JGR IV 1.18
Περὶ διαμερισμοῦ σκύλων '.
Abrir no leitor do IusCommune →1
pr.Τοὺς ἐξερχομένους εἰς ἐχθροὺς ἐπὶ πολέμῳ φυλάξαι δεῖ ἑαυτοὺς ἀπὸ παντὸς πονηροῦ πράγματος καὶ ῥήματος καὶ πρὸς μόνον τὸν θεὸν τὸν νοῦν αὐτῶν ἔχειν καὶ τὴν δέησιν καὶ μετὰ συμβουλίας ποιῆσαι τὸν πόλεμον. βοήθεια γὰρ ἐκ θεοῦ δίδοται μετὰ καρδίας τελευτικῆς 2. οὐκ ἐν πλήθει γὰρ δυνάμεων νίκη πολέμου, ἀλλ᾽ ἐκ θεοῦ ἡ ἰσχύς.
2
pr.Τοῦ θεοῦ παρέχοντος νίκην τὸ ἕκτον μέρος ἀφιεροῦσθαι δεῖ τῷ δημοσίῳ, καὶ τὸ λοιπὸν πᾶν μέτρον ἅπαντας τοῦ λαοῦ ἐξ ἴσης καὶ ἐπ᾽ ἴσης μοίρας μερίζεσθαι, τὸν μέγαν καὶ τὸν μικρόν. ἀρκεῖ γὰρ τοῖς ἄρχουσιν ἡ προσθήκη τῶν ῥογῶν αὐτῶν. εἰ δὲ εὑρεθῶσί τινες τῶν αὐτῶν ἀρχόντων ἀνδρείως φερόμενοι, ὁ εὑρισκόμενος στρατηγὸς ἐκ τοῦ εἰρημένου μέρους τοῦ δημοσίου ἵνα παράσχῃ καὶ κατὰ τὸ πρέπον συγκροτήσῃ αὐτούς.
3
pr.Κατὰ δὲ τὴν μερίδα τῶν εὑρισκομένων εἰς τὸν πόλεμον οὕτως ἔστω κατὰ τὸ γεγραμμένον καὶ ἡ μερὶς τῶν ἐν τοῖς τούλδοις ἀπερχομένων.