IusCommune
IusCommune › Textos › Prochiron auctum › Paratitla

JGR VI 2.9

Περὶ τῆς διαδοχῆς τοῦ γνησίους καὶ νόθους ἔχοντος παῖδας.

Abrir no leitor do IusCommune →

1

pr.Ὁ τελευτῶν ἐπὶ παλλακῇ καὶ νόθοις παισὶ γνησίας ὑπούσης γονῆς, γαμετῆς χωρὶς, ἄχρι μιᾶς οὐγγίας καὶ μόνον καταλιμπανέτω αὐτοῖς· τῇ δὲ παλλακῇ μὴ ἐχούσῃ παῖδας ἥμισυ οὐγγίας δωρείσθω καὶ μόνον. εἰ δὲ περισσὸν δῷ, οἱ γνήσιοι παῖδες τοῦτο ἐκδικείτωσαν. γνησίων δὲ μὴ ὑπόντων παίδων ἢ ἀνιόντων, τὸ πᾶν αὐτοῖς εἰ βούλοιτο διδότω. εἰ δὲ περίεισιν οἱ ἀνιόντες, τὸ νόμιμον αὐτοῖς καταλιμπάνων τὸ λοιπὸν [δι] αιρείτω ὡς βούλεται.

2

pr.Οἱ ἐκ πορνείας καὶ συγκεχυμένης σπορᾶς τικτόμενοι παῖδες λέγονται σπούριοι. οὗτοι δὲ τῇ μητρὶ ἕπονται, οἱ δὲ νόμιμοι τῷ πατρί.

3

pr.Εἴ τις μὴ ἔχων νομίμην γυναῖκα παῖδας ἐκ δούλης παιδοποιήσει, ἐλευθερῶν ταύτην ἅμα τοῖς παισὶ καὶ δίκαιον χρυ σίου δακτυλίου αὐτοῖς καὶ παλιγγενεσίας αἰτῶν, δύναται προικῷα συμβόλαια ποιῶν τόν τε γάμον καὶ τοὺς παῖδας γνησίους ἀποτελεῖν. χώραν ἐχόντων τούτων καὶ ἐπὶ ἀπελευθέρων.

4

pr.Ὁ ἐξ ἐλευθέρας ἔχων παῖδας, εἰ ποιήσει προικῷον συμβόλαιον, γνησίους αὐτοὺς ποιεῖ κἂν προετέχθησαν. καὶ ὁ ἐκ δούλης δὲ ἐσχηκὼς παῖδας καὶ ταύτην ὕστερον ἅμα τοῖς παισὶν ἐλευθερώσας καὶ πρὸς τὴν γυναῖκα προικῷα ποιήσας, ταύτην μὲν νόμιμον ποιείτω γαμετὴν καὶ τοὺς παῖδας γνησίους.