IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga privata aucta

JGR IV 1.15

Περὶ μαρτύρων καὶ τῶν τὰ ἴδια ἀρνουμένων ἰδιόχειρα.

Abrir no leitor do IusCommune →

1

pr.Οἱ μάρτυρες ἢ ἀξίαν ἢ στρατείαν ἢ ἐπιτήδευμα ἢ εὐπορίαν ἔχοντες κατὰ πρόληψιν δεκτέοι τυγχάνουσιν. εἰ δὲ καὶ εὑρεθῶσι μάρτυρες ἄγνωστοι καὶ ἀμφισβηταὶ τὰ τῆς αὐτῶν μαρτυρίας, κανονιζέτωσαν οἱ ἀκροαταὶ καὶ διὰ βασάνων ἐρχέσθωσαν πρὸς αὐτοὺς, ὅπως τὴν τῆς ἀληθείας κατάληψιν εὕρωσιν.

2

pr.Οἱ μάρτυρες ἐὰν ἄγνωστοι καὶ εὐτελεῖς εἰσιν, καὶ ἀμφισβητεῖται τὰ τῆς αὐτῶν μαρτυρίας, δύναται ὁ δικαστὴς, εἰ μὲν ἄρχων ἐστὶν, δ᾽ ἑαυτοῦ πρὸς κατάληψιν τῆς ἀληθείας τούτους βασανίζειν· εἰ δὲ μὴ ἐστιν ἄρχων, ἐν κωνσταντινουπόλει ὁ πραίτωρ, ἐν δὲ ταῖς ἐπαρχίαις ἢ ἄρχων ἢ ἔκδικος δύναται ὡς εἴρηται τούτους βασανίζειν. Οἱ ἀνιόντες καὶ κατιόντες κατ᾿ ἀλλήλων μὴ μαρτυρείτωσαν. Μὴ ἀναγκαζέσθω τὶς καθ᾽ ἑαυτοῦ ἄγειν μάρτυρας.

5

pr.Οἱ μάρτυρες ἐπὶ τῶν δικαστῶν εἰς μαρτυρίαν εἰσαγόμενοι πρῶτον μὲν ἄνευ ὅρκου ἐπὶ δυσὶν ἢ τρισὶν ἀνακρίσεσι τὰ τῆς εἰδήσεως αὐτῶν λεγέτωσαν, καὶ ἐὰν περὶ τοῦ ζητουμένου εὑρεθῶσι λέγοντες τίποτε, τότε ὀμνυέτωσαν.

6

pr.Οὔτε ὑπὲρ δεσπότου οὔτε κατὰ δεσπότου δοῦλος ἢ ἀπελεύθερος μαρτυρείτω.

7

pr.Πρὸ τοῦ ἀποθέσθαι τὴν εἴδησιν οἱ μάρτυρες πρὸ τῶν ἁγίων εὐαγγελίων ὀμνυέτωσαν ὡς ἀληθῆ μαρτυροῦσιν ἢ ὡς οὐδὲν ἐπίστανται περὶ τοῦ πράγματος.

8

pr.Ἕνα μὴ προσίεσθαι μάρτυρα, κἂν συγκλητικός ἐστιν. Ἐν ἰδίῳ πράγματι μηδεὶς μαρτυρείτω.

10

pr.Οἱ μακρὰν διάγοντες μάρτυρες ἐν ταῖς χρηματικαῖς ὑποθέσεσιν κατὰ τὸν τόπον μὴ ἀναγκαζέσθωσαν παραγενέσθαι, ἀλλὰ δ᾽ ἐντολῶν πρὸς αὐτοὺς στελλομένων τὰ τῆς εἰδήσεως αὐτῶν μαρτυρείτωσαν.

11

pr.Τὸν ὑπέρ τινος ἐν ἑτέρᾳ ὑποθέσει μαρτυρήσαντα κατ αὐτοῦ παραγενόμενον μὴ παραγράφεσθαι, εἰ μήτοιγε ἐχθρὸς τοῦ καθ᾽ οὗ παράγεται γέγονεν ἢ δόσει ποσότητος ἢ ἐπαγγελίᾳ ὑποφθαρῇ.

12

pr.Οἱ παρὰ αἱρετοῖς ἤτοι κομπρομισσαρίοις δικασταῖς μαρτυρήσαντες, τῆς δίκης μεταφερομένης εἰς δικαστήριον πάλιν μαρτυρείτωσαν, ἢ αἱ φωναὶ αὐτῶν ἀγέσθωσαν, εἰ ὁ ἀντίδικος βούλεται. εἰ δὲ ἐτελεύτησαν οἱ μάρτυρες, τότε τὰ παρὰ τῷ κομπρομισσαρίῳ μεμαρτυρημένα παραγέσθωσαν. εἰ δέ τινες μὲν ἐτελεύτησαν, τινὲς δὲ ὕπεισιν, τῶν τελευτησάντων αἱ καταθέσεις προσφερέσθωσαν.

13

pr.Ἐάν τις μάρτυρας ἐν ἰδίῳ πράγματι παραγάγῃ, τὸν δὲ αυτον μάρτυρα ἕτερον πρόσωπον ἐν ἄλλῳ κεφαλαίῳ κατ᾿ αὐτοῦ ἀγάγῃ, τὸν τοιοῦτον κατ᾿ ἐκείνου παραγενόμενον μὴ παραγράφεσθαι, εἰ μήπω φανῇ ὡς ἔχθρα τὶς τελευταῖον παρηκολούθησε μεταξὺ αὐτῶν, ἢ δόσις ἢ καὶ ὑπόσχεσις πρὸς ὑποφθορὰν τοῦ πράγματος τῷ μάρτυρι γέγονεν. Ἐάν τινες ἐκ συμφωνίας παρὰ κοινοῖς εὑρισκόμενοι δικασταῖς καὶ λαμβάνοντες φωνὴν μὴ ἐμμείνωσιν, ἀλλὰ πάλιν εἰς ἕτερον θελήσωσιν ἀπελθεῖν δικαστήριον, τοὺς πρῴην ἐπὶ τῷ κεφαλαίῳ αὐτῶν πραχθέντας μάρτυρας μὴ παραγράφεσθαι. εἰ δὲ καὶ συμβῇ τοὺς αὐτοὺς μάρτυρας τελευτῆσαι, τὰς τούτων φωνὰς τοὺς προτέρους δικαστὰς δι ὅρκου φανεροποιεῖν. καὶ εἰ μὲν ὁ τῇ προγενεστέρᾳ φωνῇ μὴ ἐμμείνας παρὰ τοῖς ἐσχάτοις δικασταῖς εὑρισκόμενος ἐκνικήσει, ἔστω ἀνέγκλητος. εἰ δὲ πάλιν καὶ παρ᾽ ἐκείνων κατακριθῇ καὶ φανῇ ἀδίκως ἐνσύρων τὸν ἀντίδικον αὐτοῦ, τὸ ὡς εἰκὸς παρὰ τῶν προτέρων δικαστῶν ὁρισθὲν πρόστιμον παρεχέτω τῷ ἐμμείναντι. εἰ δὲ καὶ πρόστιμον οὐχ ὥριστο μεταξὺ αὐτῶν, διδότω τὴν συντριβὴν αὐτοῦ ἢ ἄλλην ὑπομενέτω οἷαν οἱ δικασταὶ συνείδωσιν ὑπεξέλευσιν. Οἱ μάρτυρες ἀκοῇ μὴ προσμαρτυρείτωσαν, λέγοντες ὡς ἠκούσαμεν ἔκ τινος τόνδε χρεωστεῖν ἢ τόνδε καταβάλλεσθαι, κἂν ταβουλάριοι ὦσιν οἱ ταῦτα μαρτυροῦντες. Ταβουλάριοι μὴ πιστευέσθωσαν ἐν ἐκμαρτυρίῳ λέγοντες τὸν ἔμπειρον γραμμάτων χωρὶς ὑπογραφῆς οἰκεῖον ὁμολογῆσαι χρέος, εἰ μὴ τῇ ἐπὶ μαρτύρων νομίμῳ καταθέσει.

17

pr.Ἐν ἐκμαρτυρίῳ μὴ πιστευέσθω ταβουλάριος, ἐὰν ὁ δανεισάμενος γράμματα γινώσκων καὶ δυνατῶς ἔχων ἐν τῇ τοῦ χρέους ὁμολογίᾳ ὑπογράψαι ἐξ ἰδιοχείρου μὴ ὑπογράψῃ. Ἐπὶ τῶν ἐγκληματικῶν πάντως ἐπὶ τῷ ἀκροωμένῳ τῆς ὑποθέσεως δικαστῇ παραγενέσθωσαν οἱ μάρτυρες.

19

pr.Μέχρι β ἢ ἢ ἀξιοπίστων μαρτύρων τὸν δικαστὴν προσανέχειν ἐπὶ τῇ ἀληθεῖ τῆς ζητουμένης ὑποθέσεως καταλήψει, παρὲξ τῶν προανατεταγμένων κεφαλαίων τῶν διάριν τοῦ ἀριθμοῦ μαρτύρων τὴν σύστασιν ἀπαιτούντων. Οἱ μάρτυρες ὁσοιδήποτε ἀριθμῷ ὦσι, μέχρι δ καὶ μόνον ταξειδίων ἀγέσθωσαν, ἑκάστης παραγωγῆς μίαν ἡμέραν λαμβανούσης· εἰ δὲ πρὸ τῆς δ παραγωγῆς ἀποτάξηται ὁ παράγων καὶ τὰ μεμαρτυρημένα ἐκδοθῶσι, μετὰ τοῦτο μὴ παράγειν αὐτὸν ἕτερον μάρτυρα ἀλλ᾽ ἐμμένειν ταῖς τῶν πραχθέντων μαρτύρων φωναῖς. Ὁ τὴν οἰκείαν ἰδιόχειρον τοῦ χρέους συγγραφὴν ἀρνούμενος, ἢ καὶ τὰ οἰκεῖα μὲν γράμματα συντιθέμενος, ἀρνεῖται δὲ τὴν καταβολὴν τῆς ποσότητος, ὡς ἔνθεν ἀναγκασθῆναι τὰς συστάσεις ποιεῖν τῶν ἐποφειλομένων, μετὰ ἀπόδειξιν τῆς ἀληθείας διπλῇ ποσότητι ὁ ἀρνούμενος τοῦ χρέους καταδικαζέσθω.