IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga privata aucta

JGR IV 1.13

Περὶ ἐμφυτεύσεων διηνεκῶν καὶ ἐμπεριγράφων εἴτε τοῦ δημοσίου καὶ βασιλικῶν οἴκων [ἢ] ἐκκλησιῶν καὶ μοναστηρίων καὶ λοιπῶν εὐαγῶν τόπων, καὶ τῶν κεκωλυμένων συναλλάσσειν προσώπων.

Abrir no leitor do IusCommune →

1

pr.Διηνεκεῖς ἐμφυτεύσεις ἀκινήτων δικαίων γίνονται ἐπὶ τελέσματι ἐνιαυσιαίῳ συμφωνουμένῳ καὶ ἐπιμελείᾳ τε καὶ διορθώσει τῶν ἐκδιδομένων. εἰ δέ τις ἐκ τῶν φροντιστῶν χαρτουλαρίων ἢ καὶ λοιπῶν πρὸς βλάβην ἢ περιγραφὴν τῆς πρωτοτύπου δεσποτείας φανῇ ἀπεργαζόμενος τίποτε, οὗτος μὲν παρευθὺ ἐκπιπτέτω ἐκ τοῦ στρατεύματος αὐτοῦ, ἀκυρούσθω δὲ καὶ ἡ τοιαύτη ἔκδοσις '.

2

pr.Τὸν διηνεκῶς ἐμφυτευσάμενον τὸ ἐνιαυσιαῖον ἀδιαστρόφως καταβαλλόμενον τέλεσμα, καὶ εἰς τὴν τοῦ ἀκινήτου ἀγωνιῶντα σύστασίν τε καὶ ἐπιμέλειαν, μὴ ἀποκινεῖσθαι ἐκ τῆς τοιαύτης ἐκδικήσεως, ἀλλ᾽ ἐξεῖναι αὐτῷ τὸ δίκαιον τῆς τοιαύτης ἐμφυτεύσεως κληρονόμοις καταλιμπάνειν, δωρεῖσθαί τε καὶ ἐν προικὶ ἐπιδιδόναι ἢ καθ᾽ ἕτερον τρόπον μεταχωρεῖν καὶ διαπιπράσκειν, προτίμησιν δηλονότι τῷ πρωτοτύπῳ δεσπότη πρὸ διαπράσεως παρέχοντι τοῦ αὐτὸν τὸ τοιοῦτον ὠνεῖσθαι δίκαιον. ἐκείνου δὲ μὴ βουλομένου, ἀπαρεμποδίστως μετὰ β μῆνας τῆς τούτου προτροπῆς πιπράσκειν αὐτὸν τοῖς μὴ κεκωλυμένοις προσώποις τά τε ἐμπονήματα καὶ τὸ τῆς τοιαύτης ἐμφυτεύσεως δίκαιον, ἀναγκαζομένου τοῦ πρωτοτύπου δεσπότου ἐπιτηδείους ὄντας τοὺς ὑπεισερχομένους ἐμφυτευτὰς ἐγγράφως εἰσδέχεσθαι. μὴ ποιοῦντα δὲ τοῦτο [τὸν] ἐμφυτευτὴν ἐκπίπτειν τῆς ἐμφυτεύσεως

3

pr.Τοῦ διηνεκοῦς ἐμφυτευτοῦ, εἰ μὲν εὐαγοῦς οἴκου ἐστὶν, ἐπὶ τριετίαν ἀγνωμονοῦντος τὸ ἐτήσιον τέλος ἢ καὶ χεῖρον ποιοῦντος τὸ ἐμφυτευθὲν πρᾶγμα, ἄδειαν ἔχει ἡ δεσποτεία τοῦτον ἐκ τοῦ τοιούτου ἀκινήτου ἐξεοῦσθαι δικαίου, τὰ δὲ ὡς εἰκὸς παρ᾿ αὐτοῦ χρεωστούμενα παραχωρεῖν. εἰ δὲ ἑτέρων τινῶν ἐμφυτευτὴς ὑπάρχει, ἐπὶ τριετίαν ἀγνωμονῶν ἢ ἀμελῶν τοῦ ἐμφυτευθέντος ἀκινήτου δικαίου καὶ αὐτὸς ἐξεούσθω κατὰ τὸν ὅμοιον τρόπον.

4

pr.Ἡ δὲ τῆς βασιλίδος πόλεως ἁγιωτάτη ἐκκλησία καὶ οἱ τῆς περιοικίδος αὐτῆς σεπτότατοι οἶκοι, τό τε ὀρφανοτροφεῖον, τὰ πτωχεῖα, οἱ ξενῶνες, κεκώλυνται παρὲξ τῶν ἐρειπίων τόπων διηνεκῶς ἐκδιδόναι ἀκίνητον δίκαιον· βασιλικῷ δὲ οἴκῳ ἀνταλλάσσειν καὶ μόνον. αἱ δὲ ἐν ἐπαρχίαις οὖσαι σεπταὶ ἐκκλησίαι τε καὶ μοναστήρια, πρὸς δέ γε καὶ τὰ τῆς βασιλίδος πόλεως εὐαγῆ μοναστήρια, ἄδειαν ἐχέτωσαν διην εκεῖς ἐμφυτεύσεις ποιεῖν.

5

pr.Αἱ ἐμπερίγραφοι ἐμφυτεύσεις ἐξ οἱουδήποτε εὐαγοῦς τε καὶ βασιλικοῦ οἴκου καὶ ἑτέρου προσώπου γινέσθωσαν ἐπὶ ὀνομαστῷ ἐνιαυσιαίῳ τελέσματι κατὰ τὰ ἀνωτέρως προσκείμενα, μέχρι ἢ καὶ μόνον προσώπων ἀλλήλους ἐκ διαθήκης ἢ καὶ ἐξ ἀδιαθέτου διαθέσεως δεχομένων, τὸ ς΄ μέρος τοῦ σωζομένου κανόνος ἐν ἀρχῇ τοῦ συναλλάγματος κουφιζομένου· μὴ δυναμένου τοῦ τελευταίου ἢ προσώπου ἐπανακαινίζειν τὸ ἐμπερίγραφον ἐμφύτευμα, τοῦ μὴ εἰς διηνεκὲς αὐτὸ τῷ τρόπῳ τούτῳ παρεκτείνεσθαι σχῆμα.

6

pr.Μὴ ἐκλαμβανέτωσαν διηνεκῶς ἢ ἐμπεριγράφως οἱ φροντισταὶ τοῦ ἐκδιδοῦντος μέρους βασιλικοῦ τε ἢ εὐαγοῦς οἴκου ἢ χαρτουλάριοι ἢ διοικηταὶ ἢ συγγενεῖς αὐτῶν μηδὲ διὰ παρενθέτου προσώπου. ἀλλ᾽ οὔτε ἄρχοντες πολιτικοὶ ἐμφυτεύεσθαι ἢ μισθοῦσθαι δύνανται. μήτε δὲ στρατιῶται συναλλάγμασι τοιούτοις ὑπεισερχέσθωσαν, ἢ ἑαυτοὺς παρεμβαλλέτωσαν, μήτε δὲ οἴκοις ἢ κτήμασί τινων προσεδρευέτωσαν ἢ ὑπουργείτωσαν, ὡς ὑπὲρ τῆς πολιτείας κατὰ τῶν ἐχθρῶν καὶ μόνον ἀγωνίζεσθαι τεταγμένοι.