν γινομένοις εἰς τὸν ἀεὶ χρόνον συντηρείσθω, ἀλλὰ καὶ ἐπὶ τοῖς πρότερον προελθοῦσιν ἐγγράφως τὸν παρόντα ἡμῖν εὐσεβῆ νόμον κρατεῖν καὶ ἰσχύειν παρακελευόμεθα. σπεύδοντες γὰρ τῇ συνεργείᾳ τοῦ παντοδυνάμου θεοῦ ἡμῶν πάντα σύνδεσμον ἀδικίας διαλύεσθαι, τὴν παροῦσαν σύντομον νομοθεσίαν τοῖς γαμικοῖς ὁρίσασθαι συνείδομεν συναλλάγμασι, διὰ τὸ συμπλοκὰς ἐκ τῶν τέκνων τοῖς γονεῦσιν προσγίνεσθαι χάριν πατρῴων καὶ μητρῴων αὐτῶν πραγμάτων, κἀντεῦθεν γονεῖς πρὸς τέκνα κινεῖσθαι καὶ τέκνα κατὰ γονέων καθίστασθαι, καὶ μάχας καὶ ἐρεσχελίας, δίκας καὶ συντριβὰς μέσον αὐτῶν ἀναφύεσθαι. ἀντὶ γὰρ τῆς προσηκούσης καὶ ἐποφειλομένης ὡς λέλεκται τοῖς γονεῦσι παρὰ τῶν παίδων αἰδοῦς τε καὶ τιμῆς μεγάλαι μᾶλλον φιλονεικίαι καὶ θλίψεις παρὰ τῶν παίδων αὐτοῖς προσεγένοντο, ὡς ἐντεῦθεν παραβάτας αὐτοὺς τῶν ἐντολῶν τοῦ θεοῦ ἀποδείκνυσθαι.
11
pr.Περὶ δευτερογαμίας. Δεύτερος συνίσταται γάμος ἐπὶ τοῖς μὴ κεκωλυμένοις προσώποις εἴτε ἀγράφως εἴτε ἐγγράφως, ἐὰν ὁ ἀνὴρ μόνος ἢ καὶ ἡ γυνὴ ἢ καὶ ἀμφότεροι ἐκ προτέρων ὑπάρχουσι ' γάμων· καὶ εἰ μὲν παίδων χωρὶς, ἀπεριέργως συναλλάσσειν κατὰ τοὺς ἀνωτέρω δηλουμένους τρόπους· ἐπὶ δὲ ἀξιωματικῶν καὶ παγανῶν προδήλως τῆς δευτερογαμούσης γυναικὸς τὸν ἀπὸ καιροῦ τῆς τελευτῆς τοῦ προτέρου ἀνδρὸς παραφυλαξάσης δωδεκαμηνιαῖον χρόνον. εἰ δὲ παῖδες ὕπεισι τῷ δευτερογαμοῦντι ἀγράφως ἢ ἐγγράφως προσώπῳ, μὴ δύνασθαι τὸ συναπτόμενον εἰς δεύτερον συνοικέσιον πλέον ἑνὸς τοῦ ἐκ προτέρων γάμων παιδὸς μοῖραν ἐκ τῆς ἰδίας περιουσίας δωρεῖσθαι, εἴτε ἐν προικὶ ἢ καὶ ἐν ἐγγράφῳ βουλῇ ἢ καθ᾽ ἕτερον οἱονδήποτε τρόπον καταλιμπάνειν. τοὺς δὲ ἐξ αὐτοῦ προερχομένους παῖδας γνησίους γνωρίζεσθαι, καὶ ἅμα τοῖς ἐξ ἑκατέρων γάμων ἀδελφοῖς αὐτῶν τὰ πατρῷα αὐτῶν ἐκ διαθήκης ἢ καὶ ἐξ ἀδιαθέτου κληρονομεῖν δίκαια.
12
pr.Ἡ δευτερογαμοῦσα γυνὴ ἔχουσα ἐκ προτέρων γάμων παῖδας, αἰτείτω πρὸ συναλλάγματος τοῦ δευτέρου γάμου ἐπίτροπον τοῖς παισὶν αὐτῆς, καὶ οὕτω συναλλαττέτω. εἰ γὰρ τοῦτο μὴ γένηται, ὑπεύθυνα τὰ αὐτῆς καὶ τοῦ δευτέρου αὐτῆς ἀνδρὸς πράγματα γενήσονται ἐπὶ τῇ ἀποκαταστάσει τῶν ἀνηκόντων τοῖς νέοις πατρικῶν αὐτῶν πραγμάτων.
13
pr.Περὶ ὀρφανῶν πραγμάτων. ᾿Αλλ᾽ οὐδὲ ἐν τῇ πρώτῃ ἡλικίᾳ τελευτώντων τῶν τέκνων αὐτὴ κληρονομήσει. ἡ γὰρ τοῦ τοιούτου παιδὸς προσαρμόζουσα μοῖρα εἰς τοὺς οἰκείους ἐλεύσεται ὁμοπατρίους ἀδελφούς.
14
pr.Ἡ δευτερογαμοῦσα γυνὴ πρὸ τῆς συμπληρώσεως τοῦ ἀπὸ τελευτῆς τοῦ προτέρου αὐτῆς ἀνδρὸς ὁρισθέντος δωδεκαμηνιαίου χρόνου ἄτιμος ἔστω, μηδὲν ἀπὸ τοῦ προτέρου ἀνδρὸς κερδαίνουσα ἢ ἐξ ἑτέρου οἱουδήποτε προσώπου κατά τινα φιλοτιμίαν, μήτε δὲ πλεῖον τοῦ τρίτου μέρους τῆς ἰδίας οὐσίας δυναμένη ἐπιδοῦναι τῷ δευτέρῳ ἀνδρί. λύεται δὲ ἡ τοιαύτη αἰτία ἐκ βασιλικῆς ἀντιγραφῆς, τὸ ἥμισυ μέρος τῆς αὐτῆς περιουσίας τοῖς παισὶν αὐτῆς χαριζομένη.
15
pr.Λύεται γάμος ἀγράφως ἑνὸς τῶν συνοικούντων τελευτῇ. καὶ εἰ μὲν παίδων [χωρὶς] ἐπὶ διαθήκῃ ὁ εἷς αὐτῶν τελευτήσει, τὰ οἰκεῖα αὐτοῦ διαδέξονται πράγματα οἱ παρ᾽ αὐτοῦ ὁρισθέντες κληρονόμοι, προϋφεξῃρημένου καὶ διδομένου τοῦ τετάρτου μέρους τῆς αὐτοῦ περιουσίας [τῷ περιόντι τῶν ὁμοζύγων προσώπων· εἰ δὲ ἄπαις καὶ ἀδιάθετος, καὶ οὕτω τὸ τέταρτον μέρος τῆς αὐτοῦ περιουσίας] τὸ περιὸν λήψεται πρόσωπον, καὶ τὸ ἥμισυ τέταρτον οἱ τοῦ τελευτήσαντος συγγενεῖς 22. εἰ δὲ οὔτε παῖδες οὔτε συγγενεῖς ἔχων ἀδιάθετος τελευτήσει, ὁ μὲν ἀνὴρ τὴν γυναῖκα κληρονομείτω, ἡ δὲ γυνὴ τὸν ἄνδρα, ἀμφότεροι κατὰ τὸ ἥμισυ μέρος τῆς τοῦ προτελευτήσαντος περιουσίας· τὸ δὲ ὑπόλοιπον ἥμισυ μέρος εἰς τὸ δημόσιον ἐπανέρχεσθαι. ὁπότε γὰρ ὁ περιὼν τῶν συζύγων οὔτε παῖδας οὔτε συγγενεῖς ἔχων καὶ αὐτὸς ἀδιάθετος τελευτήσει, ὁ δημόσιος τὸ αὐτοῦ διαδέξεται ὁλοτελῶς πρᾶγμα 23. εἰ δὲ καί τις ἐκ τῶν συνοικούντων παῖδας ἔχων ἐπ᾿ αὐτοῖς διαθέμενος τελευτήσοι, ἐῤῥώσθω ἡ αὐτοῦ διαθήκη, δηλονότι τοῦ δ μέρους ἀποδιδομένου τῷ περιόντι τῶν συζύγων προσώπῳ. εἰ δὲ ξένα πρόσωπα συνενώσει αὐτοῖς ἐν τῇ τοιαύτῃ διαθήκη, μὴ καινοτομεῖσθαι τοὺς παῖδας εἰς τὸ τρίτον μέρος τῆς τοῦ τελευτήσαντος γονέως περιουσίας, δ τὸν ἀριθμὸν ὄντων· εἰ γὰρ ἐπέκεινα τῶν δᾖ, [εἰς] τὸ ἥμισυ μέρος.
16
pr.Περὶ τῶν βουλομένων μονάσαι καὶ ἀποταξαμένων. Λύεται γάμος ἀγράφως βουλομένων τῶν συνοικούντων μονάσαι. καὶ εἰ μὲν ἀμφότεροι τοῦτο ἐπιλέξωνται, ἀζημίως ὁ γάμος διαλύεται, κἄν τε ὕπεισι παῖδες εἴτε καὶ μή. εἰ δὲ ὁ εἷς τῶν συζύγων ἕληται τὸν τοιοῦτον μοναχικὸν ἀναδέξασθαι βίον, εἰ μὲν παῖδες ὕπεισι τὸν ἀριθμὸν μέχρι, τὸ τέταρτον τῆς ὅλης οὐσίας αὐτοῦ παρεχέτω τῷ μὴ μονάσαντι προσώπῳ. εἰ δὲ δ καὶ ἐπέκεινα παῖδές εἰσιν, ἑνὸς παιδὸς μοῖραν κατὰ δεσποτείαν εἰς δεύτερον μὴ παρερχομένῳ γάμον· ἐπείτοιγε καὶ τὴν τοιαύτην μοῖραν τοῖς παισὶν ἀποδίδοσθαι. καὶ εἰ μὲν τὸ βουλόμενον μονάσαι πρόσωπον πρὸ ἀποταγῆς τὴν ὑπόλοιπον αὐτοῦ βούλεται διελεῖν τοῖς αὐτοῦ παισὶν ὕπαρξιν, ἢ μὴ ὑπόντων παίδων τοῖς αὐτοῦ γονεῦσιν, ὑπὲρ οἰκείου προσώπου ἓν μέρος ἐγκρατείτω καὶ οὕτως ἀγέτω ἐν ᾧ ἀποτάττεται μοναστηρίῳ. εἰ δὲ μὴ διατυπώσας τὰ καθ ἑαυτὸν ἀποτάξηται, τότε μετὰ τὴν τελευτὴν αὐτοῦ τὴν νόμιμον μοῖραν ἐκ τῶν καταλιμπανομένων ὑπ᾿ αὐτοῦ πραγμάτων οἱ αὐτοῦ παῖδες λήψονται, μέχρι δ ὄντες τὴν τρίτην μοῖραν, [πλείονες δὲ τὴν ἡμίσειαν· παίδων δὲ μὴ ὑπόντων, ἀλλὰ γονέων, αὐτὴν τὴν ἢ μοῖραν], ὡς εἴρηται, κομίσονται.
17
pr.Περὶ τοῦ μὴ ἰσχύειν μιγῆναι τῇ γυναικὶ αὐτοῦ. Λύεται ἀγράφως γάμος, ὁπόταν ἀδυνατήσῃ ὁ ἀνὴρ ἐξ ὑπαρχῆς τοῦ γάμου τῇ οἰκείᾳ μιγῆναι γυναικί. τριετίας γὰρ περαιουμένης καὶ τὰ τοῦ ἀνδρὸς πρὸς αὐτὴν [μὴ] ἀποτελοῦντος, ἀζήμιος ἡ γυνὴ τὸν πρὸς αὐτὸν διαλύει γάμον.
18
pr.Περὶ ἀποχωρισθέντων. Λύεται γάμος ἐγγράφως καὶ ἀγράφως, ὅτε οἱ συνοικοῦντες ἐξ ἰδίας ἀρεσκείας ἐπὶ τούτῳ συμφωνήσουσιν. καὶ γὰρ τῷ προσφόρῳ ταβουλαρίῳ ἀβιάστως τὴν ἰδίαν φανεροποιοῦντες γνώμην καὶ πρόφασιν, διὰ τῆς τοῦ ῥεπουδίου ποιήσεως ἀζημίως τὸν πρὸς ἑαυτοὺς διαλύουσι γάμον.
19
pr.Αύεται γάμος ἀγράφως βουλομένων τῶν συνοικούντων ἢ ἑνὸς αὐτῶν μονάσαι. κοινῶς μὲν αὐτῶν αἱρουμένων, ἀζημίως τὸν γάμον λύεσθαι· ἑνὸς δὲ αὐτῶν, εἰ μὲν ὁ ἀνὴρ ἀποτάξηται παίδων ὑπόντων αὐτοῖς, εἰς ἕτερον τὴν γυναῖκα μὴ περιερχομένην συνοικέσιον ἐγκάτοχόν τε αὐτὴν γίνεσθαι ἐπὶ τῇ χρηστῇ τῶν παίδων ἀναγωγῇ τῆς τε οἰκείας προικὸς καὶ τῆς ἀνδρῴας ἁπάσης ὑπάρξεως, καθὼς προανατέτακται· εἰ δὲ γυνὴ ἕληται μονάσαι, τὸν ἄνδρα μὴ περιερχόμενον εἰς ἕτερον γάμον, ὡς διατετύπωται, τὰ μητρῷα τῶν τέκνων ἀμείωτα παραφυλάττειν. τοῦ δὲ μονάζοντος προσώπου μέρος τῆς ἰδίας ὑποστάσεως ἐν τῷ μοναστηρίῳ εἰσάγειν βουλομένου, μὴ καινοτομεῖσθαι τὸ νόμιμον μέρος ἤγουν ἐλαττοῦσθαι τὸ τοῖς γνησίοις παισὶν ἐποφειλόμενον ἐκ τῶν γονέων, ἀλλὰ τοῦτο ἀποκαθίστασθαι αὐτοῖς. εἰ δὲ παῖδες οὐχ ὑπεισι τῷ μονάσαντι προσώπῳ, τὸν μὲν ἄνδρα ἐκ τῶν τῆς ἀποταξαμένης γυναικὸς αὐτοῦ προικιμαίων αὐτῆς πραγμάτων τὸ τέταρτον κομίζεσθαι, καὶ τὸ λοιπὸν ἥμισυ τέταρτον αὐτῇ οἰκειοῦσθαι. ὁμοίως καὶ τὴν γυναῖκα τοῦ ἀποταξαμένου ἀνδρὸς τὸ τέταρτον μέρος πρὸς τὸ μέτρον τῆς προικὸς αὐτῆς ἐκ τῆς ἀνδρῴας ὑποστάσεως λαμβάνειν καὶ τὸ ὑπόλοιπον αὐτῷ οἰκειοῦσθαι.
20
pr.Λύεται γάμος ἐγγράφως, ὅταν ὁ ἀνὴρ οὐ δύναται μιγῆναι τῇ ἰδίᾳ γυναικὶ, καθὼς προτέτακται.
21
pr.Λύεται γάμος ἐγγράφως τε καὶ ἀγράφως μονομερῶς διά τινας ῥητὰς αἰτίας τῆς γυναικὸς τοιαύτας· ἐὰν ἡ γυνὴ ἐπισταμένη συμβουλὴν κατὰ τῆς βασιλείας μὴ φανερώσῃ τῷ ἀνδρί· ἐὰν ἐπιβουλεύσῃ οἱῳδήποτε τρόπῳ τῇ ζωῇ τοῦ ἀνδρὸς, ἢ ἐπίσταται ἑτέρου ἐπιβουλεύοντος μηδὲ μηνύσῃ αὐτῷ· ἐὰν ἐξωτικοῖς συμποσιάζῃ ἢ συλλούηται ἀνδράσι ἢ ἐξωτικοῖς παρὰ γνώμην τοῦ ἀνδρός· ὅταν ἱπποδρόμους καὶ θέατρα μὴ βουλομένου τοῦ ἀνδρὸς θεωρεῖ.
22
pr.Λύεται γάμος ἐγγράφως καὶ ἀγράφως διά τινας αἰτίας τοῦ ἀνδρὸς τοιαύτας· ἐὰν ὁ ἀνὴρ κατὰ τῆς βασιλείας ἐπιβουλεύσηται ἢ βουλευομένοις συνίστωρ γένηται· ἢ οἱῳδήποτε τρόπῳ ἐπιβουλεύσῃ τῇ ζωῇ τῆς ἰδίας γυναικὸς ἢ ἐπιβουλεύοντας ἰδὼν μὴ μηνύσῃ αὐτῇ· ἢ τῇ σωφροσύνῃ αὐτῆς ἐπιβουλεύσῃ καὶ παραδῷ αὐτὴν μοιχευθῆναι· ἢ ἔγραψε μὲν αὐτὴν μοιχαλίδα, ἀτονήσει [δὲ] παραστῆσαι. ἐπὶ ταύταις ταῖς εἰρημέναις ἐξ ἑνὸς προσώπου κατὰ τοῦ ἑτέρου διὰ ῥεπουδίου ἐγγραφομέναις αἰτίαις, ὁπόταν μίαν ἐξ αὐτῶν ἐνεργεῖν ἀποδειχθῇ εἴτε κατὰ τοῦ ἀνδρὸς εἴτε κατὰ τῆς γυναικὸς, τὸ αἴτιον ἐν μοναστηρίῳ ἐμβάλλεσθαι. καὶ εἰ μὲν ὁ ἀνήρ ἐστι καὶ παῖδας ἔχει, ἐτελέσθησαν δὲ μέσον αὐτοῦ τε καὶ τῆς γυναικὸς αὐτοῦ προικῷα συμβόλαια, λαμβάνειν αὐτὴν τὴν οἰκείαν αὐτῆς προῖκα καὶ ἐκ τῆς ἁπάσης ἀνδρικῆς ὑποστάσεως ὀνόματι τῶν παίδων τὸ δίμοιρον μέρος, δηλονότι μὴ περιερχομένην εἰς ἕτερον συνοικέσιον· περιερχομένης γὰρ τὸ αὐτὸ δίμοιρον μέρος ἀποδίδοσθαι τοῖς παισίν· ὡς τοῦ ἑτέρου τρίτου τῆς ὑποστάσεως αὐτοῦ εἰσαγομένου πρὸς παραγωγὴν αὐτοῦ τῷ μοναστηρίῳ. εἰ δὲ γυνή ἐστιν ἡ τὴν αἰτίαν τῆς λύσεως παρεσχηκυῖα, ὁμοίως παίδων ὑπόντων αὐτῇ τὸ τρίτον μέρος τῆς αὐτῆς ἁπάσης οὐσίας ἐν ᾧπερ ἐμβλήσκεται μοναστηρίῳ εἰς παραγωγὴν αὐτῆς εἰσαγαγέτω, τοῦ διμοίρου δὲ μέρους τῷ ταύτης ἀνδρὶ μὴ δευτερογαμοῦντι ἐπ᾿ ὀνόματι τῶν παίδων αὐτοῦ ἀποκαθισταμένου· εἰς ἕτερον γὰρ καὶ αὐτοῦ περιερχομένου συνοικέσιον, τὸ τοιοῦτον δίμοιρον μέρος τοῖς παισὶν αὐτοῦ ἐν τελείᾳ αὐτῶν ἡλικίᾳ ἀποκαθίστασθαι παρ᾽ αὐτοῦ. εἰ δὲ παῖδες οὐχ ὑπεισιν αὐτῷ, ἔχει δὲ γονεῖς τὸ αἴτιον τῆς λύσεως πρόσωπον, μετὰ τὴν ἀποκατάστασιν τοῦ τετάρτου μέρους τοῦ κάσου τῆς προικὸς ἐκ τῆς λοιπῆς ὑποστάσεως τὸ τρίτον λαμβανέτωσαν οἱ γονεῖς, καὶ τὸ δίμοιρον τῷ μονάσαντι. εἰ δὲ μήτε παῖδες μήτε γονεῖς τοῦ αἰτίου προσώπου εἴτε τοῦ ἀνδρὸς εἴτε τῆς γυναικός εἰσι, τὸ ἐξ ἀπαιδίας τέταρτον μέρος τῆς προικὸς ὀνόματι κά σου τὸ αἴτιον λαμβανέτω πρόσωπον, καὶ τὴν ὑπόλοιπον ὑπόστασιν ἐν τῷ μοναστηρίῳ εἰσάγεσθαι. εἰ δὲ ἄγραφον τὸ συνοικέσιον τυγχάνει, ὁ αἴτιος τῆς λύσεως τῷ ἀναιτίῳ προσώπῳ ἐκ πάσης τῆς ἰδίας αὐτοῦ περιουσίας δ μέρος παρεχέτω· ὑπόντων δὲ αὐτῷ τέκνων ἢ γονέων, διαιρείσθω τὴν ὑπόλοιπον αὐτοῦ ὑπόστασιν μεταξὺ αὐτῶν τε καὶ τοῦ μοναστηρίου κατὰ τὴν λεχθεῖσαν διαίρεσιν. χωρὶς δὲ τῶν εἰρημένων προσώπων τε καὶ αἰτιῶν συνοικέσιον μὴ διαλύεσθαι.