JGR IV 1.10
Περὶ πράσεως καὶ ἀγορασίας ἐγγράφου καὶ ἀγράφου καὶ ἀῤῥαβώνων αὐτῶν.
Abrir no leitor do IusCommune →1
pr.Ἔγγραφος πρᾶσις καὶ ἀγορασία ἐν οἱῳδήποτε εἴδει καὶ πράγματι τῆς τιμῆς στοιχουμένης συνίσταται ἀδόλῳ τῶν συναλλασσόντων συμφωνίᾳ '.
2
pr.Αγραφος πρᾶσις καὶ ἀγορασία συνίσταται ἀδόλῳ τῶν συναλλασσόντων συμφωνίᾳ ἐπὶ ῥητοῦ τιμήματος χρυσικῇ ποσότητι· ὁπόταν γὰρ τὸ τίμημα τῷ πράτῃ καταβληθῇ καὶ τὸ πρᾶγμα τῷ ἠγορακότι παραδοθῇ, ἡ πρᾶσις συνίσταται. καὶ ἐκ μεταμέλου ἑνὸς αὐτῶν τὴν τοιαύτην πρᾶσιν μὴ ἀνατρέπεσθαι. ἔδει γὰρ αὐτὸν πρὸ τοῦ συναλλάγματος τὸ συμφέρον διερευνᾶν καὶ οὕτω συναλλάσσειν.
3
pr.Ἔγγραφος πρᾶσις καὶ ἀγορασία συνίσταται, ὅτε οἱ συναλλάσσοντες ῥητὴν ἐπὶ τῷ τιμήματι χρυσικὴν ποσότητα περὶ τοῦ πράγματος στοιχήσαντες, ὁ μὲν πράτης τὸ τίμημα, ὁ δὲ ἀγοραστὴς τὸ πρᾶγμα κατέλαβεν, καὶ τὸ τοιοῦτον συνάλλαγμα εἴτε ἐξ ἰδιοχείρων εἴτε ἐξ ἀγοραίου συμβολαίου τετελεσμένου πληρώσωσιν. καὶ εἰ μὲν ἐξ ἀπαρχῆς τοῦ συναλλάγ ματος περὶ ἐλαττώματος ἤγουν αἰτίας τοῦ διαπραθέντος πράγματος συνεφωνήθη καὶ ἐνεγράφη, ἐῤῥώσθω τὰ συμπεφωνημένα. εἰ δὲ οὐδὲν περὶ ἐλαττώματος ἤγουν αἰτίας τοῦ διαπραθέντος πράγματος ἐμνημονεύθη καὶ ἐνεγράφη, ἀσάλευτον εἶναι τὸ τοιοῦτον συνάλλαγμα· καὶ ἑαυτὸν ὁ ἠγορακὼς μέμφεσθαι διὸ πρὸ τῆς ἀγορασίας περὶ ἐλαττώματος οὐκ ἠκρίβωσεν ἢ καὶ ἐξειργάσατο ἢ καὶ ἐν τῇ ὠνεακῇ συγγραφῇ περὶ κεκρυμμένης αἰτίας τοῦ πεπραμένου πράγματος ἐντεθῆναι ἐν συμφώνῳ παρεσκεύασε· καὶ τὴν τοιαύτην ἔγγραφον τετελεσμένην πρᾶσιν ἐκ μεταμέλου μὴ ἀνατρέπεσθαι. εἰ δὲ μὴ τὸ ἰδιόχειρον τὸ ἐπὶ τῇ πράσει καὶ ἀγορασίᾳ πληρωθῇ, μήτε, εἰ ἀγοραῖον ἦν, ἡ ὑπογραφὴ τελεσθῇ τε καὶ ἀπολυθῇ, ἐκ μεταμέλου ἑκάτερον μέρος ἀζημίως τῆς τοιαύτης πράσεως ἀναχωρεῖται.
4
pr.Δεῖ γὰρ τὸν ἀγοραστὴν πρὸ τοῦ συναλλάγματος δι ' ἐρευνῆς γενέσθαι καὶ ἀκριβοῦν καὶ οὕτω συναλλάσσειν. εἰ δὲ ὡς εἰκὸς μετὰ τὴν πρᾶσιν εὑρεθῇ τὸ πραθὲν σῶμα ἐλεύθερον ἢ καὶ δαιμονιῶντα, τοῦτο ἀναδίδοσθαι.
5
pr.Ἐὰν ἀῤῥαβὼν ἐν οἱῳδήποτε πράγματι ἢ συναλλάγματι δοθῇ ὡς ἀτελοῦς ὄντος τοῦ συναλλάγματος, ἐξ ἀγνωμοσύνης μὲν τοῦ δεδωκότος τὸν ἀῤῥαβῶνα, [ἐν κέρδει γενέσθω τοῦ λαβόντος ὁ δοθεὶς ἀῤῥαβὼν, ἐκ διαστροφῆς δὲ τοῦ δεξαμένου τὸν ἀῤῥαβῶνα,] ἀναδιδόσθω μετὰ καὶ ἄλλου τοσούτου τῷ δεδωκότι αὐτόν.