IusCommune
IusCommune › Textos › Ecloga privata aucta etc. › Ecloga ad Prochiron mutata

JGR IV 2.1

Περὶ συστάσεως μνηστείας.

Abrir no leitor do IusCommune →

1

pr.Συνίσταται μνηστεία χριστιανῶν ἐπὶ τοῖς ἐν πρώτῃ ἡλικίᾳ ἀπὸ ἑπταετοῦς χρόνου καὶ τῇ ἄνω, ἔκ τε τῆς τῶν μνηστευομένων ἀρεσκείας καὶ τῆς ἐκ γονέων καὶ συγγενῶν αὐτῶν συναινέσεως, ἐὰν οἱ συναλλάσσοντες [νομίμως συναλλάσσωσι καὶ] μὴ ὦσιν ἐκ τῶν κεκωλυμένων, τουτέστι δι ' ἀῤῥαβώνων ἤγουν ὑποβόλων ἢ δι ' ἐγγράφων. εἰ δὲ δόξει τὸν διδόντα τὸν ἀῤῥαβῶνα διαστρέψαι καὶ μὴ συναλλάξαι, ἀπόλλειν αὐτὸν τὸν ἀῤῥαβῶνα. εἰ δὲ τὸ μέρος τῆς κόρης διαστρέψει, παρεχέτω διπλοῦν τὸν ἀῤῥαβῶνα, τουτέστιν αὐτὸν τὸν ἀῤῥαβῶνα καὶ ἄλλο τοσοῦτον '.

2

pr.Εἰ δὲ ἐγγράφως στιχήσει τὶς καὶ δόξει διαστρέψαι, κατὰ τὸ ἔγγραφον αὐτοῦ ἀπολογήσεται τῇ κόρῃ. εἰ δὲ τὸ μέρος τῆς κόρης, αἰτίας νόμῳ μὴ γνωριζομένης, δοκιμάσει διαστρέψαι, τὸ αὐτὸ μέτρον, ὅπερ ἐκεῖνος ὡμολόγησεν, παρεχέτω τῷ μνηστευσαμένῳ μετὰ καὶ τῆς παρ ' αὐτοῦ γινομένης ὁμολογίας καὶ ἀπαλλασσέτω.

3

pr.Εἰ δέ τις ἁρμόσηται κόρην καὶ διὰ μῖσος ἢ τρόπον τὸν οἱονδήποτε ὑπερτίθεται ποιῆσαι τὸν γάμον, ἕως δύο ἐτῶν ὑποκεῖσθαι τὴν κόρην ἐκδέχεσθαι αὐτόν· καὶ μετὰ τοῦτο ἵνα διαμαρτύρηται αὐτῷ τὸ μέρος τῆς κόρης τοῦ ποιῆσαι τὸν γάμον· καὶ εἰ μὲν οὐ καταδέξηται, ἐπείτοιγε ἄδειαν ἔχειν τὴν κόρην ζευχθῆναι ᾧτινι βούλεται, ἐγκρατοῦσαν καὶ ἅπερ ἔλαβεν ἐκ τοῦ μνηστευθέντος αὐτῇ.

4

pr.Εἰ δὲ ἐγγράφως στιχήσει τὶς κόρην καὶ ἐμπόδιον γίνεται, παραμένειν τὴν κόρην μέχρι μηνῶν τριῶν. εἰ δὲ παρ ' ἑτέρου προσώπου δέξηται προῖκα ἡ κόρη πρὸ τῶν τριῶν μηνῶν, τὰ ἥμισυ τῶν συμφωνηθέντων μετὰ τοῦ νέου παρεχέτω τῷ δημοσίῳ. εἰ δὲ τοῦ νέου μὴ θελήσαντος καὶ τὸ χαράκωμα τοῦ στιχήματος διέλθῃ, καὶ λάβῃ ἕτερον ἡ κόρη, οὐκ ἔχει λοιπὸν ἄδειαν ὁ νέος τοῦ ζητεῖν τὴν κόρην. εἰ δὲ ἐγγράφως συνεφώνησαν, μενέτω ἀπαρασάλευτα.

5

pr.Ὁ μνηστευσάμενος κόρην ἔφηβον καὶ μὴ συμφωνήσας χρόνον ἐν τῇ μνηστείᾳ, ὀφείλει ταύτην, εἰ μὲν ἐν τῇ αὐτῇ ἐπαρχίᾳ διάγει, εἴσω διετίας γαμεῖν. εἰ δὲ ὑπέρθηται, δύναται ἡ κόρη ἑτέρῳ συνάπτεσθαι.

6

pr.Εἰ δὲ ὀρφανοὶ ἐξ ἐπιβουλῆς τινος ἐποίησαν μνηστείαν, καὶ ὕστερον μετενόησαν, ἕως πέντε καὶ δεκαετοῦς χρόνου ἄδειαν ἔχειν ἀναλύσαι τὸ συνάλλαγμα ἀζημίως, ὡς ἀφρόνων αὐτῶν [ὄντων] καὶ μὴ γινωσκόντων τὰ συμφέροντα αὐτοῖς. εἰ δὲ εἰς ἡλικίαν ἔλθωσιν, ὡς φρόνησιν ἔχοντες, εἴ τι ποιήσουσιν, οὐκ ἔχουσιν ἄδειαν τοῦ διαστρέψαι.

7

pr.Μνηστεύεταί τις καὶ παρὼν δι᾽ ἑαυτοῦ καὶ διὰ μέσου καὶ δι ' ἐπιστολῆς Τ.

8

pr.Ἐὰν πατὴρ ὑπὲρ τῆς ἰδίας θυγατρὸς ἀῤῥαβῶνα δεξάμενος τελευτήσῃ μηδέπω γενομένων τῶν γάμων, οὐ δύναται ὁ ἐπίτροπος διαλύσαι τὴν μνηστείαν.

9

pr.Περὶ ἑτεροδόξων. Οἱ ἑτερόδοξοι ἐν ἀγνοίᾳ [εἰ] ποιούμενοι πρὸς ἑαυτοὺς μνηστείας δώσουσιν ἀῤῥαβῶνας, δύνανται ἀναλαβεῖν εἴτι δεδώκασι λύοντες τὴν μνηστείαν. εἰ δὲ ᾔδεισαν τῶν ἀλλοτρίων τὴν πίστιν καὶ ἔδωκαν ἀῤῥαβῶνας γάμου, τότε ὁ ἀνὴρ ζημιοῦται ἃ ἔδωκεν, ἡ δὲ γυνὴ δίδωσιν ἐν διπλῷ ὁ ἐδέξατο.

10

pr.Ὁ τὸ γινόμενον δοκῶν νοεῖν μνηστεύεται, τουτέστιν ὁ μὴ ὢν ἥττων τῶν ἑπτὰ ἐτῶν· εἰ μέντοιγε τῆς μνηστείας γεγενημένης ἔσωθεν τοῦ τρὶς καὶ δεκάτου χρόνου τολμήσειέν τινες τοῖς μνηστευομένος ἢ τὴν λεγομένην εὐλόγησιν ἢ τὸ στεφάνωμα περιθεῖναι, ὡς τῶν θείων νόμων παραβαθέντων αὐτίκα τὴν μὲν προελθοῦσαν μνηστείαν ἅμα τῆς δοκούσης συναφείας διαλύεσθαι, καὶ τὰ παρ ' ἑκατέρου μέρους ἐν τῇ μνηστείᾳ συμβληθέντα προστιμήματα τοῦ τολμήματος ζημίαν ὑπέχοντας τῷ δημοσίῳ μέρει κομίζεσθαι· μηδὲ τοῦ τολμῶντος ἱερέως ἐπὶ τῇ τοιαύτῃ παρεῖναι πράξει ἀνευθύνου καθεστηκότος, ἀλλὰ τῇ αὐστηρίᾳ τῶν ἱερῶν ὑποκειμένου κανόνων.

11

pr.Περὶ αὐτεξουσίων. Οἱ αὐτεξούσιοι ἄνδρες τε καὶ γυναῖκες τελείαν ἄγοντες τὴν ἡλικίαν καὶ χωρὶς τῆς τῶν γονέων συναινέσεως νομίμῳ συνάπτονται γάμῳ.

12

pr.Ὁ αὐτεξούσιος τελείαν ἄγων τὴν ἡλικίαν καὶ χωρὶς της τοῦ πατρὸς συναινέσεως γαμεῖ.

13

pr.Ωσαύτως καὶ ἡ κόρη ἀκωλύτως τοῦτο ποιεῖ.

14

pr.Υἱὸς ὑπεξούσιος ἀσώτως πολιτευσάμενος, μὴ παραιτείσθω γάμον.

15

pr.Ἡ δὲ συγγνώμη τῆς ἡλικίας τῶν αὐτεξουσίων ἐστὶν τοῖς μὲν ἀνδρᾶσιν ἀπο κ χρόνου ἕως κε, ταῖς δὲ θηλείαις ἀπὸ τὴ χρόνου ἕως κ καὶ ἐ.

16

pr.Περὶ μνηστῆρος μονάζοντος. – Ἐὰν μνηστὴρ ἢ μνηστὴ μετὰ τὸ λαβεῖν ἀῤῥαβῶνας τὸν μονήρη βίον ἀγαπήσῃ, ἀποδίδονται οἱ ἀῤῥαβῶνες ἁπλοί.

17

pr.Ὅσα ὁ ἀνὴρ δωρεῖται τοῖς γονεῦσιν τῆς μνηστῆς ἐπὶ τὸ γίνεσθαι τοὺς γάμους, ταῦτα τῶν γάμων μὴ γινομένων ἀναδίδονται αὐτῷ.

18

pr.Ἡ δὲ γενομένη παρὰ τοῦ πενθεροῦ ἢ τῆς πενθερᾶς πρὸς τὴν νύμφην ἢ εἰς τὸν γαμβρὸν δωρεά, οὐδὲ ἀπὸ θείας ἀντιγραφῆς ἀναιρεῖται.· 19. Περὶ αἰχμαλώτων. Εἴσω τριετίας τοῦ αἰχμαλώτου μὴ ὑποστρέφοντος, ὁ υἱὸς αὐτοῦ δύναται γαμεῖν.

20

pr.Εἰ δὲ πρὸ τριετίας τοῦ αἰχμαλώτου ἢ τοῦ ἀπόντος παῖδες γαμήσωσι, καὶ δῆλόν ἐστι μὴ ἀπαρέσκειν τῷ πατρὶ τὸ πρόσωπον, ἔῤῥωται ὁ γάμος.

21

pr.Ὁ ἀδίκως κωλύων γαμεῖν ἢ γαμεῖσθαι τοὺς ἰδίους ὑπεξουσίους, ἢ μὴ διδοὺς προῖκα, ἀναγκάζεται διὰ τοῦ ἄρχοντος ἐκγαμίζειν καὶ προικίζειν.