JGR IV 1.14
Περὶ μισθώσεως οἰκημάτων, κτημάτων, χωρίων, ἀγρῶν, πλοίων, ὁμολογιῶν τῶν ὑποτελῶν, ἐγγράφου καὶ ἀγράφου.
Abrir no leitor do IusCommune →1
pr.Αἱ μισθώσεις ἔγγραφοί τε καὶ ἄγραφοι ἐπὶ ὀνομαστῷ ἐνιαυσιαίῳ συμφωνουμένῳ τελέσματι καὶ αὐταὶ ἔστωσαν, περαιτέρω τῶν ιθ ' χρόνων μὴ ἐκτεινόμεναι, εἴτε ἐκληπτορικῶς εἴτε τοῦ μέρους τοῦ δημοσίου ἢ βασιλικοῦ οἴκου ἢ εὐαγοῦς τόπου κτημάτων, χωρίων, ἀγρῶν ἢ καὶ λοιπῶν αἱ τοιαῦται ἐκδόσεις γεγένηνται· καὶ πρὸς τὸ ἐκσυμφωνηθὲν ἐκ τοῦ ἐκλαμβανομένου καὶ ὁμολογηθὲν ἐνιαυσιαῖον μισθωτικὸν τέλεσμα παρὰ τοῦ ἐκδεδωκότος [μέρους εἰσπράττεσθαι. μὴ δυναμένων εἴτε τοῦ ἐκδεδωκότος] εἴτε τοῦ ἐκλαμβανομένου μετάμελον μετὰ τὴν μίσθωσιν ἐντὸς ἐνιαυτοῦ προτίθεσθαι, ἐὰν ἐκ συμφώνου περὶ τούτου ὀνομαστὶ ἀπετάξαντο.