IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga privata aucta

JGR IV 1.17

Ποινάλιος τῶν ἐγκληματικῶν κεφαλαίων.

Abrir no leitor do IusCommune →

1

pr.Μηδεὶς τὸν ἐν ἐκκλησίᾳ προσφεύγοντα βίᾳ ἀφαιρείσθω, ἀλλὰ τὴν αἰτίαν τοῦ πρόσφυγος δηλοποιείτω τῷ ἱερεῖ [καὶ παρ᾿ αὐτοῦ] μετὰ τῶν ἀσφαλῶν παραλαμβανέτω τὸν προσφεύγοντα τοῦ νομίμως ζητηθῆναι καὶ διοικηθῆναι τὸ κατ᾿ αὐτὸν κεφάλαιον. εἰ δέ τις δοκιμάσει χειρὶ ἀπὸ ἐκκλησίας πρόσφυγα ἐπάραι τὸν οἱονδήποτε, ὁ τοιοῦτος ιβ ἀλλακτὰ λαμβανέτω καὶ τότε κατὰ τὸ πρέπον τὸ τοῦ αὐτοῦ προσφύγου ζητείσθω κεφάλαιον '.

2

pr.Ὁ ἐκ δικαστικῆς ψήφου ἢ καὶ ἐπὶ μαρτυρίᾳ παραγενόμενος ἢ ἐξ ἐπαγωγῆς ἀντιδίκου καὶ ἐφαπτόμενος τῶν ἁγίων τοῦ θεοῦ εὐαγγελίων καὶ ἐφομνύμενος, ἐπίορκος δὲ μετὰ ταῦτα ἀποδεικνύμενος, γλωσσοκοπείσθω.

3

pr.Ὁ καθοσίωσιν πλημμελῶν ἤγουν κατὰ βασιλέως φρατριάζων ἢ βουλευόμενος ἢ συνομοσίας κατ᾿ αὐτοῦ ἢ τῆς αὐτοῦ πολιτείας ποιῶν, ξίφει τιμωρείσθω. ὁ διαλοιδορῶν ἢ κακῶς μνημονεύων τοῦ βασιλέως, ὑπ᾽ οὐδενὸς μὲν τιμωρείσθω, ἀλλὰ τα περὶ αὐτοῦ ἀναφερέσθω τῷ βασιλεῖ καὶ παρ᾿ αὐτοῦ τὴν κρίσιν προέρχεσθαι.

4

pr.Ὁ κατὰ βασιλέως φρατριάζων ἢ βουλευόμενος ἢ συνομοσίας κατ᾿ αὐτοῦ ἢ τῆς πολιτείας τῶν χριστιανῶν ποιῶν, τὸν μὲν τοιοῦτον ἥρμοσε κατὰ τὴν ὥραν θανατοῦσθαι ὡς τὴν τοῦ παντὸς κατάλυσιν μελετήσαντα. ἀλλ᾽ ἵνα μή τινες καὶ ἐχθρωδῶς πολλάκις διακείμενοι πρός τινας ἀνακρίτως φονεύσωσιν, ἀπολογίαν ἐσχάτως προσφέροντες ὡς κατὰ τῆς βασιλείας ἐλάλησεν, δέον τὸν τοιοῦτον κατὰ τὸν τόπον ὑπὸ στερεὰν φυλακὴν γενέσθαι καὶ τὰ περὶ τούτου τῷ βασιλεῖ ἀναφέρεσθαι καὶ καθὼς λοιπὸν αὐτὸς ἀνακρίνει καὶ βουλεύσεται ποιεῖν. Περὶ φόνων ἑκουσίων καὶ ἀκουσίων. Ὁ φονεύων ἑκουσίως, οἱασδήποτε ἡλικίας ἐστὶ, ξίφει τιμωρείσθω.

6

pr.Ὁ μετὰ ξίφους πλήττων τινὰ, ἐὰν φονεύσῃ, ξίφει τιμωρείσθω. εἰ δὲ οὐκ ἀποθάνῃ ὁ πληγεὶς, χειροκοπείσθω ὁ δεδωκὼς, διὸ ὅλως μετὰ ξίφους δοῦναι ἐτόλμησεν.

7

pr.Ἐάν τις τὸν ἴδιον οἰκέτην λώροις ἢ ῥάβδοις τύψῃ καὶ ἀποθάνῃ; οὐ κατακρίνεται ὁ δεσπότης αὐτοῦ ὡς ἀνδροφόνος. εἰ δὲ ἀμέτρως αὐτὸν ἐβασάνισεν ἢ φαρμάκῳ ἀνεῖλεν ἢ προσέκαυσεν, ὡς φόνον πεποιηκὼς τιμωρείσθω. Ἐὰν μάχης μεταξύ [τινων] γενομένης συμβῇ θάνατον προελθεῖν, συγκρινέτωσαν οἱ ἀκροαταὶ καὶ τηρείτωσαν τὰ ὄργανα δ᾽ ὧν ἐπράχθη ὁ θάνατος. καὶ εἰ εὕρωσι διὰ ξύλων τελείων ἢ λίθων μεγάλων ἢ λακτέων τὸν φόνον γενέσθαι, ὁ τοιοῦτο ποιῶν χειροκοπείσθω. εἰ δὲ δι ἐλαφροτέρων τινῶν συμβῇ γενέσθαι τὸν θάνατον, τύπτεσθαι αὐτὸν καὶ ἐξορίζεσθαι. Ὁ ἐν μάχῃ μετὰ χειρῶν τύπτων καὶ φονεύων, τυπτέσθω καὶ ἐξοριζέσθω ὡς ἀκουσίως φονεύων. Περί φθορέων. Ὁ ἁρπάζων τὴν τῷ θεῷ καθιερωμένην ἢ παρθένον ἢ χήραν τιμίως ζῶσαν ἢ ὕπανδρον ἢ τὴν ἰδίαν μνηστὴν, ξίφει τιμωρείσθω.

11

pr.Ὁ ἀσελγὴς ὅ τε ποιῶν καὶ ὁ ὑπομένων, ξίφει τιμωρείσθω. ὁ δὲ ἥττων τῶν τε ἐτῶν τυπτέσθω καὶ ἐν μοναστηρίῳ εἰσαγέσθω, ὡς τῆς ἡλικίας δηλούσης ἀκουσίως τοῦτο πεπονθέναι. Ὁ ἐξπλοράτωρ ἤγουν ὁ ἐκ τῶν πολεμίων κατάσκοπος ξίφει τιμωρείσθω. Ὁ αὐτόμολος εἰς τοὺς πολεμίους προστρέχων ξίφει τιμωρείσθω. Ὁ λῃστὴς ἤγουν ὁ ἐνέδρας ποιῶν πρὸς ἐπιβουλὰς ἀνθρώπων ἐπιτοπίως φουρκιζέσθω. Ὁ ἀλλοτρίας ἀγέλης οἱασδήποτε ἀπελασίαν ποιούμενος, ἐν μὲν πρώτοις τοῦτο ποιῶν, τυπτέσθω· δεύτερον δὲ, ἐν ἐξορίᾳ παραπεμπέσθω· τρίτον δὲ, χειροκοπείσθω· ὀφείλοντος δηλονότι τοῦ παρ᾽ αὐτοῦ ἀπελαυνομένου τῇ ἰδίᾳ ἀποκαθίστασθαι δεσποτείᾳ. Περὶ αἱμομίκτων. Οἱ αἱμομῖκται ἢ γονεῖς πρὸς τέκνα ἢ τέκνα πρὸς γονεῖς ἢ ἀδελφοὶ πρὸς ἀδελφὰς ξίφει τιμωρείσθωσαν. οἱ δὲ πρὸς ἄλλην συγγένειαν συνδιαφθειρόμενοι, τουτέστι πατὴρ πρὸς γυναῖκα υἱοῦ ἢ υἱὸς εἰς γυναῖκα πατρὸς ἤγουν μητρυιὰν ἢ πατρωὸς εἰς προγονὴν ἢ ἀδελφὸς εἰς γυναῖκα ἀδελφοῦ ἢ θεῖος εἰς ἀνεψιὰν ἢ ἀνεψιὸς εἰς θείαν, ὁμοίως ῥινοκοπείσθωσαν· ὁμοίως καὶ ὁ εἰς δύο ἀδελφὰς σὺν εἰδήσει μιγνύμενος. ++. Ὁ ἀγαγόμενος νομίμως γυναῖκα καὶ τῇ ταύτης ἀδελφῇ συμπαραφθαρεὶς σαρκικῶς, ἢ θυγατρὶ αὐτῆς ἐκείνου δὲ προγονῇ, τυπτέσθω καὶ ῥινοκοπείσθω καὶ διηνεκῶς ἐξοριζέσθω. καὶ ἡ συμπλακεῖσα δὲ αὐτῷ ὡς ἐν εἰδήσει πλημμελήσασα καὶ αὐτὴ τυπτέσθω καὶ ῥινοκοπείσθω μὴ ἐξοριζομένη. +++. Ὁ πορνικαῖς ἀλλοτρίαις μητροθυγατράσι ἐν εἰδήσει σαρκικῶς μιγνύμενος, τυπτέσθω καὶ ῥινοκοπείσθω· τῇ αὐτῇ ποινῇ ὑποκειμένης· καὶ τῆς ἐν εἰδήσει συμπλημμελησάσης αὐτῷ. +. Ἐὰν γυνὴ ἐπιβουλεύηται τῇ ἰδίᾳ γαστρὶ πρὸς τὸ ἐκτρῶσαι. Ἐὰν γυνὴ πορνεύσῃ καὶ γένηται ἔγκυος, καὶ ἐπιβουλεύσῃ τῇ ἰδίᾳ γαστρὶ πρὸς τὸ ἐκτρῶσαι, τυπτομένη ἐξοριζέσθω. +. Ὁ συγγινόμενος κόρῃ παρθένῳ, προαιρέσει μὲν τῆς κόρης, ἀγνοούντων δὲ τῶν αὐτῆς γονέων, ἐν ὑστέρῳ δὲ τούτων διαγινωσκόντων, εἰ μὲν θελήσει λαβεῖν αὐτὴν καὶ θελήσωσι καὶ οἱ γονεῖς αὐτῆς, γινέσθω τὸ συνάλλαγμα. εἰ δὲ ἓν τῶν μερῶν οὐ θελήσει, εἰ μέν ἐστιν εὔπορος ὁ φθορεὺς, διδότω τῇ φθαρείσῃ κόρῃ λίτραν μίαν χρυσίου εἰ δὲ ἐστιν ἐνδεέστερος, διδότω τὸ ἥμισυ τῆς ὑποστάσεως αὐτοῦ· εἰ δὲ παντελῶς ὑπάρχει πένης καὶ ἀνεύπορος, τυπτόμενος καὶ κουρευόμενος ἐξοριζέσθω. Ὁ μὴ ἔχων γυναῖκα καὶ πορνεύων, τυπτέσθω ἀλλακτὰ ἕξ. 22. Ὁ γυναῖκα νομίμως ἔχων καὶ εἰς πορνείαν εὑρισκόμενος, ὡς τὸ ῥῆμα τοῦ κυρίου καταφρονῶν τὸ διδάσκον· μὴ ' πορνεύσῃς, τυπτέσθω πρὸς σωφρονισμὸν ἀλλακτὰ ιβ, κάντε πλούσιός ἐστι κάντε πένης. Ὁ ἔχων γυναῖκα καὶ τῇ ἰδίᾳ συγγινόμενος δούλῃ, διαγινωσκομένου τοῦ πράγματος ταύτην ὑπὸ τοῦ κατὰ τὸν τόπον ἄρχοντος ἐπαίρεσθαι καὶ ὑπὲρ ἐπαρχίαν πιπράσκεσθαι, τῶν τιμῶν αὐτῆς εἰσκομιζομένων ἐν τῷ μέρει τοῦ δημοσίου. Ὁ πορνεύων εἰς δούλην ἀλλοτρίαν, ἔντιμος ὢν παρεχέτω ὑπὲρ τοῦ τοιούτου πταίσματος τῷ αὐθέντῃ τῆς δούλης νομίσματα λς, εὐτελὴς δὲ ὢν τυπτέσθω καὶ εἰς ὃ εὐπορεῖ κατὰ ἀναλογίαν τῶν λς νομισμάτων διδότω. Ὁ εἰς ὑπανδρον γυναῖκα πλημμελῶν ῥινοκοπείσθω καὶ αὐτὸς καὶ ἡ μοιχαλὶς, ὡς ἐντεῦθεν χωρισμοῦ γινομένου καὶ ἀπωλείας τέκνων προερχομένης καὶ τοῦ κυριακοῦ λόγου μὴ φυλαττομένου τοῦ διδάσκοντος· ὅτι ὁ θεὸς εἰς σάρκα μίαν τούτους συνήνωσεν· μετὰ δὲ τὸ ῥινοκοπηθῆναι τὴν μοιχαλίδα λαμβάνειν αὐτὴν τὰ ἴδια αὐτῆς πράγματα, ἅπερ εἰσήγαγε τῷ ἀνδρὶ αὐτῆς καὶ μηδὲν ἕτερον, τὸν δὲ μοιχὸν ἐκ τῆς ἰδίας γυναικὸς μὴ χωρίζεσθαι, εἰ καὶ ἐρινοκοπήθη. μετὰ πολλῆς δὲ ἀκριβείας τὸ περὶ μοιχείας ζητείσθω κεφάλαιον, καὶ ἐπιτηρείτωσαν οἱ ἀκροαταὶ τοὺς κατηγόρους τῆς τοιαύτης ὑποθέσεως. καὶ εἰ μέν ἐστιν ὁ ἴδιος ἀνὴρ ἢ ὁ πατὴρ αὐτῆς ἢ ἀδελφὸς ἢ θεῖος ὁ κατηγορῶν, εὐπιστοτέρα ἡ πρόφασις τῆς ζητήσεως γίνεται· εἰ δὲ ξένοι εἰσὶν οἱ κατηγοροῦντες, δέον κανονίζεσθαι τὰ πρόσωπα ποίας πολιτείας εἰσὶν, καὶ τούτους κατασφαλίζεσθαι, καὶ ἀπαιτεῖν αὐτοὺς τὴν περὶ τούτου ἀπόδειξιν. καὶ εἰ μὲν ἀποδείξωσι τὴν μοιχείαν, ῥινοκοπείσθωσαν ὅ τε μοιχὸς καὶ ἡ μοιχαλίς· εἰ δὲ οὐκ ἀποδείξωσιν, ἀλλὰ δι ' ἔχθραν τινὰ τὴν κατηγορίαν ἐποίησαν, τὴν ταὐτοπάθειαν ὡς συκοφάνται ὑπομενέτωσαν. Ὁ εἰς ὑπανδρον γυναῖκα μοιχείαν πλημμελῶν, ῥινο κοπείσθω, μὴ χωριζομένου τοῦ μοιχοῦ τῆς οἰκείας γαμετῆς. ἡ δὲ μοιχαλὶς καὶ αὐτὴ ῥινοκοπείσθω κομιζομένη παρὰ τοῦ ἀνδρὸς τὰ ἴδια αὐτῆς πράγματα. κατηγορείτωσαν δὲ μοιχείαν τὰ ὲ ἐπὶ τούτῳ γνωριζόμενα πρόσωπα, τουτέστιν ὁ ἀνὴρ τῆς μοιχευθείσης, πατὴρ αὐτῆς, ἀδελφὸς αὐτῆς, τοῦ πατρὸς καὶ μητρὸς αὐτῆς θεῖοι 28. εἰ δὲ ἔκ τινος ἑτέρου προσώπου μήνυσις γένηται τῷ προσφόρῳ ἄρχοντι περὶ μοιχείας, τὸν τοῦτο καταμηνύσαντα περὶ τῆς συστάσεως αὐτοῦ κατασφαλιζέσθω, οὕτω τε κατάδηλον παρὰ τῆς ἀρχῆς τῷ ἀνδρὶ τῆς γυναικὸς ἐνδημοῦντι γενέσθω περὶ τῆς τοιαύτης μηνύσεως. εἰ δὲ ταύτης οὐκ ἐνδημεῖ ὁ ἀνήρ, ἑνὶ τῶν εἰρημένων δ προσώπων τοῦτο γνωριζέσθω. καὶ οὕτω καὶ δι ' αὐτοῦ κατὰ σύστασιν ἐγγυμναζέσθω ἠκριβωμένως περὶ τοῦ τοιούτου ἐγκλήματος, καὶ ἀποδεικνυμένου ταῖς λεγομέναις ποιναῖς τοῦ ὑπευθύνου. Ἡ ἐξεπίτηδες καθ ' οἱονδήποτε τρόπον τῇ οἰκείᾳ γαστρὶ ἐπιβουλεύουσα πρὸς τὸ ἀμβλῶναι ἤτοι ἐκτρῶσαι, τυπτομένη ἐξοριζέσθω. Ὁ προαγωγὸς ἤτοι τῇ ἰδίᾳ συγγινώσκων γαμετῇ μοιχείαν καὶ παραχωρῶν, τυπτόμενος ἐξοριζέσθω. Ο ἔχων γυναῖκα καὶ πορνεύων τοῖς ἐκκλησιαστικοῖς ἐπιτιμίοις ὡς πορνὸς καταδικαζέσθω καὶ τούτοις ὑποβαλλέσθω. εἰ δὲ τὰ ἐπιτεθησόμενα αὐτῷ καταφρονῶν μὴ παραφυλάξῃ κανονικὰ ἐπιτίμια, τὸ ἥμισυ μέρος τῆς αὐτοῦ περιουσίας τῷ· δημοσίῳ μέρει εἰσκομιζέσθω. Οἱ ἀλογευόμενοι ἤγουν κτηνοβάται καυλοκοπείσθωσαν. Ὁ δύο γαμετὰς ἔχων τυπτέσθω, ἐκδιωκομένης παρ αὐτοῦ τῆς δευτέρας γυναικὸς μετὰ τῶν ἐξ αὐτῆς τεχθέντων παίδων. Ὁ βίᾳ εἰς οἴκους ἢ ἀγροὺς μεθ᾽ ὅπλων ἐπερχόμενος, ἐὰν φόνου αἴτιος γένηται, ξίφει τιμωρείσθω. +. Ὁ μὴ προσφωνήσας ἄρχοντι ἢ δικαστῇ ἀλλ᾽ αὐτοβούλως πρᾶγμα ὑπό τινος διακεχρημένῃ βίᾳ ἀφέληται, εἰ μὲν ἐν ἀληθείᾳ ἴδιον αὐτοῦ ἐστιν, ἐκπιπτέτω τῆς ἐπ᾿ αὐτῷ δεσποτείας ἀναδιδοὺς αὐτὸ τῷ βιασθέντι. εἰ δὲ ἀλλότριον τυγχάνει τὸ ἀφαιρεθὲν, ὁμοίως ἀναδιδότω μὴ μόνον τὸ τοιοῦτον πρᾶγμα, ἀλλὰ καὶ τὴν αὐτοῦ διατίμησιν τῷ τὴν βίαν ὑπομείναντι. Ὁ ἱερέα εἴτε ἐν ἐκκλησίᾳ εἴτε ἐν λιτῇ ἐπιχειρῶν, τυπτόμενος ἐξοριζέσθω. '. Οἱ ἐκ τῆς ἀμωμήτου τῶν χριστιανῶν πίστεως ἀποστάντες ξίφει τιμωρείσθωσαν. Οἱ ὑπὸ τῶν πολεμίων χειρωθέντες καὶ ἀρνησάμενοι, ὑποστρέψαντες ἐν τῇ πολιτείᾳ αὐτῶν τῇ ἐκκλησίᾳ παραπεμπέσθωσαν. 4. Ὁ ἱερόσυλος ἐν νυκτὶ τῷ θυσιαστηρίῳ ἐπιβαίνων, καὶ τὰ ἀνατεθειμένα τῷ θεῷ ἱερὰ μόνον ἀφαιρούμενος, ξίφει τιμωρείσθω 38. Ὁ ἱερόσυλος ἐν ἡμέρᾳ ἢ ἐν νυκτί τι ἀφελόμενος ἀπὸ ἐκκλησίας, εἰ διὰ πτωχείαν τοῦτο ποιήσει, τυπτόμενος ἐξοριζέσθω. 39. Οἱ φαρμάκοις τισὶν ἤγουν δηλητηρίοις ἑκουσίως ἀναιροῦντες ἀνθρώπους, ξίφει τιμωρείσθωσαν. 4. Οἱ τὰ περίαπτα ἔχοντα χαρακτῆρας ποιοῦντες τυπτέσθωσαν. 8. Οἱ γόητες οἱ ἐπὶ βλάβην ἀνθρώπων δαίμονας ἐπικαλούμενοι ἢ διὰ θυσιῶν μαντευόμενοι, ξίφει τιμωρείσθωσαν. 42. Οἱ [διά] τινας ἔχθρας ἢ ἁρπαγὰς πραγμάτων ἐμπρησμὸν ἐν πόλει ποιοῦντες πυρὶ παραδιδόσθωσαν. ἱ εἰ δὲ ἔξω πόλεως οἰκίας ἢ ἀγρὸν ἢ χωρία ἐξεπίτηδες ἐμπρήσωσι, ξίφει τιμωρείσθωσαν. εἰ δὲ μὴ ἑκουσίως ἀλλὰ κατὰ ῥᾳθυμίαν τινὰ, τὸ ἀζήμιον τῷ βλαβέντι ποιείτωσαν. 431. Οἱ τοὺς νεκροὺς ἐν τοῖς τάφοις ἐκδύοντες χειροκοπείσθωσαν. m. Οἱ παραχαράκται μονίτας χειροκοπείσθωσαν. Οἱ πλαστογράφοι χειροκοπείσθωσαν. 465. Εἰ συκοφάνται ἐν οἱᾳδήποτε αἰτίᾳ συκοφαντήσωσί τινα, τῇ ταὐτοπαθείᾳ ὑποκείσθωσαν. Ὁ ἀνδραποδιστὴς τυπτέσθω, τοῦ ἡμίσεος μέρους τῆς ὑπάρξεως αὐτοῦ ἀφαιρουμένου, κἀκείνου ἐξορίᾳ ὑποβλησκομένου. 4. Ὁ κρύπτων καὶ ἀφανῆ ποιῶν ἢ ὑπονοθεύων ἀλλότριον οἰκέτην, πρὸς τῇ ἀποκαταστάσει τοῦ δούλου καὶ ἕτερον τῷ δεσπότῃ οἰκέτην ἢ τὰς ὑπὲρ αὐτοῦ τιμὰς διδότω. Ὁ κλέπτων ἐν φοσσάτῳ ἢ ἐν ἐξπεδίτῳ, εἰ μὲν ὅπλα, τυπτέσθω· εἰ δὲ ἄλογον, χειροκοπείσθω. 4. Ὁ κλέπτων ἐν ἑτέρῳ τόπῳ τῆς πολιτείας, ἐν πρώτοις τοῦτο ἁμαρτάνων, ἐλεύθερος ὢν, εἰ μὲν εὐπορεῖ, πρὸς τῇ ἀποκαταστάσει τοῦ κλαπέντος καὶ διπλὴν τοῦ κλαπέντος τιμὴν παρεχέτω. εἰ δὲ ἄπορός ἐστιν, τυπτέσθω καὶ ἐξοριζέσθω. δεύτερον δὲ ποιῶν, χειροκοπείσθω. 8. Ὁ τοῦ δούλου κλέπτου δεσπότης, βουλόμενος ἔχειν τὸν τοιοῦτον οἰκέτην, τὸ ἀζήμιον οἴκοθεν ποιείτω τῷ κλαπέντι. μὴ βουλομένου δὲ ἔχειν τὸν αὐτὸν οἰκέτην, μετεκχωρείτω αὐτὸν καὶ τὴν ἐπ᾿ αὐτῷ δεσποτείαν τῷ τὴν κλοπὴν ὑπομείναντι. 524. Οἱ μανιχαῖοι καὶ οἱ μοντανοὶ ξίφει τιμωρείσθωσαν. '. Ὁ ἀποκλείσας ἀλλότρια θρέμματα καὶ λιμῷ διαφθείρας ἢ ἄλλως πῶς ἀνελὼν, εἰς τὸ διπλάσιον καταδικάζεται. κ. Ἐὰν χρήσηταί τις ἵππῳ ἕως ὡρισμένου τόπου, ὑπὲρ δὲ τὸν ὡρισμένον τόπον τοῦτον ἀπενέγκῃ ἢ πέμψῃ, τὴν ὡς εἰκὸς ἐπ᾿ αὐτῷ γενομένην βλάβην ἢ θάνατον τὸν χρησάμενον ὁρᾶν καὶ τὸ ἀζήμιον ποιεῖσθαι τῷ κυρίῳ τοῦ ἵππου. 1. Ἐὰν κριοὶ ἢ βόες συνέλθωσιν, εἰ μὲν ὁ πρῶτος ἐπελθὼν φονευθῇ, οὐκ ἐνάγεται ὁ κύριος τοῦ φονεύσαντος· εἰ δὲ καθ᾽ οὗ ἐπῆλθεν ἀποθάνῃ, ἐνάγεται ὁ κύριος τοῦ φονεύσαντος, καὶ ἢ ἀποδίδωσι τὸ ζῶον τὸ φονεῦσαν τῷ κυρίῳ τοῦ ἀποθανόντος, ἢ τὸ ἀζήμιον τῷ βλαβέντι ποιείτω. Ὁ ἁρπάζων μοναστρίαν ἢ καὶ παρθένον βιωτικὴν ἐξ οἱουδήποτε τόπου, ἐὰν διαφθείρῃ αὐτὴν, ῥινοκοπείσθω· οἱ δὲ τῇ τοιαύτῃ ἁρπαγῇ συντρέχοντες ἐξοριζέσθωσαν. Ὁ βιαζόμενος κόρην καὶ φθείρων αὐτὴν ῥινοκοπείσθω. Ὁ τὴν ἀλλοτρίαν μνηστὴν φθείρων, εἰ καὶ προαιρέσει τῆς κόρης τοῦτο ἐγένετο, ῥινοκοπείσθω. Ὁ πῦρ ἐμβάλλων ἐν ἀλλοτρίᾳ ὕλῃ ἢ κόπτων ἐξ αὐτῆς δένδρα εἰς τὸ διπλάσιον καταδικάζεται. Ὁ διδάσκων τοὺς βαρβάρους ναῦς κατασκευάζειν κεφαλικῇ τιμωρίᾳ ὑπόκειται. Εἰ δέ τις εἰς ὕπανδρον σύντεκνον αὐτοῦ σαρκικῶς συμπλακῇ, καὶ αὐτὸς καὶ αὐτὴ πρὸς τῇ ἐκτομῇ τῆς ῥινὸς καὶ σφοδρῶς τυπτέσθωσαν. Ὁ λῃστεύων καὶ ἐνέδρας ποιῶν καὶ φονεύων, ἐν ᾧ κρατεῖται τόπῳ φουρκιζέσθω.