JGR IV 1.12
Περὶ παρακαταθήκης παντοίου εἴδους καὶ πράγματος καὶ τῶν ἐπ᾿ αὐτῆς συμβαινόντων τυχηρῶν καὶ περὶ τῆς εἰς αὐτὴν γινομένης κακουργίας.
Abrir no leitor do IusCommune →1
pr.Παρακαταθήκη ἐστὶ τὸ πρὸς παραφυλακὴν διδόμενον χρυσίον χάραγμα ἢ ἕτερον εἶδος τὸ οἱονοῦν ἰδίῳ ἢ γνωρίμῳ αὐτοῦ διά τινα τοῦ παρατιθεμένου εὐλογοφανῆ πρόφασιν. εἰ μὲν γὰρ διὰ φόβον ἐμπρησμοῦ ἢ καταπτώσεως ἢ ναυαγίου ἢ θορύβου ἡ παραθήκη γέγονε, τὸν παραθηκάριον ἐξ ἀρνήσεως καὶ ἀγνωμοσύνης εἰς τὸ διπλοῦν καταδικάζεσθαι, εἴς τε τὸ παρατεθὲν καὶ ἄλλο τοσοῦτον. εἰ δὲ ἄνευ τῶν δ τοιούτων προφάσεων ἡ τοιαύτη παρακαταθήκη γέγονεν [ἢ] ἑνὶ ἐδόθη, ἐξ ἀγνωμοσύνης εἰς τὸ ἁπλοῦν ἤγουν τὸ παρατεθὲν καὶ μόνον τὸν παραθηκάριον εἰσπράττεσθαι '.
2
pr.Ὁ παραθηκάριος εἰ ἐπὶ μισθῷ δοθέντι αὐτῷ ἢ ὁμολογηθέντι παραλάβῃ τὴν παραθήκην, ἐπιμελεστάτην ἐπ᾿ αὐτῇ χρεωστεῖ παραφυλακὴν, τοῖς τυχηροῖς καὶ μόνον μὴ ἐνεχόμενος ἤγουν τοῖς ἐξ ἀπροόπτου καὶ ἀθρόου συμφορᾶς ἐπισυμβαίνουσιν. εἰ δὲ ἄνευ μισθοῦ τὴν παραθήκην ἐκομίσατο, οἵαν ἐπὶ τοῖς οἰκείοις ἐνδείκνυσι πράγμασι, τοιαύτην ἐπὶ τῇ παραθήκῃ ἐποφείλει συντήρησιν, δόλῳ καὶ ἄκρᾳ ῥαθυμίᾳ ἐνεχόμενος. Ἐάν τις δι οἱανδήποτε πρόφασιν ἢ φόβον παραθήκην παράθηταί τινι καὶ συμβῇ τὸν ταῦτα παραλαμβάνοντα ἀρνήσασθαι, ζητουμένου τοῦ κεφαλαίου καὶ ἀποδεικνυμένου αὐτοῦ ψεύστου, κατὰ δίπλαν ἀποδότω ταῦτα τῷ παραθεμένῳ. εἰ δὲ καὶ δεήσει συμφοράν τινα εἴτε ἀπὸ πυρκαΐας ἢ καὶ ἀπὸ κλοπῆς ἐπελθεῖν αὐτῷ καὶ σὺν τῷ ἰδίῳ αὐτοῦ ἀπολέσθαι κἀκεῖνο, τηρείτωσαν οἱ ἀκροαταὶ καὶ ἀνέγκλητον τὸν τὴν τοιαύτην παραθήκην κατεσχηκότα παραφυλαττέτωσαν ὡς ἀκουσίως αὐτὰ ἀπολέσαντα.