JGR VI 2.10
Περὶ ἀνταλλαγῆς, καὶ τί διαφέρει ἀνταλλαγὴ πράσεως.
Abrir no leitor do IusCommune →1
pr.Ἐάν τις πρᾶγμα λαβὼν ἕτερον πρᾶγμα ἀντ᾽ αὐτοῦ παράσχῃ, τυχὸν λαβὼν ἐσθῆτα δέδωκεν οἰκέτην, οὐ πάντως ἀνταλλαγή ἐστιν. ἀλλὰ δεῖ ζητεῖν ἡμᾶς κἀκεῖνο, ἆρα μήτι [ὁ] τὴν ἐσθῆτα ἔχων πωλῆσαι αὐτὴν ἐβούλετο καὶ ὁ τὸν οἰκέτην ἔχων ἀγοράσαι ταύτην ἐπεζήτει, καὶ ἐν τῷ συμφωνεῖν τὰ τοῦ τιμήματος συνέδοξεν ἀντὶ τοῦ τιμήματος δοθῆναι τὸ πρᾶγμα· ἢ μήτι αὐτοὶ ἐξ ἀρχῆς οὐδὲ εἰς ἔννοιαν πράσεως ἦλθον, ἀλλ᾽ ἐναλλάξαι τὰ πράγματα ἐβουλήθησαν.