JGR IV 1.16
Περὶ διαλύσεων ὑπὸ ἀνηλίκων παίδων γινομένων.
Abrir no leitor do IusCommune →1
pr.Ἡ διάλυσις ἐγγράφως διὰ ὑπογραφῆς ἢ μαρτύρων γενέσθω.
2
pr.Ἐάν τις τῶν ἐντελῶν χρόνων μὴ ὢν διάλυσιν ποιήσῃ πρός τινα καὶ διὰ τὴν τῶν χρόνων ἴσως ἀτέλειαν καταφρονηθῇ ἢ καὶ δ᾽ ἑτέραν αἰτίαν τὴν οἱανοῦν παραβλαβῇ, καὶ εἰς τὴν τῶν κε χρόνων ἐντέλειαν καταντῶν διαγνῷ τὴν προγινομένην αὐτῷ βλάβην, ἄδειαν ἔχειν παρὰ δικασταῖς κινεῖν τὰ τῆς ὑποθέσεως, καὶ τῆς ἀληθείας ἀποδεικνυμένης φυλαττέσθω τούτῳ τὸ δίκαιον· εἰ δὲ τὰ τῆς ἀδικίας ἀποδεῖξαι μὴ δυνηθείη, βεβαίαν εἶναι τὴν τοιαύτην διάλυσιν. Εἰ δὲ καί τις μείζων τῶν κε ἐτῶν ὑπάρχων διὰ φόβον ἐξουσίας χειρὶ ἢ καὶ δόλῳ τῷ οἱῳδήποτε εὑρεθῇ πεποιηκὼς διάλυσιν, καὶ τοῦτο παρὰ ἀκροαταῖς ἀποδειχθῇ, τὴν τοιαύτην διάλυσιν ἀνατρέπεσθαι καὶ ἐξ ἀπαρχῆς τὸ κατ᾿ αὐτὸν ζητείσθω κεφάλαιον.
4
pr.Διάλυσίς ἐστιν ἀμφιβαλλομένου καὶ φιλονεικουμένου κεφαλαίου τομὴ καὶ περάτωσις. γίνεται δὲ ἢ ἐξ ἰδιοχείρου μεμαρτυρημένου ἢ δ᾽ ἀγοραίου τετελεσμένου συμβολαίου ἢ δι ὁμολογήσεως ἀγράφου ἐπί τινων προσώπων βεβαιουμένης.
5
pr.Μετὰ τετελεσμένην διάλυσιν μὴ κινείτω τὶς, εἰ μήπω παράσχοι πάντα, ὅσα διαλυσάμενος ἐκομίσατο, καὶ τοῦτο βουλομένου τοῦ ἐναγομένου.
6
pr.Ὁ περὶ ῥητῆς ποσότητος διαλυσάμενος, μείζων ὢν τῶν κε ἐνιαυτῶν, δύναται κινεῖν περὶ λοιπῆς ἐποφειλομένης αὐτῷ ποσότητος. εἰ δὲ γενικῶς καὶ περιεκτικῶς καθόλου ἄνευ τινὸς κακουργήματος καὶ δόλου παρακολουθήσαντος διελύσατο, μηκέτι κινείτω, ἀλλὰ καὶ τὴν ἐγκειμένην ποινὴν ἀπαιτείσθω, καὶ οὕτως ἀπαρασάλευτον εἶναι τὴν τοιαύτην διάλυσιν. τὴν γὰρ φόβῳ ἢ δόλῳ καὶ κακονοίᾳ τινὶ γενομένην διάλυσιν εἴσω διετίας, τούτου τρανῶς ἀποδεικνυμένου, ἀνατρέπεσθαι.
7
pr.Ὁ ἥττων τῶν κε ἐτῶν ἄνευ κουράτορος διαλυόμενος, εἰ ἐκ τούτου παραβλαβῇ τι, κινείτω μέχρι τοῦ κθ τῆς οἰκείας ἡλι κίας χρόνου τὴν περὶ τῆς βλάβης αὐτοῦ ἀγωγὴν, μὴ προκριματιζόμενος ἕνεκεν τῆς παρ᾿ αὐτοῦ σχετισθείσης διαλύσεως.