IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga privata aucta

JGR IV 1.11

Περὶ δανείου ἐγγράφου τε καὶ ἀγράφου, ἐγγαίου τε καὶ ἐπιποντίου, καὶ τῶν διδομένων ἐπ᾿ αὐτοῖς ἐνεχύρων, τόκων τε αὐτῶν, καὶ κέρδους κοινωνίας.

Abrir no leitor do IusCommune →

1

pr.Δάνειον ἔγγραφόν τε καὶ ἄγραφον συνίσταται ἐπὶ τοῖς εἴδεσι τοῖς ἀριθμῷ ἢ σταθμῷ ἢ μέτρῳ διδομένοις τῷ δανειζομένῳ, τουτέστιν ἐν χρυσοῦ ποσότητι, ἐν ἀργυρῷ καὶ χρυσῷ καὶ χαλκῷ χαράγματι, ξηροῖς τε καὶ ὑγροῖς καρποῖς τοῖς ἐν τῇ χρήσει τοῦ λαμβάνοντος δαπανωμένοις· οὐκ αὐτῶν τῶν δοθέντων πρὸς τὴν τοῦ ὀφλήματος ἀπόδοσιν τῷ πιστευτῇ ἀναδιδομένων, ἀλλὰ δὴ ὁμοίων τοῦ αὐτοῦ γένους, εἴδους τε καὶ καλλονῆς πρὸς ἐκπλήρωσιν παρεχομένων.

2

pr.Ἐκδανείζονται δὲ τὰ τοιαῦτα εἴδη ἢ δι ' ἐνεχύρων δόσεως ἢ ἀξιοπιστίᾳ καὶ μόνῃ τοῦ λαμβάνοντος, ἢ ἐν γραμματείῳ ἰδιοχείρῳ ἢ ἀγοραίῳ τοῦ λαβόντος κατασφαλιζομένου τὸν δεδωκότα καὶ ἐν αὐτῷ ἀποσημειουμένου τὰ δοθέντα αὐτῷ ἐνέχυρα, καὶ ὁμολογοῦντος τὴν συμφωνηθεῖσαν μέσον αὐτῶν ἢ μερικὴν ἢ ἐντελῆ ἐμπρόθεσμον ἐκπλήρωσιν, μετὰ καὶ τῶν εἰ οὕτως τύχῃ ἐπερωτωμένων μεταξὺ αὐτῶν τόκων. κατὰ τὸν ὅμοιον δὲ τρόπον ἐπὶ ἢ μαρτύρων καὶ τὸ ἄγραφον συνίσταται δάνειον. μετὰ δὲ τὸ οὕτως συστῆναι τὸ δάνειον τὰ ἐπὶ τοῖς δανεισθεῖσι τυχηρὰ τὸν δανεισάμενον ὁρᾶν. Ἐάν τις ἐγγράφως ἢ καὶ ἀγράφως λογάριον ἢ ἀργύριον ἢ καὶ ἕτερον εἶδος τὸ οἱονοῦν ἐν τῇ γῇ ἢ καὶ ἐν τῇ θα- λάσσῃ δανείσηται, κατὰ τὸ στοίχημα καὶ τὴν μεταξὺ αὐτῶν προθεσμίαν ἀναλαμβανέτω ὁ δανείσας τὰ ἴδια, μὴ ἔχοντος ἄδειαν τοῦ δανεισαμένου ἐχθρικὴν ἐπιδρομὴν ἢ ναυάγιον θαλάσσης ἢ καὶ ἑτέραν τὴν οἱανοῦν ἀφορμὴν πρὸς διαστροφὴν ἢ ἀναγωγὴν προτίθεσθαι τοῦ δανείσαντος. ἐὰν δὲ ὁ δανεισάμενος ἐνέχυρα τέθεικε, καὶ αὐτὸς μετὰ τὴν [τοῦ] χρέους ἀποπλήρωσιν ἀνελλιπῶς ἀναλαμβανέτω τὰ ἴδια, μὴ δυναμένου τοῦ τὰ τοιαῦτα κατεσχηκότος ἐνέχυρα λέγειν τὶ κατὰ τοῦ δανεισαμένου ἢ ὅτι ἀπώλεσεν αὐτὰ ἢ ἑτέραν τινὰ προσφέρειν πρόφασιν, εἰ μήπω ἀποδειχθείη τοιαύτην ὡς εἰκὸς ἐπελθεῖν συμφορὰν καὶ σὺν τῷ ἰδίῳ ἀπολεσθῆναι καὶ τὰ ἀλλότρια, καθὼς λοιπὸν περὶ τούτου τηρήσωσιν οἱ ἀκροαταί.

4

pr.Ἐάν τις δανείσῃ τινὶ καὶ κατὰ τὴν οἰκείαν ὁμολόγησιν ἐκ προθεσμίας ὁ χρεώστης μὴ ἐκπληρώση, προτρεπέσθω τοῦτον ἐκ διαβασίμου ὁ χρεωστούμενος, καὶ ἐὰν μετὰ δύο καὶ τρεῖς προτροπάς τε καὶ διαμαρτυρίας μὴ θελήσῃ ὁ χρεωστῶν παῤῥησιασθῆναι ἢ τὸ ἀπόχρεων ποιῆσαι, αὐθεντίαν ἐχέτω ὁ τὰ ἐνέχυρα κατέχων ὑπὸ ἀκριβῆ δημοσίαν ἐκτίμησιν διὰ ταβουλαρίων ἢ καὶ ἐκδίκων ἀποσημειουμένων ταῦτα διαπιπράσκειν, καὶ ἐκ τῶν τιμημάτων τὰ κεχρέωστημένα αὐτῷ παρακρατεῖν, καὶ τὸ ὡς εἰκὸς περιττεῦον ἀποκαθιστᾶν τῷ χρεωστοῦντι. εἰ δὲ ἡ τῶν ἐνεχύρων δικαία πρᾶσις οὐ σώζει τὴν ἐντελῆ τοῦ χρέους ἀπόδοσιν, ἀπαιτείτω τὸν χρεώστην τὸ λειπαζόμενον.

5

pr.Ἐάν τις ἐγγράφως ἢ ἀγράφως ἐγγαίως ἐπὶ τόκων δανείσῃ τινὶ, εἰ μὲν ἀξιωματικός ἐστιν, εἰς τὸν δωδεκαμηνιαῖον καιρὸν τρίτον ἑκατοστῆς ἐπερωτάτω καὶ λαμβανέτω τόκον, τουτέστιν ἐφ᾽ ἑκάστῳ νομίσματι κεράτιον ἕν. εἰ δὲ ἀργυροπράτης ἐστὶν τὴν διμοιρίαν τῆς ἑκατοστῆς λαμβανέτω τόκον, τουτέστι καθ᾽ ἕκαστον χρόνον ἐφ᾽ ἑκάστῳ νομίσματι χρυσοῦ κεράτια δύο, εἰ καὶ μὴ ἐπερώτησις περὶ τόκου προῆλθεν. οἱ δὲ λοιποὶ παγανοὶ τὸν ἡμιεκατοστιαῖον κατ᾿ ἔτος λαμβανέτωσαν τόκον, τουτέστιν ἐφ᾽ ἑκάστῳ νομίσματι κεράτιον ἓν ἥμισυ. ἀνεπερώτητος γὰρ τόκος οὐκ ἀπαιτεῖται, εἰ μὴ ἐπὶ τῶν ἀργυροπρατῶν ὡς εἴρηται καὶ μόνων. μὴ ἐξεῖναι δὲ τοῖς δανείζουσιν ἐκ τῶν δανειζομένων παρ᾽ αὐτῶν ποσῶν ἐπ᾿ ὀνόματι τῶν λεγομένων παρ᾽ ἀλλήλων ἐγκρατεῖν κερατισμὸν, ἀλλὰ τοῖς εἰρημένοις ἀρκεῖσθαι τόκοις κατὰ τὴν λεχθεῖσαν τῶν δανειζόντων προσώπων ποιότητα. εἰ δὲ πλεῖον τοῦ διατεταγμένου τόκου ἐπερωτήσωσιν ἢ ἀπαιτήσωσιν, τὸ κατὰ περίσσειαν τοῦ ὁρισθέντος τόκου διδόμενον εἰς κεφάλαιον λογίζεσθαι τῷ δανειζομένῳ.

6

pr.Οἱ τόκοι μέχρι τοῦ μέτρου τῆς ἐκδανεισθείσης ποσότητος τῶν κεφαλαίων ἐκτεινέσθωσαν καὶ μὴ ὑπερβαινέτωσαν αὐτά. εἰ δὲ δεήσει ἐπέκεινα τοῦ μέτρου τῶν κεφαλαίων τόκους καταβληθῆναι, τὰ ὑπὲρ τούτου εἰς κεφάλαια λογίσασθαι. ἐπὶ δὲ τῇ εἰρημένῃ τῶν κεφαλαίων ἰσότητι καὶ τὰς μερικὰς καταβολὰς τῶν τόκων συμψηφίζεσθαι, καὶ μὴ ἀπαιτεῖσθαι τῶν κεχρεωστημένων τόκων τοὺς τόκους.

7

pr.Ἐπιπόντια δάνειά εἰσι τὰ διδόμενα τοῖς ἐν θαλάττῃ τὰς πραγματείας ποιουμένοις καὶ ταύτην ἔχουσι τοῦ βίου τὴν πρόφασιν. ὁ δὲ τοῦ τοιούτου δανείου ἐπερωτάσθω καὶ ἀπαιτείσθω τόκος τῷ νομίσματι ἑκατοστιαῖος τουτέστι κεράτια γ ἐφ᾽ ἑκάστῳ ταξειδίῳ τοῦ πλοίου σωζομένου τε καὶ ἐπανερχομένου, τὴν δὲ κατὰ θάλασσαν [βλάβην ἢ ἀπώλειαν] τὸν δανείσαντα ὁρᾶν.

8

pr.Τοῖς ἐπὶ δανείου ἐγγαίου διδομένοις ἐνεχύροις ἐπιμελεστάτην παραφυλακὴν ὁ ταῦτα κομισάμενος [χρεωστεῖ], εἰς τὴν ἐκ τύχης καὶ μόνον ἐπισυμβαίνουσαν αὐτοῖς ἀπώλειαν μὴ ἐνεχόμενος· τὴν γὰρ ἐξ ἀμελείας αὐτοῦ τοῦ δανείσαντος γενομένην εἰς αὐτὰ βλάβην ἢ ἀπώλειαν αὐτὸν ἐπιγινώσκειν. Ὁ δανειστὴς εἰ ἐνέχυρα λάβῃ ἢ καὶ ἐπάρῃ τὰ τέκνα τῶν ἰδίων χρεωστῶν ἢ καὶ εἰς δουλικὴν ὑπηρεσίαν ταῦτα μισθώσηται, ἐκπιπτέτω τοῦ χρέους καὶ ἄλλην τοσαύτην ποσότητα τῷ κρατηθέντι ἢ καὶ τοῖς τούτου γονεῦσι καταβαλλέτω. Ἐάν τις ἔχων γυναῖκα δανείσηται ἔκ τινος καὶ μὴ εὐπορῇ ποιῆσαι τὴν τούτων ἀπόδοσιν, ἀνέγκλητος ἔστω ἡ γυνὴ αὐτοῦ τοῦ ταῦτα ἐκ τῆς προικὸς αὐτῆς παρασχεῖν τῷ δανείσαντι, εἰ μήπω εὑρεθῇ ἑκουσίως ἐν τῷ τοιούτῳ χρέει συνομολογήσασα τῷ ἀνδρὶ αὐτῆς.

11

pr.Ἐὰν γυνὴ συναινέσῃ δανειζομένῳ τῷ οἰκείῳ ἀνδρὶ ἢ ἑτέρῳ οἱῳδήποτε προσώπῳ καὶ παρεγγυήσηται καὶ ὑπόθηται ἑαυτὴν καὶ τὰ οἰκεῖα πράγματα τὸ σύνολον, οὐ κατέχεται, εἰ μὴ σαφῶς ἀποδειχθῇ εἰς τὰ ἴδια αὐτῆς πράγματα τὰ δανεισθέντα προχωρῆσαι. ταῖς γὰρ ἀπατωμέναις ἢ βλαπτομέναις δεῖ βοηθεῖν καὶ οὐ ταῖς βλαπτούσαις ἢ ἀπατώσαις. Περὶ κοινωνίας. Συνίσταται κοινωνία ἐγγράφως ἢ καὶ ἀγράφως μεταξὺ δύο ἢ καὶ πλειόνων, ὁπόταν ἕκαστος αὐτῶν ἐξ ἰσότητος ἢ καὶ ἐπ᾿ ἔλαττον τὴν οἰκείαν εἰς ἐνθήκην συναγάγοι μοῖραν, ἤ τινων μὲν ἐνθήκην, ἑτέρου δὲ ἢ ἑτέρων τοὺς οἰκείους μόχθους καὶ ὀπέρας καταβαλλομένων. τὸ δὲ περιποιούμενον αὐτοῖς κέρδος, μεθ᾽ ὑφαίρεσιν δηλονότι τῶν κεφαλαίων, κατὰ τὰ ἐν μέσῳ αὐτῶν στοιχηθέντα ἐπιμερίζεσθαι. εἰ δὲ συμβῇ ἐπὶ τῇ τοιαύτῃ κοινωνίᾳ προσγενέσθαι τῇ ἐνθήκη ζημίαν, ἕκαστον κοινωνὸν κατὰ τὴν τοῦ κέρδους μοῖραν ταύτην ἐπιγινώσκειν.

13

pr.Ὁ δανείζων γεωργῷ μὴ λαμβανέτω τὴν γῆν αὐτοῦ εἰς ὑποθήκην. εἰ μὲν καρποὺς δανείζῃ, κατὰ μόδιον ὀγδόην μοῖραν λαμβανέτω. εἰ δὲ καὶ λογάριν, ἐφ᾽ ἑκάστῳ νομίσματι κεράτιον ἓν κατὰ τοὺς προειρημένους τόπους 12. ὁ δὲ παρὰ ταῦτα δανείζων ἐκπίπτει τοῦ χρέους.

14

pr.Λελύσθω τῆς ὑποθήκης ὁ ἀγρὸς ἐκ τῶν καρπῶν αὐτοῦ πληρωθέντος τοῦ χρέους, καὶ διὰ τοῦτο μὴ ἐκποιεῖσθαι παρὰ τοῦ δανειστοῦ.